- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:25.29-27.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯讨论了亚里士多德“随着‘是’或‘不是’被附加或被分割”(24b17)这一语句,反驳了亚历山大将其仅解释为肯定与否定的观点,转而遵循扬布里柯的主张,指出这是将“附加—去除”与“结合—分割”两对对立项紧凑表述的修辞,并系统地梳理了“是”与模态在各类命题中的作用。
" Προστιθεμένου ἢ διαιρουμένου τοῦ εἶναι ἢ μὴ εἶναι." Τοῦτο τὸ ῥησείδιον ὁ μὲν Ἀλέξανδρος καὶ οἱ πλεῖστοι τῶν ἐξηγητῶν ἁπλούστερον ἐξηγήσαντο· σημαίνει γάρ, φησί, διὰ τούτων τὰς καταφατικὰς καὶ ἀποφατικὰς προτάσεις, διὰ μὲν τοῦ εἰπεῖν προστιθεμένου τὰς καταφατικάς, διὰ δὲ τοῦ διαιρουμένου τὰς ἀποφατικάς. αὕτη δὲ ἁπλουστέρα μᾶλλόν ἐστιν ἢ ἀληθεστέρα ἡ ἐξήγησις·1 ἡ γὰρ κατάφασις καὶ ἡ ἀπόφασις ἀντικείμεναί εἰσι, καὶ εἰ ἠβούλετο αὐτὰς εἰπεῖν, δι’ ἀντικειμένων τοῦτο εἶχε ποιῆσαι φωνῶν· ἡ δὲ πρόσθεσις καὶ διαίρεσις οὐκ ἀντικείμεναι· τῇ μὲν γὰρ προσθέσει ἀντίκειται ἡ ἀφαίρεσις, τῇ δὲ διαιρέσει ἡ σύνθεσις. ὥστε οὐχ ἕξει χώραν ἡ ἐξήγησις αὕτη. οἱ δέ γε ἀκριβέστεροι τῶν ἐξηγητῶν φασιν, ὡς ὁ θεῖος Ἰάμβλιχος, διὰ βραχυλογίαν ἐξ ἑκατέρας ἀντιθέσεως ἓν εἰπὼν καὶ τὸ ἀντικείμενον ἑκατέρας ἐδήλωσε·2 τοῦτο δὲ σύνηθες αὐτῷ ποιεῖν. ὥστε ἔσονται ἀντιθέσεις δύο, πρόσθεσις, ἀφαίρεσις, σύνθεσις, διαίρεσις. διὰ τούτων δὲ ἐδήλωσεν ἡμῖν πάσας τὰς προτάσεις τὰς παραδεδομένας ἐν τῷ Περὶ ἑρμηνείας· πᾶσα γὰρ πρότασις ἢ προστιθέμενον ἔχει τὸ ἔστιν ἢ ἀφαιρούμενον ἢ συντιθέμενον ἢ διαιρούμενον. ἐπεὶ δὲ τοῦτο οὕτως ἔχει, λάβωμεν ἐκ διαιρέσεως τὰς προτάσεις οὕτως. αἱ προτάσεις αἱ μὲν ἄνευ τρόπου εἰσὶν αἱ δὲ μετὰ τρόπου· καὶ τῶν ἄνευ τρόπου αἱ μὲν δυνάμει ἔχουσι τὸ ἔστιν, ὡς ἡ ‘Σωκράτης περιπατεῖ’, αἱ δὲ ἐνεργείᾳ, ὡς ἡ ‘Σωκράτης φιλόσοφός ἐστιν’· ἀμφοτέρων δὲ αἱ μὲν καταφατικαὶ αἱ δὲ ἀποφατικαί. τῶν δὲ μετὰ τρόπου, αἵτινες καὶ ἐνεργείᾳ τὸ ἔστιν ἔχουσιν, αἱ μέν εἰσιν ἁπλαῖ αἱ δὲ ἐκ μεταθέσεως, καθ’ ἑκάτερον δὲ αἱ μὲν καταφατικαὶ αἱ δὲ ἀποφατικαί. αἱ τοίνυν ἄνευ τρόπου δυνάμει ἔχουσαι τὸ ἔστι καταφατικαὶ ἀφαίρεσιν λέγονται ὑπομεῖναι τοῦ εἶναι, ὡς ἡ ‘Σωκράτης περιπατεῖ’, διότι τῆς τελείας οὔσης προτάσεως ‘Σωκράτης περιπατῶν ἐστι’ (τὸ γὰρ ῥῆμα ἀναλύεται εἰς μετοχήν) ἀφῃρέθη αὐτῆς κατὰ τὴν συναίρεσιν τὸ ἔστιν· αἱ δὲ τούτων ἀποφάσεις ἀφαίρεσιν ἔχειν λέγονται τοῦ μὴ εἶναι, ὡς ἡ ‘Σωκράτης οὐ περιπατεῖ’, διὰ τὴν αὐτὴν αἰτίαν. αἱ δὲ ἄνευ τρόπου ἐνεργείᾳ ἔχουσαι τὸ εἶναι καταφατικαὶ λέγονται πρόσθεσιν ὑπομεῖναι τοῦ εἶναι, ὡς ἡ ‘Σωκράτης φιλόσοφός ἐστι’, διότι ὁ μὲν κυρίως κατηγορούμενός ἐστι φιλόσοφος, διότι δὲ δύο ὀνόματα δίχα ῥήματος οὐκ ἀπαρτίζει λόγον, προσετέθη τὸ εἶναι οὐχ ὡς μέρος προτάσεως ἀλλὰ τοῦ συνδῆσαι ἕνεκα τοὺς ὅρους· αἱ δὲ ἀποφάσεις τούτων, ὡς ἡ ‘Σωκράτης φιλόσοφος οὐκ ἔστι’, πρόσθεσιν ἔχειν τοῦ μὴ εἶναι διὰ τὴν αὐτὴν αἰτίαν. πάλιν αἱ μετὰ τρόπου καταφατικαὶ ἁπλαῖ, ὡς ἡ ‘Σωκράτη δυνατόν ἐστι περιπατεῖν’ λέγουσα, σύνθεσιν λέγεται ὑπομεῖναι τοῦ εἶναι· ἡ δὲ ἐκ μεταθέσεως σύνθεσιν τοῦ μὴ εἶναι, ὡς ἡ ‘Σωκράτη δυνατόν ἐστι μὴ περιπατεῖν ἢ μὴ περιπατοῦντα εἶναι’. ἡ δὲ ἀπόφασις τῆς μὲν ἁπλῆς, ὡς ἡ ‘οὐ δυνατὸν Σωκράτη φιλόσοφον εἶναι’ διαίρεσιν τοῦ εἶναι· ἡ δὲ ἀπόφασις τῆς ἐκ μεταθέσεως διαίρεσιν τοῦ μὴ εἶναι, ὡς ἡ ‘οὐ δυνατὸν Σωκράτη μὴ περιπατεῖν’. σύνθεσιν δὲ λέγονται ἔχειν αἱ μετὰ τρόπου καταφάσεις ἁπλαῖ τε καὶ ἐκ μεταθέσεως τοῦ εἶναι ἢ μὴ εἶναι, διότι τοῦ ἔστι προϋπάρχοντος ἐν ταῖς ἄνευ τρόπου προτάσεσι καὶ τοῦ τρόπου ἐπιγενομένου συντίθεται ἡ ὅλη πρότασις· αἱ δὲ ἀποφάσεις διὰ τὴν αὐτὴν αἰτίαν διαίρεσιν τοῦ εἶναι ἢ μὴ εἶναι ἔχουσιν. οὐχ οὕτω δὲ ἐπὶ τῶν ἄνευ τρόπου· οὐ γὰρ προυποκειμένης τῆς προτάσεως ἡ σύνθεσις τοῦ ἔστιν ἐγένετο· οὐδὲ γὰρ τῷ ‘Σωκράτης περιπατεῖ ἢ φιλοσοφεῖ’ συντίθεται τὸ ἔστιν ὡς ἐν τῷ ‘φιλόσοφός ἐστιν ἢ φιλοσοφῶν ἐστιν’, ἀλλ’ ὅπου μὲν δυνάμει ἐστίν, ὅπου δὲ ἐνεργείᾳ, ἀναλυομένου τοῦ ‘περιπατεῖ’ εἰς τὸ ‘περιπατῶν ἐστιν’. ἐπὶ μέντοι τῶν μετὰ τρόπου προυποκειμένων τῶν τὸ ἔστι τρίτον προσκατηγορούμενον ἐχουσῶν προτάσεων ἐπισυντίθεται αὐταῖς ὁ τρόπος, οἷον Σωκράτης φιλόσοφός ἐστιν, ἐνδεχόμενόν ἐστι Σωκράτην φιλόσοφον εἶναι. ὥστε τῷ ἔστιν ἐπισυντίθεται ὁ τρόπος, οὐκοῦν καὶ τὸ ἔστι τῷ τρόπῳ· τὸ γὰρ συντιθέμενον συντιθεμένῳ συντίθεται.3 συντόμως ἄρα ἀπαγγεῖλαι βουλόμενος εἶπε τὸ προστιθεμένου ἢ διαιρουμένου τοῦ εἶναι ἢ μὴ εἶναι. τὸ μὲν γὰρ ἔστι καὶ προστίθεται καὶ ἀφαιρεῖται ταῖς προτάσεσιν, ὡς ἐπὶ τῶν ἄνευ τρόπου τῶν ἁπλῶν· καὶ συντίθεται δὲ καὶ διαιρεῖται, ὡς ἐπὶ τῶν λοιπῶν· ὁ δὲ τρόπος μόνος καὶ συντίθεται καὶ διαιρεῖται.
“随着‘是’或‘不是’被附加或被分割。” 对于这句短语,亚历山大和大多数注疏家作了较为朴素的解释:因为他说,〔亚里士多德〕通过这些词表示肯定前提和否定前提,通过说“被附加”表示肯定前提,通过“被分割”表示否定前提。然而这种解释与其说是真实的,不如说是过于朴素。因为肯定与否定是相互对立的,如果他想表达它们,本应通过相互对立的语词来做到这一点;但“附加”与“分割”并不是对立项:因为与附加相对立的是“去除”,而与分割相对立的是“结合”。因此,这种解释将没有立足之地。然而,那些更为严密的注疏家(如神圣的扬布里柯)则说,〔亚里士多德〕出于言辞简练,从两组对立中各取其一加以表述,同时也指明了每一组中的对立项;而这样做对他来说是习以为常的。因此将会有两组对立:附加、去除、结合、分割。通过这些,他向我们指明了在《解释篇》中所传授的所有前提;因为每一个前提具有的‘是’要么是被附加的,要么是被去除的,要么是被结合的,要么是被分割的。既然如此,让我们通过划分来这样把握前提。前提或者是不带模态的,或者是带有模态的;在不带模态的前提中,有些潜能地具有‘是’,如‘苏格拉底行走’,有些则现实地具有,如‘苏格拉底是哲学家’;在这两类中,有些是肯定的,有些是否定的。在带有模态的前提中(它们也现实地具有‘是’),有些是单纯的,有些是通过位换的,在每一类中又有些是肯定的,有些是否定的。因此,那些不带模态且潜能地具有‘是’的肯定前提,被说成经受了‘是’的去除,如‘苏格拉底行走’,因为完全的前提本是‘苏格拉底是行走着的’(动词实际上可分解为分词),‘是’由于紧缩而从其中被去除了;出于同样的原因,它们的否定前提被说成具有‘不是’的去除,如‘苏格拉底不行走’。而那些不带模态且现实地具有‘是’的肯定前提,被说成经受了‘是’的附加,如‘苏格拉底是哲学家’,因为严格意义上的谓项是‘哲学家’,但由于缺少动词的两个名词不能构成完整的语句,故而‘是’被附加进来,并非作为前提的一个组成部分,而是为了将各个项连接起来;出于同样的原因,它们的否定前提(如‘苏格拉底不是哲学家’)则具有‘不是’的附加。再次,带有模态的单纯肯定前提(如说‘苏格拉底行走是可能的’)被说成经受了‘是’的结合;而通过位换的[肯定前提]则[被说成经受了]‘不是’的结合,如‘苏格拉底不行走,或者不是行走着的,是可能的’。单纯前提的否定前提(如‘苏格拉底是哲学家不是可能的’)[具有]‘是’的分割;而通过位换的前提的否定前提(如‘苏格拉底不行走不是可能的’)则[具有]‘不是’的分割。带有模态的前提(无论是单纯的还是通过位换的肯定前提)之所以被说成具有‘是’或‘不是’的结合,是因为在‘是’预先存在于不带模态的前提中之后,模态随后附加其上,从而使得整个前提结合而成;而否定前提出于同样的原因具有‘是’或‘不是’的分割。但在不带模态的前提中并非如此;因为并不是在前提预先设定的情况下才发生‘是’的结合:因为‘是’并非像在‘是哲学家或是在从事哲学’中那样与‘苏格拉底行走或从事哲学’结合,而是在一处是潜能的,在另一处是现实的,这是由于‘行走’被分解为‘是行走着的’。然而在带有模态的前提中,当具有‘是’作为第三个附加谓项的前提预先被设定时,模态便随后与它们结合,例如:苏格拉底是哲学家,苏格拉底是哲学家是可能的。因此,模态随后与‘是’结合,从而‘是’也与模态结合;因为被结合之物是与同它结合之物相结合的。由此可见,由于他想要简明地表述,才说了“随着‘是’或‘不是’被附加或被分割”。因为‘是’在前提中既被附加也被去除,正如在不带模态的单纯前提中那样;并且它也被结合与被分割,正如在其余前提中那样;而唯独模态则是既被结合也被分割的。
- 1.17αὕτη δὲ ἁπλουστέρα μᾶλλόν ἐστιν ἢ ἀληθεστέρα ἡ ἐξήγησις
两个比较级形容词(ἁπλουστέρα 与 ἀληθεστέρα)由连词 ἤ 连接,并由 μᾶλλον 加以强化,表示两种性质之间的权衡对比(“与其说是真实的,不如说是过于朴素”)。语序上,主语 ἡ ἐξήγησις 被置于句末附近,凸显了述谓部分。
- 1.17διὰ βραχυλογίαν ἐξ ἑκατέρας ἀντιθέσεως ἓν εἰπὼν καὶ τὸ ἀντικείμενον ἑκατέρας ἐδήλωσε
分词 εἰπών 作为手段或方式分词修饰主动词 ἐδήλωσε 的主语(亚里士多德)。介词短语 διὰ βραχυλογίαν 置于句首表示动机,καί 具有“亦/也”之意,强调 τὸ ἀντικείμενον,整体骨架为:“通过从每一组对立中陈述一项,他也指明了各自的对立项”。
- 1.17τὸ γὰρ συντιθέμενον συντιθεμένῳ συντίθεται
中被动态现在分词中性单数主格 τὸ συντιθέμενον 作主语,与格 συντιθεμένῳ 表示与之结合的相对方(关联合并与格),动词 συντίθεται 作谓语:“被结合之物是与同它结合之物相结合的”,体现了结合关系的对称性与相互性。
