- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:265.22-267.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯阐明,当中项插入中间时,结论数量的增加与从外部添加时相同,指出这适当地针对两条前提的情况;随后他解释了随着词项的增加,结论的数量如何迅速超过词项及纯粹前提的数量,并总结了在各个推论格中所能证明的命题种类及其式数。
" Κἂν εἰς τὸ μέσον δὲ παρεμπίπτῃ, τὸν αὐτὸν τρόπον· πρὸς ἕνα γὰρ μόνον οὐ ποιεῖ συλλογισμόν." Ὑποθέμενος ἔξωθεν προστιθέμενον τὸν ὅρον νῦν φησιν ὅτι, κἂν εἰς τὸ μέσον προστεθῇ, τὸ αὐτὸ πάλιν συμβήσεται, τουτέστιν ἑνὶ ἐλάττω τῶν προκειμένων ὅρων συμβήσεται συμπεράσματα. εἰ γὰρ τὸ Ε μεταξὺ τῶν ἄλλων προστεθῇ, οἷον τῶν ΒΓ, πάλιν ἔσται τρία τὰ προστιθέμενα συμπεράσματα, τοῦ Α πρὸς τὸ Ε καὶ τοῦ Β πρὸς τὸ Γ καὶ τοῦ Ε πρὸς τὸ Δ· τούτων δὲ οὐδὲν ἦν ἐξ ἀρχῆς, ἀλλὰ τοῦ Α πρὸς τὸ Γ καὶ τοῦ Β πρὸς τὸ Δ καὶ τοῦ Α πρὸς τὸ Δ. ἐπειδὴ δέ φησιν ὁ Ἀριστοτέλης ὅτι πρὸς ἕνα γὰρ μόνον οὐ ποιεῖ συλλογισμόν, ἀνάγκη ἡμᾶς ἐκλαβεῖν τοῦτο ὡς ἐπὶ δύο προτάσεων γυμναζομένου τοῦ λόγου.1 δύο γὰρ οὐσῶν προτάσεων ἐὰν εἰς τὸ μέσον παρεμπέσῃ ὅρος, τῷ ἑτέρῳ μόνον διαστήματι αἴτιος 〈οὐ〉 γίνεται τοῦ ποιῆσαι συμπέρασμα, οἷον τῷ ΒΓ· μέσον γὰρ τοῦ ΑΒ τεθὲν τὸ Ε ἐποίησε τοῦ Α πρὸς τὸ Β συμπέρασμα· εἰ δὲ πρὸς τὸ ἓν μόνον διάστημα οὐ ποιεῖ συμπέρασμα, πρὸς τὸ ἕτερον ποιήσει δηλονότι. ἐπεὶ ἐὰν μὴ ὡς ἐπὶ δύο προτάσεων λάβωμεν ἀλλ’ ὡς ἐπὶ πλειόνων, ψευδὴς ἔσται ὁ λόγος. ἐκκείσθωσαν γὰρ πάλιν τεσσάρων ὅρων ὄντων τῶν ΑΒΓΔ τρεῖς προτάσεις, παρεμπιπτέτω δὲ τὸ Ε μεταξὺ τοῦ ΒΓ· δῆλον ἄρα ὅτι ἑνὶ μὲν διαστήματι αἴτιος γίνεται ὁ παρεμπεσὼν τοῦ ποιῆσαι συμπέρασμα, τῷ ΒΓ· πρὸς δὲ τὰ λοιπὰ διαστήματα οὐ ποιήσει, λέγω δὴ τὸ ΑΒ καὶ ΓΔ. ὁμοίως δὲ ἔτι πλείοσιν οὐ ποιήσει, ἐὰν ὦσι πλείονα τὰ διαστήματα.
“而且即使插入到中间,也是同样的方式;因为只有对一个它才不产生推论。” 在假定了词项是从外部添加之后,他现在说,即使被添加到中间,同样的结果也会再次发生,也就是说,所得出的结论将比给定的词项少一个。因为如果Ε被添加到其余词项之间,例如Β与Γ之间,那么所添加的结论将再次是三个,即Α对Ε的、Β对Γ的、以及Ε对Δ的;而这些在最初一个都没有,反而存在的是Α对Γ的、Β对Δ的、以及Α对Δ的。但是,既然亚里士多德说“因为只有对一个它才不产生推论”,我们必然要把这理解为:该论述是在针对两条前提的情形下展开的。因为在有两条前提的情况下,如果一个词项插入到中间,它就仅对另一间隔〈不〉会成为得出结论的原因,例如对ΒΓ;因为置于ΑΒ中间的Ε产生了一个Α对Β的结论;而如果它仅对一个间隔不得出结论,显然它将对另一个得出结论。因为如果我们不理解为针对两条前提的情形,而是理解为针对更多前提的情形,该论述将是虚假的。因为再次假定有四个词项Α、Β、Γ、Δ时给出了三条前提,且Ε插入在Β与Γ之间;那么显而易见,插入的词项成为对一个间隔(即ΒΓ)得出结论的原因;但对于其余的间隔(我是说ΑΒ和ΓΔ),它将不产生结论。同样,如果间隔更多,它对更多的间隔将不产生结论。
"Ὥστε πολὺ πλείω τὰ συμπεράσματα καὶ τῶν ὅρων ἔσται καὶ τῶν προτάσεων." Ἐὰν ὑπόκεινται ἐξ ἀρχῆς τέσσαρες ὅροι, δῆλον ὅτι προτάσεις μὲν τρεῖς εἰσι, συμπεράσματα δὲ τρία, τοῦ Α πρὸς τὸ Γ καὶ τοῦ Β πρὸς τὸ Δ καὶ τοῦ Α πάλιν πρὸς τὸ Δ. ἐὰν δὲ προστεθῇ ἕτερος ὅρος, οἷον τὸ Ε, προστίθενται ἄλλα τρία συμπεράσματα, τοῦ Α πρὸς 〈τὸ〉 Ε καὶ τοῦ Β πρὸς τὸ Ε καὶ τοῦ Γ πρὸς τὸ Ε, ὥστε γίνεσθαι τὰ πάντα συμπεράσματα ἕξ· εἰσὶ δὲ οἱ πάντες ὅροι πέντε, προτάσεις δὲ τέσσαρες. πλείω ἄρα τὰ συμπεράσματα καὶ τῶν ὅρων καὶ τῶν προτάσεων. καὶ ὅσῳ προστίθεμεν ὅρον, τοσούτῳ αὔξομεν τὰ συμπεράσματα· ἕκτου γοῦν ὅρου προστεθέντος γίνονται συμπεράσματα δέκα, ἑβδόμου δεκαπέντε, ὥστε ἅμα τῶν προτάσεών τε καὶ τῶν ὅρων πλείω εἶναι· ὅροι μὲν γὰρ ἑπτά, προτάσεις δὲ ἕξ, ὡς γίνεσθαι τὰ πάντα δεκατρία, συμπεράσματα δὲ δεκαπέντε. καὶ οὕτως ἀεὶ προστιθεμένου ὅρου αὔξεται τῶν συμπερασμάτων ὁ ἀριθμός. πλείονα δὲ δῆλον ὅτι τὰ συμπεράσματα λέγομεν τῶν μόνως προτάσεων τῶν μὴ ποτὲ μὲν συμπερασμάτων ποτὲ δὲ ὡς προτάσεων λαμβανομένων·2 πρὸς γὰρ τὴν κατασκευὴν τοῦ δευτέρου συμπεράσματος τὸ προλαβὸν συμπέρασμα πρότασις γίνεται. οἷον συμπεράναντες τὸ Α πρὸς τὸ Γ, εἰ βουλόμεθα πάλιν τὸ Α πρὸς τὸ Δ συμπερᾶναι, λαμβάνομεν πρότασιν τὴν ΑΓ, ἥτις ἦν πρὸ τούτου συμπέρασμα, καὶ τὴν ΓΔ· πάλιν ἐὰν πρὸς τὸ Ε τὸ Α βουλώμεθα συμπερᾶναι, λαμβάνομεν τὴν ΑΔ πρότασιν, ἥτις ἦν συμπέρασμα, καὶ τὴν ΔΕ· καὶ οὕτως ἐπὶ πάντων. ὥστε ταύτῃ οὐ πλείω τὰ συμπεράσματα τῶν προτάσεων, ἀεὶ τῶν προηγουμένων συμπερασμάτων προτάσεων γινομένων, ἀλλ’ ἀεὶ ἡμίση· δεῖ γὰρ καθ’ ἕκαστον συμπέρασμα προτάσεις δύο λαμβάνειν. ἀλλ’ ὁ Ἀριστοτέλης, ὡς εἶπον, τῶν μόνως προτάσεων πλείω λέγει εἶναι τὰ συμπεράσματα.
“因此结论将远多于词项和前提。” 如果最初假定有四个词项,显而易见前提是三条,而结论是三个,即Α对Γ的、Β对Δ的、以及再次Α对Δ的。但是如果增加了另一个词项,例如Ε,就增加了另外三个结论,即Α对Ε的、Β对Ε的、以及Γ对Ε的,从而所有的结论成为六个;但是所有的词项是五个,前提是四条。因此结论多于词项,也多于前提。并且我们每增加一个词项,就相应地增加结论;无论如何,当增加了第六个词项时,结论成为十个;当增加了第七个时,成为十五个,从而比前提和词项的总和还要多;因为词项是七个,前提是六条,总共是十三,而结论是十五个。并且这样一来,随着词项的不断增加,结论的数目始终在增加。但是显而易见,我们说结论多于前提,是相对于仅仅作为前提的那些而言的,即不曾有时作为结论、有时作为前提被取用的那些;因为为了确立第二个结论,先前获得的结论会变成前提。比如,得出Α对Γ的结论之后,如果我们想再次得出Α对Δ的结论,我们把此前曾是结论的ΑΓ以及ΓΔ作为前提;再次,如果我们想得出Α对Ε的结论,我们把曾是结论的ΑΔ以及ΔΕ作为前提;对所有情况都同样如此。因此在这方面,既然先前的结论总是变成前提,结论并不多于前提,而是始终为其一半;因为对每一个结论都必须取两条前提。但是亚里士多德如我所说,是说结论多于纯粹作为前提的那些。
"Ἐπεὶ δ’ ἔχομεν περὶ ὧν οἱ συλλογισμοί." Δηλονότι περὶ τῶν προβλημάτων. καὶ ποῖον ἐν ἑκάστῳ σχήματι, τουτέστι συμπέρασμα, ὅτι ἐν μὲν τῷ πρώτῳ πάντα, καὶ τὸ καθόλου καὶ τὸ μερικὸν καὶ τὸ καταφατικὸν καὶ 〈τὸ〉 ἀποφατικόν.
“既然我们掌握了推论所围绕的事物。” 显然是围绕课题。“以及在每一个格中是哪一种”,即哪一种结论:在第一格中所有种类都被证明,包括全称与特称、肯定与否定。
"Καὶ ποσαχῶς δείκνυται." Ὅτι τὸ μὲν καθόλου καταφατικὸν ἐν τῷ πρώτῳ μόνῳ καὶ ἑνὶ τρόπῳ· τὸ δὲ καθόλου ἀποφατικὸν καὶ ἐν τῷ πρώτῳ καὶ ἐν τῷ δευτέρῳ, καὶ ἐν μὲν τῷ πρώτῳ ἅπαξ, ἐν δὲ τῷ δευτέρῳ δίς· τὸ δὲ μερικὸν καταφατικὸν καὶ ἐν τῷ πρώτῳ καὶ ἐν τῷ τρίτῳ, καὶ ἐν μὲν τῷ πρώτῳ ἅπαξ, ἐν δὲ τῷ τρίτῳ τρίς· τὸ δὲ μερικὸν ἀποφατικὸν ἐν τοῖς τρισὶ σχήμασι, καὶ ἐν μὲν τῷ πρώτῳ ἅπαξ, ἐν δὲ τῷ δευτέρῳ δίς, ἐν δὲ τῷ τρίτῳ τρίς.
“以及以多少种方式被证明。” 即全称肯定只在第一格中且以一种方式被证明;全称否定则在第一格和第二格中都被证明,在第一格中一次,在第二格中两次;特称肯定在第一格和第三格中都被证明,在第一格中一次,在第三格中三次;特称否定则在三个格中都被证明,在第一格中一次,在第二格中两次,在第三格中三次。
- 2.242ὡς ἐπὶ δύο προτάσεων γυμναζομένου τοῦ λόγου
由 ὡς 引导的属格绝对结构,主语为 ὁ λόγος,表示限制性假定或阐释条件:“就该论述是在针对两条前提的情形下展开而言”。
- 2.243τῶν μόνως προτάσεων τῶν μὴ ποτὲ μὲν συμπερασμάτων ποτὲ δὲ ὡς προτάσεων λαμβανομένων
由比较级 πλείονα 所要求的比较属格。τῶν μόνως προτάσεων(“比纯粹作为前提的那些”)后接定语性质的冠词加分词短语 τῶν μὴ ... λαμβανομένων(“不是有时作为结论、有时作为前提被取用的那些”),对其进行同格限定修饰。
