- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:264.4-265.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯解释了在复合推论中词项添加的两种方式(置于外部或插入中间),阐明了前提与间隔的数目同一性、词项与前提奇偶性的交替规则,以及在外部增加一个词项时新产生的结论为何比原有词项少一个。
" Ὅταν δὲ διὰ προσυλλογισμῶν περαίνηται ἢ διὰ πλειόνων μέσων μὴ συνεχῶν." Δῆλον ὅτι τότε ἐστὶ τὸ διὰ προσυλλογισμῶν, ὅταν τὰς προτάσεις κατασκευάζοντες αὐτόθεν ἀγωγῇ συλλογιστικῇ χρησώμεθα. οἷον πόθεν ὅτι τὸ δίκαιον καλόν; λέγομεν οὕτως· τὸ δίκαιον τάξεως αἴτιον, τὸ τάξεως αἴτιον καλόν, τὸ δίκαιον ἄρα καλόν. τὸ δὲ διὰ πλειόνων μέσων, ὅταν σύνθετον ποιῶμεν τὸν συλλογισμόν, τάσσοντες μεταξὺ τοῦ δικαίου καὶ τοῦ καλοῦ τὸ τάξεως αἴτιον καὶ πάλιν τοῦ καλοῦ καὶ τοῦ ἀγαθοῦ τὸ ἐφετόν, εἶτα ἐφεξῆς πάσας τὰς προτάσεις ἐπισυνάπτωμεν, ὡς ἤδη εἴπομεν. τὸ δὲ μὴ συνεχῶν τοῦτ’ ἔστιν, ὅταν οἱ παραλαμβανόμενοι ὅροι ἔξωθεν μὴ συνεχεῖς ὦσιν ἀλλήλοις. οἷον παρελήφθησαν εἰς τὴν κατασκευὴν τοῦ ὅτι τὸ δίκαιον ἀγαθὸν δύο ὅροι, τὸ τάξεως αἴτιον καὶ τὸ ἐφετόν· ἀλλ’ οὗτοι οὐκ ἐφεξῆς ἀλλήλοις ἐτέθησαν ἀλλὰ παρ’ ἑκατέρα τοῦ μέσου ὅρου, λέγω δὴ τοῦ καλοῦ. πλὴν ὅσα ἐπὶ τῶν ἔξωθεν παρεμπιπτόντων ὅρων μὴ κατὰ συνέχειαν τιθεμένων ἕπεται, ταὐτὰ καὶ ἐπὶ τῶν κατὰ συνέχειαν τιθεμένων ἀπαραλλάκτως ἀκολουθεῖ. ἀλλ’ ὡς τοῦτο μᾶλλον ἀμφίβολον 〈ὂν〉 τέθεικεν ὁ Ἀριστοτέλης.1 τίθενται δὲ τῶν παρεμπιπτόντων ἔξωθεν ὅρων ἐφεξῆς οἱ τοιοῦτοι, ὡς ὅταν ὅτι τὸ καλὸν ἀγαθὸν διὰ μέσου τοῦ ἐφετοῦ καὶ τοῦ συμφέροντος κατασκευάζωμεν· τούτους γὰρ ἐφεξῆς τάττομεν· τὸ καλὸν ἐφετόν, τὸ ἐφετὸν συμφέρον, τὸ συμφέρον ἀγαθόν.
“然而,当它通过前推论或者通过若干不连续的中项得以完成时。” 显而易见,“通过前推论”的情况是指:当我们确立诸前提时,直接运用了推论程序。比如,从何处证明正义是美的?我们这样说:正义是秩序的原因,秩序的原因是美的,因此正义是美的。而“通过若干中项”的情况是指:当我们构造复合推论时,如我们先前所说,在正义与美之间安排秩序的原因,又在美与善之间安排值得追求的,然后相继连接所有前提。所谓“不连续”,是指从外部额外引入的诸词项彼此并不连续。比如,为了确立“正义是善的”,引入了两个词项:秩序的原因与值得追求的。但这两个词项并不是彼此相继放置的,而是放置在中项(我是说美)的两侧。不过,对于不按连续方式放置的外部插入词项所随之产生的结果,对于按连续方式放置的词项也毫无二致地同样产生;但亚里士多德之所以这样提出,是因为这种情况更具疑难。而外部插入的诸词项相继放置的情况,就如同我们通过值得追求的和有益的作为中项来确立美是善的一样;因为我们把它们相继排列:“美是值得追求的,值得追求的是有益的,有益的是善的”。
"Ἢ γὰρ ἔξωθεν ἢ εἰς τὸ μέσον τεθήσεται ὁ παρεμπίπτων ὅρος." Ἐὰν ἔχωμεν τρεῖς ὅρους ἐκκειμένους τοὺς ΑΒΓ καὶ δεώμεθα ἔξωθεν ἄλλου τινὸς ὅρου, πᾶσα ἀνάγκη τοῦτον ἢ ἔξωθεν τούτων τίθεσθαι, ἢ πρὸ τοῦ Α λέγω ἢ μετὰ τὸ Γ, ἢ μεταξὺ ἢ τοῦ ΑΒ ἢ τοῦ ΒΓ.
“因为插入的词项要么放在外部,要么放在中间。” 如果我们拥有给定的三个词项Α、Β、Γ,并且需要从外部引入另一个词项,那么这一词项要么放在它们外部——我是说放在Α之前或者放在Γ之后——要么放在中间,即放在Α与Β之间或者Β与Γ之间,这是绝对必然的。
"Αἱ δὲ προτάσεις ἴσαι τοῖς διαστήμασιν." Ἴσμεν ὅτι κατὰ ἄλλην μὲν διάνοιαν πρότασις τὸ αὐτό, κατὰ ἄλλην δὲ διάστημα καλεῖται, ὡς πόθεν ποῖ.2 ἐπειδὴ οὖν ταὐτὸν τῷ ὑποκειμένῳ, εἰκότως καὶ ἰσάριθμα.
“而前提等于间隔。” 我们知道,同一样东西根据一种观念被称为“前提”,而根据另一种观念被称为“间隔”,如同说“从何处到何处”。因此,既然在底层基底上是同一的,它们在数目上也相等就是合情合理的。
"Ἅμα γὰρ τῷ ὅρῳ μία προστίθεται πρότασις, ἂν ὁποθενοῦν προστεθῇ ὁ ὅρος. ὥστε ἐπεὶ αἱ μὲν ἄρτιαι οἱ δὲ περισσοὶ ἦσαν, ἀνάγκη παραλλάσσειν τῆς αὐτῆς προσθέσεως γινομένης." Κατασκευὴ τοῦ ὅτι ἀνάγκη τοὺς ὅρους ταῖς προτάσεσιν ἐνηλλαγμένως ἔχειν κατὰ τὸ ἄρτιον καὶ τὸ περιττόν. εἰ γὰρ τοῖς προκειμένοις ὅροις, φησίν, ἕτερος ὅρος προστεθῇ, ἐξ ἀνάγκης εὐθὺς καὶ ἑτέρα προστίθεται πρότασις· ἀνάγκη δὲ πᾶσα τῆς αὐτῆς προσθέσεως γενομένης τοῖς τε ὅροις καὶ ταῖς προτάσεσιν ἐναλλάττειν τούτους κατὰ τὸ ἄρτιον καὶ τὸ περιττόν. εἰ γάρ εἰσι τρεῖς ὅροι δύο δὲ προτάσεις, ὥστε αἱ μὲν προτάσεις ἄρτιαι οἱ δὲ ὅροι περιττοί, προσετέθη ἕτερος ὅρος καὶ διὰ τοῦτο καὶ πρότασις ἑτέρα, ὥστε γεγόνασιν ἐναλλὰξ αἱ μὲν προτάσεις περιτταί, τρεῖς γάρ, οἱ δὲ ὅροι ἄρτιοι, τέσσαρες γάρ.
“因为随着词项的增加,一条前提也被增加,无论该词项从何处被增加。因此,既然一者曾经是偶数而另一者曾经是奇数,那么在进行了相同的增加时,它们必然发生交替。” 这是对词项与前提在奇偶性上必然交替相关的论证。因为他说,如果在给定的词项之外增加了另一个词项,必然立刻也增加了另一条前提;而当对词项和前提进行了相同的增加时,它们在奇偶性上交替发生变化是绝对必然的。因为如果有三个词项和两条前提,从而前提是偶数而词项是奇数,此时增加了另一个词项,并因此也增加了另一条前提,从而交替地,前提变成了奇数(因为有三条),而词项变成了偶数(因为有四个)。
"Πρὸς μόνον γὰρ τὸν ἔσχατον οὐ ποιεῖ συμπέρασμα." Ὑποτιθέμενος ἔξωθεν προστιθέμενον τὸν ὅρον τοῦτο λέγει. ὅτι, φησίν, ἑνὸς ὅρου προστεθέντος ἀνάγκη ἑνὶ ἐλάττω τῶν προϋπαρχόντων ὅρων προστίθεσθαι συμπεράσματα, δῆλον ἐντεῦθεν· δίχα γὰρ μόνου τοῦ ἐσχάτου, μεθ’ ὃν κεῖται ὁ προστεθείς, εἴτε ἐν ἀρχῇ εἴτε ἐν τῷ τέλει, [ἐπεὶ] πρὸς τοὺς ἄλλους πάντας ποιεῖ συμπεράσματα.3 ὑποκείσθωσαν γὰρ ὅροι τέσσαρες, ΑΒΓΔ, εἶτα προστιθέσθω ὁ Ε· δῆλον ἄρα ὅτι δυνατὸν συμπερᾶναι πρὸς αὐτὸν πάντας τοὺς ἄλλους δίχα τοῦ ἐσχάτου, λέγω δὴ τοῦ Δ.
“因为只有对最末端的词项,它才不得出结论。” 他是在假定词项是从外部添加的前提下说这话的。他说,当增加一个词项时,必然增加比先前存在的词项少一个的结论,这一点从以下事实中显而易见:因为除了所添加的词项紧邻其旁放置的唯一末端词项之外(无论是在开端还是在末尾),它对其余所有词项都得出结论。因为假定有四个词项Α、Β、Γ、Δ,然后添加Ε;那么显而易见,除了末端词项(我是说Δ)之外,对于其余所有词项都可能与它得出结论。
- 2.237ἀλλ’ ὡς τοῦτο μᾶλλον ἀμφίβολον 〈ὂν〉 τέθεικεν ὁ Ἀριστοτέλης.
该句由 ὡς 搭配校订者补入的分词 ὄν 构成,表示亚里士多德特意提出不连续插入项的原因(“作为更具疑难者”)。主语为 ὁ Ἀριστοτέλης,谓语动词为 τέθεικεν,代词 τοῦτο 指代前文所述非连续放置的外部插入词项。
- 2.239ὡς πόθεν ποῖ
由疑问副词并列构成的习用表达(“如同从何处到何处”),充当副词性修饰语,用以具体说明介词短语 κατὰ ἄλλην δὲ [διάνοιαν] διάστημα(“根据另一种观念被称为间隔”)。
- 2.241δίχα γὰρ μόνου τοῦ ἐσχάτου, μεθ’ ὃν κεῖται ὁ προστεθείς, εἴτε ἐν ἀρχῇ εἴτε ἐν τῷ τέλει, [ἐπεὶ] πρὸς τοὺς ἄλλους πάντας ποιεῖ συμπεράσματα.
校订者将 ἐπεὶ 作为衍文予以删除,主句动词为 ποιεῖ,其主语为 ὁ προστεθείς(添加的词项)。关系代词短语 μεθ’ ὃν 的先行词为紧邻的 τοῦ ἐσχάτου,插入语 εἴτε ἐν ἀρχῇ εἴτε ἐν τῷ τέλει 说明添加词项所处的位置。整体骨架为:“添加的词项除了唯一的末端词项之外,对其余所有词项都得出结论”。
