← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§262.22-264.3

推论中前提、词项与结论的数量关系

菲洛波庞注疏亚里士多德《前分析篇》42a28–42b1,指出了抄本中的一处文本讹误(应为ΑΒ而非ΓΔ),并阐明了简单推论中前提数(偶数)、词项数(奇数)与结论数之间的数量关系,以及复合推论(前推论链条)中这些数量的递增规律。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.233

" Εἰ δὲ μὴ γίνεται ἐκ τῶν ΓΔ μηδὲν συμπέρασμα." Ταύτης ἕνεκεν τῆς λέξεως ἐπεσημηνάμην ἀνωτέρω· δῆλον γὰρ ὅτι περὶ τῶν ΑΒ ὁ λόγος. ὑποθέμενος γὰρ ἀνωτέρω τὰ ΑΒ συνάγοντα τὸ Ε τὰ πρὸ μικροῦ εἰπὼν “εἰ δὲ ἐκ τῶν ΑΒ μὴ τὸ Ε ἀλλ’ ἄλλο τι γίνεται συμπέρασμα” ἀκόλουθον ἦν ἐπαγαγεῖν1 εἰ δὲ μὴ γίνεται ἐκ τῶν ΑΒ μηδὲν συμπέρασμα. ἔχει δὲ ἡ λέξις ΓΔ, ὥστε δῆλον ὅτι ἡμάρτηται.

“但如果从ΓΔ得不出任何结论。” 正是由于这个措辞,我才在上文作了注记;因为显而易见,论述所针对的是ΑΒ。因为他在上文假设了ΑΒ推导出Ε,并且在不久前说过“但如果从ΑΒ得出的不是Ε而是某种别的结论”,那么顺理成章地应当接着说“但如果从ΑΒ得不出任何结论”。然而文句中却是“ΓΔ”,因此显而易见这里出现了讹误。

§2.234

"Εἰ μὴ προσλαμβάνοιτό τι, καθάπερ ἐν τοῖς ἐξ ἀρχῆς ἐλέχθη, πρὸς τὴν τελείωσιν τῶν συλλογισμῶν." Τουτέστιν εἰ μὴ δι’ ἐπαγωγῆς ἢ διὰ προσυλλογισμοῦ τὰς προτάσεις κατασκευάσομεν.

“除非为了完成这些推论,如在最初所说的那样,还需要附加某些东西。” 这就是说,除非我们通过归纳或通过前推论来确立这些前提。

§2.235

"Φανερὸν οὖν ὡς ἐν ᾧ λόγῳ συλλογιστικῷ μὴ ἄρτιαί εἰσιν αἱ προτάσεις δι’ ὧν γίνεται τὸ συμπέρασμα τὸ κύριον (ἔνια γὰρ τῶν ἄνωθεν συμπερασμάτων ἀναγκαῖον εἶναι προτάσεις), οὗτος ὁ λόγος2 ἢ οὐ συλλελόγισται ἢ πλείω τῶν ἀναγκαίων ἠρώτηκε πρὸς τὴν θέσιν." Εἰ δέδεικται ὅτι αἱ συνεκτικώταται τοῦ συλλογισμοῦ προτάσεις δύο εἰσί (τῶν γὰρ προσυλλογισμῶν δῆλον ὅτι τὰ συμπεράσματα προτάσεις τοῦ προκειμένου συλλογισμοῦ γίνονται), ἀνάγκη ἄρα, ἐν ᾧ συλλογισμῷ πλείους εἰσὶ τῶν δύο προτάσεις, τοῦτον ἢ μηδὲ ὅλως εἶναι συλλογισμόν, οἷον εἰ λέγοιμι ‘ὁ ἵππος ζῷον, ὁ κύων τετράπους, ὁ ἄνθρωπος δίπουν’, ἢ πλείω τῶν ἀναγκαίων καὶ συνεκτικωτάτων τοῦ προκειμένου συλλογιζόμενος ᾔτησε παρὰ τοῦ προσδιαλεγομένου. οἷον εἰ βουλόμενος δεῖξαι ὅτι ὁ ἄνθρωπος οὐσία εἴπω ὅτι ὁ ἄνθρωπος γελαστικόν, τὸ γελαστικὸν ζῷον, τὸ ζῷον οὐσία, ὁ ἄνθρωπος ἄρα οὐσία· δῆλον γὰρ ὅτι περιττὴ ἡ τοῦ γελαστικοῦ πρόσθεσις· ἤρκει γὰρ ζῷον εἰπόντα δεῖξαι αὐτόθεν ὅτι οὐσία.

“因此显而易见,在任何推论性论述中,如果借以得出主要结论的前提不是偶数(因为在先结论中的某些必然构成前提),那么这种论述要么根本没有推论,要么针对论题询问了多于必需的内容。” 如果已经表明推论中最核心的前提是两条(因为显而易见,前推论的结论构成了所提推论的前提),那么必然地,在任何具有多于两条前提的推论中,它要么完全不是推论——比如我说“马是动物,狗是四足的,人是两足的” ——要么就是推论者向对话者要求了多于所提论题所必需且最核心的内容。比如想要证明人是实体,我说“人是能笑的,能笑的是动物,动物是实体,因此人是实体”;因为显而易见,添加“能笑的”是多余的;因为只要说了“动物”,就足以直接证明人是实体。

§2.236

"Κατὰ μὲν οὖν τὰς κυρίας προτάσεις λαμβανομένων τῶν συλλογισμῶν ἅπας ἔσται συλλογισμὸς ἐκ προτάσεων μὲν ἀρτίων ἐξ ὅρων δὲ περισσῶν." Τὸ προκείμενον διὰ τούτων δεῖξαι ὅπως ἔχουσι πρὸς ἀλλήλας κατὰ τὸν ἀριθμὸν οἵ τε ὅροι καὶ αἱ προτάσεις καὶ τὰ συμπεράσματα. φησὶν οὖν ὅτι, ἐὰν τὰς κυριωτάτας λάβωμεν τοῦ συλλογισμοῦ προτάσεις, αἱ μὲν προτάσεις ἄρτιαι ἔσονται, οἱ δὲ ὅροι περισσοί, τουτέστι δύο μὲν αἱ προτάσεις, τρεῖς δὲ οἱ ὅροι. τὰ δὲ συμπεράσματα ἡμίση τῶν προτάσεων, τουτέστιν ἕν ἐστι τούτων τὸ συμπέρασμα· τῶν γὰρ προτάσεων δύο οὐσῶν τὸ ἥμισυ τούτων ἓν δηλονότι. ἐὰν δὲ διὰ προσυλλογισμῶν κατασκευάζωμεν 〈ἢ〉 σύνθετος ᾖ ὁ συλλογισμός, τουτέστιν ἐὰν τῶν προσυλλογισμῶν τὰ συμπεράσματα ἐπισυνάψαντες οὕτω προάγωμεν τὸν λόγον, οἷον τὸ δίκαιον τάξεως αἴτιον, τὸ τάξεως αἴτιον καλόν, τὸ καλὸν ἐφετόν, τὸ ἐφετὸν ἀγαθόν, τὸ δίκαιον ἄρα ἀγαθόν, ὁμοίως, φησίν, οἱ μὲν ὅροι ἑνὶ πλείους εἰσὶ τῶν προτάσεων, οὐκέτι δὲ πάντως οἱ μὲν ὅροι περιττοί, ἄρτιαι δὲ αἱ προτάσεις. καθόλου δὲ ἀντικειμένως ἔχουσι· τῶν γὰρ ὅρων περιττῶν ὄντων αἱ προτάσεις ἄρτιαί εἰσι καὶ ἐναλλάξ. τὰ δὲ συμπεράσματα, φησίν, ἐν τούτοις οὐκέτι τὴν αὐτὴν ἔχει τάξιν· οὐ γὰρ ἡμίση ἐστὶ τῶν προτάσεων, ἀλλὰ πολλῷ πλείονα καὶ τῶν ὅρων καὶ τῶν προτάσεων. τοῖς γὰρ ἐξ ἀρχῆς, φησί, συμπεράσμασιν ὑποκειμένοις ἑνὶ ἐλάττω τῶν ὑπαρχόντων ὅρων προστίθεται συμπεράσματα.3 ὃ δὲ λέγει τοῦτό ἐστιν· ἐὰν ὦσι τρεῖς ὅροι, τὸ Α, τὸ Β, τὸ Γ, ἓν ποιοῦσι συμπέρασμα τοῦ Α πρὸς τὸ Γ· ἐὰν 〈οὖν〉 προστεθῇ ἕτερος ὅρος, οἷον τὸ Δ, τῶν προυπαρχόντων ὅρων (ἦσαν δὲ τρεῖς, τὸ Α, τὸ Β, τὸ Γ) ἑνὶ ἐλάττω ἕτερα προστίθεται συμπεράσματα, τουτέστι δύο, ὥστε εἶναι τὰ πάντα τρία συμπεράσματα· ἦν γὰρ ἐξ ἀρχῆς τοῦ Α πρὸς τὸ Γ· γίνεται νῦν καὶ τοῦ Β πρὸς τὸ Δ καὶ τοῦ Α πρὸς τὸ Δ. ἡ αὐτὴ ἀκολουθία ἐπὶ πάντων ἀεὶ τῶν προστιθεμένων ὅρων.

“因此,就主要前提来选取推论而言,每一个推论都将由偶数的前提和奇数的词项组成。” 通过这些话所要表明的课题是:词项、前提和结论在数目上彼此具有怎样的关系。因此他说,如果我们选取推论的最主要前提,那么前提将是偶数,而词项将是奇数,也就是说,前提有两条,词项有三个;而结论是前提的一半,也就是说,它们的结论是一个;因为前提既然是两条,它们的一半显然就是一个。但如果我们通过前推论来确立,或者推论是复合的——也就是说,如果我们把前推论的结论连接起来,从而这样展开论述,比如“正义是秩序的原因,秩序的原因是美的,美的是值得追求的,值得追求的是善的,因此正义是善的”——他说,同样地,词项比前提多一个,但不再必然是词项为奇数而前提为偶数。然而普遍而言,它们具有相反的关系:因为当词项为奇数时,前提为偶数,反之亦然。但他说道,在这些推论中,结论不再具有相同的次序;因为它们不是前提的一半,而是远远多于词项和前提。因为他说,在从最初就设定的结论之外,还会增加比现存词项少一个的结论。而他的意思如下:如果有三个词项,即Α、Β、Γ,它们构成一个关于Α相对于Γ的结论;那么,如果添加了另一个词项,比如Δ,就会增加比先前存在的词项(先前有三个,即Α、Β、Γ)少一个的其他结论,也就是两个,从而总共有三个结论;因为最初就存在Α相对于Γ的结论,现在又产生了Β相对于Δ的结论以及Α相对于Δ的结论。对于所有不断增加的词项,始终遵循这一相同的次序。

语法注3 条
  1. 2.233ἀκόλουθον ἦν ἐπαγαγεῖν

    非人称过去时表达 ἀκόλουθον ἦν(“顺理成章地应当接着说……”)以先行的分词短语 ὑποθέμενος ... καὶ εἰπών(“设立了假设……并且说了……”)作为背景条件,并由不定式 ἐπαγαγεῖν 充当其实质主语。这一句式结构构成了菲洛波诺斯进行版本校勘的论据,说明依上下文理此处必为ΑΒ而非ΓΔ。

  2. 2.235ἐν ᾧ λόγῳ συλλογιστικῷ μὴ ἄρτιαί εἰσιν αἱ προτάσεις δι’ ὧν γίνεται τὸ συμπέρασμα τὸ κύριον ... οὗτος ὁ λόγος

    这是一个先行词被吸收到关系从句中的前置关系从句结构(ἐν ᾧ λόγῳ συλλογιστικῷ ...),并在主句开头由指示代词短语 οὗτος ὁ λόγος 加以承接和呼应。其骨架为:“在任何……的推论性论述中,这种论述要么……”

  3. 2.236τοῖς γὰρ ἐξ ἀρχῆς, φησί, συμπεράσμασιν ὑποκειμένοις ἑνὶ ἐλάττω τῶν ὑπαρχόντων ὅρων προστίθεται συμπεράσματα

    在动词 προστίθεται(“被增加/加上”)的结构中,τοῖς ... συμπεράσμασιν ὑποκειμένοις 作与格间接宾语(“在最初设定的结论之外”),句末的 συμπεράσματα 作语法主语。数量短语 ἑνὶ ἐλάττω τῶν ὑπαρχόντων ὅρων(“比现存词项少一个的”)修饰主语 συμπεράσματα,其中 ἑνί 是表示差异程度的与格,τῶν ὑπαρχόντων ὅρων 是比较属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:262.22-264.3