← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§261.1-262.21

前提的包容关系与引入多余前提的例外

注疏亚里士多德《前分析篇》42a9–42a23,讨论推论中前提的包容关系,阐释看似多余的前提被引入的例外情形(归纳、隐瞒结论以及修辞润色),并指出文本中一处古老的手抄本讹误。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.229

" Οὐκοῦν ἀνάγκη τι αὐτῶν ἄλλο πρὸς ἄλλο εἰλῆφθαι, τὸ μὲν ὡς ὅλον τὸ δ’ ὡς μέρος.1" Ἀντὶ τοῦ τὴν μὲν περιέχειν τῶν προτάσεων τὴν δὲ περιέχεσθαι. περιέχει δὲ ἡ μείζων, ἡ δὲ ἐλάττων περιέχεται· ἐὰν γὰρ εἴπω ὅτι οὐσία παντὶ ζῴῳ, ζῷον παντὶ ἀνθρώπῳ, δῆλον ὅτι περιεκτικωτέρα τε καὶ καθολικωτέρα ἡ μείζων ἡ λέγουσα ‘οὐσία παντὶ ζῴῳ’· ἔχει γὰρ τὸν μείζονα ὅρον, τὴν οὐσίαν, ὃς περιέχει καὶ τὸ ζῷον καὶ τὸν ἄνθρωπον.

“因此,它们之中必然有某一个相对于另一个被取定,一者作为整体,另一者作为部分。” 这是用以代替说:前提中的一者包容,另一者被包容。而且大前提包容,小前提被包容;因为如果我说实体属于一切动物,动物属于一切人,显而易见,说“实体属于一切动物”的大前提更为包容且更为普遍;因为它包含了大项即实体,而实体既包容动物也包容人。

§2.230

"Καὶ εἰ μὲν τὸ Ε ἢ τῶν ΑΒ θάτερον, ἢ πλείους ἔσονται οἱ συλλογισμοί, ἢ ὡς ἐνεδέχετο τὸ αὐτὸ διὰ πλειόνων ὅρων περαίνεσθαι συμβαίνει." Πλείους μὲν οὖν γίνονται, ἐὰν τῶν ΑΒ θάτερον, διότι καὶ τὰ συμπεράσματα ἕτερα· τὸ δὲ ἢ ὡς ἐνεδέχετο τὸ αὐτὸ διὰ πλειόνων ὅρων περαίνεσθαι, ἐὰν τὸ Ε συνάγωσι. σημαίνει δὲ αὐτὸ τοῦτο τάς τε διὰ διαφόρων μέσων τὸ αὐτὸ συναγούσας προτάσεις καὶ τὰς διὰ διαφόρων μὲν μέσων διὰ πλειόνων δὲ σχημάτων ὁμοίως τὸ αὐτὸ συναγούσας συμπέρασμα. ὅτι δὲ καὶ ἐν τοῖς τοιούτοις πλείονες οἱ συλλογισμοί, εἴπομεν ἤδη.

“而如果[它们推导出]Ε或者ΑΒ中的一者,要么推论将是多个,要么就会出现原本可能通过更多词项来得出同一[结论]的情况。” 因此,如果[推导出]ΑΒ中的一者,推论就成为多个,因为结论也是不同的;而所谓“要么就会出现原本可能通过更多词项来得出同一[结论]的情况”,是指如果它们推导出Ε。而这本身既指通过不同中项推导出同一结果的前提,也指通过不同中项但在更多格中同样推导出同一结论的前提。至于在这种情况下推论也是多个,我们此前已经说明过了。

§2.231

"Εἰ δὲ μὴ οὕτως ἔχοι τὸ Γ πρὸς τὸ Δ ὥστε ποιεῖν συλλογισμόν, μάτην ἔσται εἰλημμένα." Ἐπισημειωτέον τῇ λέξει. ὑποθέμενος γὰρ ἐπὶ τῶν ΓΔ προτάσεων πάσας τὰς ἄλλας ὑποθέσεις, ἢ γὰρ ἔχουσι, φησί, σχέσιν πρὸς ἀλλήλας ἢ οὐκ ἔχουσι· καὶ εἰ μὲν ἔχουσιν, ἢ τὸ Ε συνάγουσιν ἢ τῶν ΑΒ θάτερον ἢ ἄλλο τι παρὰ ταῦτα. ταῦτα οὖν πάντα ὑπέθετο. νῦν δὲ ὑποτίθεται ὅτι, εἰ μὴ ἔχουσι σχέσιν, οὐδὲ συμπεραίνουσί τι. ἐπεσημειωσάμην δὲ τοῦτο, ὅτι ὑποκατιὼν καὶ τὰς λοιπὰς ὑποθέσεις ἐπὶ τοῦ ΑΒ γυμνάζων (μόνον γὰρ γυμνάζων τὸ ΑΒ τὸ Ε τέως ὑπέθετο) ἐπάγει μὴ γίνεσθαι ἐκ τῶν ΓΔ μηδὲν συμπέρασμα, δέον εἰπεῖν2 ‘ἐκ τῶν ΑΒ’· ἤδη γὰρ ἐνταῦθα ὑπέθετο τὸ ΓΔ μηδὲν συμπεραῖνον. δῆλον ἄρα ὅτι γραφικὸν ἄνωθέν ἐστι τὸ σφάλμα· πάντα γὰρ τὰ βιβλία οὕτως ἔχουσιν.

“但如果Γ与Δ的关系不足以构成推论,那么它们就是被徒然采纳的。” 对此措辞应当予以注意。因为在就ΓΔ前提设立了所有其他假设之后——他说,因为它们要么彼此具有关联,要么不具有;而如果具有,它们要么推导出Ε,要么推导出ΑΒ中的一者,要么推导出除这些之外的某种别的东西;于是他假设了所有这些情况。但现在他假设,如果它们不具有关联,它们也就得不出任何结论。而我之所以注意到这一点,是因为他在下文中探讨关于ΑΒ的其余假设时(因为此前探讨ΑΒ时他仅假设了Ε),添加了从ΓΔ得不出任何结论,而这本应当说“从ΑΒ得不出”;因为在这里他已经假设了ΓΔ得不出任何结论。显而易见,这个错误是自古传下来的抄本讹误;因为所有的手抄本都是这样写的。

§2.232

"Εἰ μὴ ἐπαγωγῆς ἢ κρύψεως ἤ τινος ἄλλου τῶν τοιούτων χάριν." Ἐάν, φησί, τῶν ΑΒ σχέσιν ἐχουσῶν πρὸς ἀλλήλας καὶ διὰ τοῦτο συναγουσῶν τι συμπέρασμα αἱ ΓΔ προτάσεις ἄσχετοι ὦσι, μάτην εἰλημμέναι ἔσονται, εἰ μή, φησίν, ἐπαγωγῆς ἢ κρύψεως ἕνεκα παρελήφθησαν. ἐπαγωγῆς μὲν ἀντὶ τῆς καθ’ ἕκαστα ἐπαγωγῆς, ὥσπερ καὶ ἀνωτέρω λαβόντες ὅτι πᾶσα τέχνη ὠφέλιμος τῷ βίῳ * * * * καὶ χαλκευτικὴ καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. τὸ δὲ κρύψεως τοιοῦτόν ἐστιν· ὅταν βουλώμεθα τοὺς σοφιστὰς συλλογίσασθαί τι, φέρε εἰπεῖν ὅτι ἡ ἡδονὴ ἀγαθόν ἐστι, προτείνομεν αὐτοῖς ὅτι οὐ δοκεῖ σοι ἡ ἡδονὴ ἐφετὸν εἶναι; εἶτα ταύτην λαβόντες τὴν πρότασιν ἐὰν εὐθὺς τὴν ἑτέραν ἐπαγάγωμεν λέγοντες ‘τί δέ, οὐχὶ τὸ ἐφετὸν ἀγαθόν;’, συναισθόμενος τοῦ συμπεράσματος οὐ συγχωρεῖ3 τῇ προτάσει ἢ καὶ τὰ ὁμολογηθέντα ἀνατίθεται. διόπερ ἵνα λάθωμεν αὐτὸν λαβόντες τὴν προτέραν πρότασιν, ὅτι ἡ ἡδονὴ ἐφετόν, μακρὸν κατατείνομεν περὶ τοῦ ἐφετοῦ λόγον, τί δήποτέ ἐστι τὸ ἐφετόν, καὶ ποσαχῶς λέγεται, καὶ μυρία ἄλλα τοιαῦτα, βουλόμενοι κρύψαι τὴν ἀκολουθίαν τοῦ συλλογισμοῦ. εἶτα ἐκκρούσαντες τῆς πρώτης προτάσεως4 μετὰ πολλὰ καὶ τὴν ἑτέραν ἐρωτῶμεν, εἰ πᾶσα ἔφεσις ἀγαθοῦ ἔφεσις, καὶ λαβόντες τοῦτο συνάπτομεν τὰς προτάσεις καὶ ἀποφαινόμεθα τὸ συμπέρασμα. τοῦτο οὖν ἐστιν ὅ φησιν ἢ κρύψεως, τουτέστιν ἀποκρύψασθαι βουλόμενοι τὴν ἀκολουθίαν τοῦ συλλογισμοῦ ἔξωθέν τισι πολλάκις κεχρήμεθα. τὸ δὲ ἢ ἄλλου τινὸς τῶν τοιούτων χάριν, τοῦτ’ ἔστι μήκους λόγων καὶ ἀναπληρώσεως ἢ χάριτος τινος, ἵνα μὴ ξηρὸς ᾖ ὁ λόγος, καὶ μάλιστα ὅταν πρὸς ἐπίδειξιν ὁρᾷ, ὡς ὅταν εἰπόντες ‘τὸ δίκαιον καλόν, τὸ καλὸν ἀγαθόν’ ἀποτείνωμεν περὶ τοῦ καλοῦ μακρὸν λόγον.

“除非是为了归纳,或是为了隐瞒,或是为了其他诸如此类的缘故。” 他说,如果在ΑΒ彼此具有关联并由此推导出某个结论的情况下,ΓΔ前提毫无关联,那么它们就是被徒然采纳的,除非他说,它们是为了归纳或隐瞒而被引入的。所谓“为了归纳”,是指基于个别事例的归纳,正如我们在上文中所做的那样,取“一切技艺皆有益于生活”,[……]锻造术也是如此,其余各项同样如此。而所谓“为了隐瞒”,情况如下:当我们想要对智者们推论某事,比方说快乐是善时,我们向他们提出:“你难道不认为快乐是值得追求的吗?”随后在获得了这个前提之后,如果我们立刻提出另一前提说:“那么怎样,难道值得追求的东西不是善吗?”他察觉到了结论,便不会赞同这个前提,甚至会撤回已经同意的观点。因此,为了瞒过他,我们在获得了前一个前提即快乐是值得追求的之后,便就值得追求之物展开漫长的论述,讨论值得追求之物究竟是什么,它在多少种意义上被言说,以及无数其他类似的问题,意在隐瞒推论的逻辑承接关系。随后在将他的注意力从第一个前提引开之后,经过许多话语再询问另一前提,即是否一切欲求皆是对善的欲求,在获得了这一点之后,我们便将这些前提联系起来并表明结论。因此,这就是他所说的“或是为了隐瞒”,即意在隐瞒推论的承接关系,我们经常会借助一些外部的话语。而所谓“或是为了其他诸如此类的缘故”,是指为了篇幅的长度与充实,或者为了某种文采,以免论述过于枯燥,特别是当论述旨在展示时,就像我们在说了“正义是美的,美的是善的”之后,就美展开漫长的论述一样。

语法注4 条
  1. 2.229τὸ μὲν ὡς ὅλον τὸ δ’ ὡς μέρος

    宾格的部分同位语(distributive apposition)。它承接不定式 εἰλῆφθαι 的宾格主语 τι αὐτῶν(“它们之中的某一个”),分别具体说明两项或两前提之间的相互关系:“一者作为整体,另一者作为部分”。

  2. 2.231δέον εἰπεῖν

    由非人称动词 δεῖ 的中性单数分词构成的宾格独立结构(accusative absolute)。这是表达未实现的义务的习惯用法,意为“本应当说……(而实际上未说)”。

  3. 2.232συναισθόμενος τοῦ συμπεράσματος οὐ συγχωρεῖ

    语法数从前面的复数宾格 τοὺς σοφιστάς(“智者们”)转变为单数分词 συναισθόμενος 及限定动词 οὐ συγχωρεῖ。该单数是指在辩证论难中作为问答对手的个体智者,起分配性的指代作用。

  4. 2.232ἐκκρούσαντες τῆς πρώτης προτάσεως

    动词 ἐκκρούω(字面义为“击退”、“驱逐”)与夺格性属格 τῆς πρώτης προτάσεως 连用,在辩证法语境中转义为“使[对方的注意力]从第一个前提引开或转移”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:261.1-262.21