- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:259.16-260.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了亚里士多德《前分析篇》42a6–8,通过对假定由四个前提(ΑΒΓΔ)构成的推论中各前提间关系的穷尽式分类与考察,论证了任何单纯推论必然仅仅通过两个起主导作用的前提产生。
" Εἰ δ’ οὖν μὴ πλείους ἀλλ’ εἷς, οὕτω μὲν ἐνδέχεται γίνεσθαι διὰ πλειόνων τὸ αὐτὸ συμπέρασμα, ὡς δὲ τὸ Γ διὰ τῶν ΑΒ, ἀδύνατον." Ὃ βούλεται εἰπεῖν, τοῦτό ἐστιν, ὅτι εἰ ὁ διὰ πλειόνων ὅρων δεικνύμενος συλλογισμὸς εἷς λέγοιτο, οὐ προσυλλογισμῶν φημι,1 οὕτως ἂν λέγοιτο εἷς ὡς σύνθετος, ὡς μέντοι ἁπλοῦς, οὐδαμῶς. πάλιν δὲ τὸ Γ ἀντὶ τοῦ Ε παρέλαβεν.
“然而,假若[推论]不是多个而是一个,那么以这种方式同一个结论是可能通过更多[前提]而产生的,但若像Γ通过ΑΒ那样[产生],则是不可能的。” 他所意图表达的是这一点:如果通过更多词项所证明的推论被称为一个推论——我说的不是前推论——,那么它作为复合推论可以被称为一个,但作为单纯推论则绝非如此。他又用Γ代替了Ε。
"Ἔστω γὰρ τὸ Ε συμπεπερασμένον ἐκ τῶν ΑΒΓΔ." Τὸ προκείμενον ἦν δεῖξαι ὅτι διὰ δύο μόνων προτάσεων τῶν προσεχεστάτων καὶ κυρίων τοῦ συμπεράσματος γίνεται ὁ συλλογισμὸς καὶ οὐ πλειόνων. δείκνυσιν οὖν τοῦτο διὰ τούτων. εἰ γὰρ ἐγχωρεῖ, φησίν, ὑποκείσθω διὰ τῶν ΑΒΓΔ γινόμενος συλλογισμός, τουτέστι διὰ τεσσάρων προτάσεων· ἕκαστον γὰρ στοιχεῖον ὡς πρότασιν λαμβάνει· καὶ περαινέτωσαν αἱ προτάσεις αὗται τὸ Ε. ἐπειδὴ οὖν, φησί, δέδεικται ὅτι αἱ ποιοῦσαι τὸν συλλογισμὸν προτάσεις ἔχουσί τινας πρὸς ἀλλήλας σχέσεις, διελὼν εἰς δύο τμήματα ταύτας τὰς προτάσεις περὶ ἑκατέρου τμήματος ἐρωτήσαιμι.2 αἱ γὰρ ΑΒ προτάσεις ἢ ἔχουσι σχέσιν πρὸς ἑαυτὰς ἢ οὐκ ἔχουσι. καὶ εἰ μὲν οὐκ ἔχουσι, μάτην ἔσονται παρειλημμέναι· δεῖ γὰρ τὰς τοῦ συλλογισμοῦ προτάσεις σχέσιν ἔχειν πρὸς ἀλλήλας· ὥστε αὗται σχέσιν μὴ ἔχουσαι οὐ ποιοῦσι συλλογισμόν. εἰ δὲ ἔχουσι σχέσιν πρὸς ἀλλήλας, ἤτοι τὸ Ε τὸ προκείμενον ἡμῖν ἐξ ἀρχῆς συμπεραίνουσιν ἢ τῶν ΓΔ προτάσεων θάτερον ἢ ἄλλο τι παρὰ ταῦτα. πάλιν αἱ ΓΔ προτάσεις ἢ ἔχουσι πρὸς ἀλλήλας σχέσιν ἢ οὐκ ἔχουσι. καὶ εἰ μὲν μὴ ἔχουσιν, ἅτε μηδὲν συμπεραίνουσαι μάτην ἔσονται εἰλημμέναι. εἰ δὲ ἔχουσιν, ἤτοι αὐτὸ τὸ Ε συνάγουσιν ἢ τῶν ΑΒ θάτερον ἢ ἄλλο τι παρὰ ταῦτα. τούτων οὕτως ἐξ ἀνάγκης ἐχόντων, εἰ μὲν αἱ ΑΒ προτάσεις τὸ Ε συνάγουσιν, ἔχομεν τὸ ζητούμενον, ὅτι ἐκ δύο προτάσεων μόνων γίνεται ὁ συλλογισμός. αἱ δὲ ΓΔ εἰ μὲν καὶ αὗται τὸ Ε συνάγουσιν, ἓν ἔσται καὶ τὸ αὐτὸ συμπέρασμα διὰ πλειόνων συλλογισμῶν συμπεπερασμένον, ὥστε πάλιν πλείονες οἱ συλλογισμοί. εἰ δὲ αἱ ΓΔ τῶν ΑΒ θάτερον συνάγουσι, διὰ προσυλλογισμῶν ἔσται δεδειγμένον τὸ Ε· προσυλλογισμοῦ γὰρ αἱ ΓΔ προτάσεις συνάγουσαι μίαν τῶν ΑΒ προτάσεων,3 ἐξ ὧν τὸ Ε συνήχθη. εἰ δὲ ἄλλο τι συνάγουσιν αἱ ΓΔ προτάσεις, οὐ μόνον πλείους οἱ συλλογισμοὶ ἀλλὰ καὶ ἀκοινώνητοι ἀλλήλοις· ἄλλος γὰρ συλλογισμὸς ὁ διὰ τῶν ΑΒ συνάγων τὸ Ε, καὶ ἄλλος ὁ διὰ τῶν ΓΔ ἕτερόν τι συνάγων, φέρε εἰπεῖν τὸ Ζ. οὕτω μὲν οὖν, εἰ ὑποθώμεθα τὰ μὲν ΑΒ συνάγοντα τὸ Ε, τὰ δὲ ΓΔ ἢ αὐτὸ τὸ Ε ἢ τῶν ΑΒ θάτερον ἢ ἄλλο τι παρὰ ταῦτα. ὁμοίως δὲ κἂν ὑποθώμεθα τὰ ΑΒ συνάγοντα ἢ τῶν ΓΔ θάτερον ἢ ἄλλο τι παρὰ ταῦτα, ἀδύνατος δείκνυται ὁ λόγος. εἰ μὲν γὰρ ἄλλο τι παρὰ ταῦτα συνάγοιεν αἱ ΑΒ, αἱ δὲ ΓΔ καὶ αὗται ἄλλο παρὰ τὰ κείμενα, καὶ πλείους οἱ συλλογισμοὶ καὶ οὐ τοῦ προκειμένου· πρόκειται δὲ τὸ Ε συμπέρασμα. εἰ δὲ τῶν ΑΒ θάτερον, διὰ προσυλλογισμῶν ἄλλο τι πάλιν καὶ οὐ τὸ προκείμενον δείξομεν· προσυλλογισμὸς γὰρ τὸ ΓΔ τοῦ ΑΒ συνάγοντος ἄλλο τι τῶν προκειμένων. * * * * εἰ δὲ τὸ ΑΒ τῶν ΓΔ τι συνάγοι, τὰ δὲ ΓΔ * * * εἰ τὸ μὲν Ε, πάλιν διὰ προσυλλογισμῶν περαίνομεν, καὶ ἔχομεν τὸ ζητούμενον, ὅτι αἱ κύριαι προτάσεις αἱ συνάγουσαι τὸ Ε δύο εἰσίν, αἱ ΓΔ· εἰ δὲ [ἢ τῶν ΑΒ θάτερον ἢ] ἄλλο τι παρὰ ταῦτα, ὁμοίως καὶ πλείους οἱ συλλογισμοὶ καὶ οὐ τοῦ προκειμένου. ὥστε πανταχόθεν δέδεικται ὅτι ἀνάγκη διὰ δύο μόνων προτάσεων τῶν κυριωτάτων πάντα συλλογισμὸν γίνεσθαι.
“因为令Ε是由ΑΒΓΔ结论出来的。” 原定的课题是要表明,推论仅仅通过对于结论而言最为直接且起主导作用的两个前提而产生,而不是通过更多前提。因此他通过以下论述证明了这一点。因为他说,若有可能,且假设一个推论是通过ΑΒΓΔ,即通过四个前提而产生的;因为他将每一个字母当作一个前提;并且令这些前提得出结论Ε。他说,既然已经证明构成推论的前提相互之间具有某种关联,那么将这些前提划分为两个部分之后,我将询问有关每一个部分的情况。因为ΑΒ前提要么彼此具有关联,要么不具有。如果它们不具有关联,它们就是被徒然采纳的;因为推论的前提必须彼此具有关联;因此这些不具有关联的前提不能构成推论。但如果它们彼此具有关联,它们要么得出从一开始就为我们设定的Ε,要么得出ΓΔ前提中的一者,要么得出除这些之外的某种别的东西。再次,ΓΔ前提要么彼此具有关联,要么不具有。如果它们不具有,由于不能得出任何结论,它们就是被徒然采用的。但如果它们具有关联,它们要么推导出Ε本身,要么推导出ΑΒ中的一者,要么推导出除这些之外的某种别的东西。既然这些情况必然如此,那么如果ΑΒ前提推导出Ε,我们就得到了所探求的结论,即推论仅由两个前提产生。至于ΓΔ,如果它们也推导出Ε,同一个结论就将是通过多个推论被结论出来的,因此推论再次是多个。而如果ΓΔ推导出ΑΒ中的一者,那么Ε就将是通过前推论被证明的;因为ΓΔ前提属于前推论,它们推导出了ΑΒ前提中的一者,而Ε正是从ΑΒ中被推导出来的。但如果ΓΔ前提推导出某种别的东西,推论不仅是多个,而且彼此毫无关联;因为通过ΑΒ推导出Ε的推论是一回事,而通过ΓΔ推导出某种别的结果(比方说是Ζ)的推论则是另一回事。因此,如果我们假设ΑΒ推导出Ε,而ΓΔ要么推导出Ε本身,要么推导出ΑΒ中的一者,要么推导出除这些之外的某种别的东西,情况就会是这样。同样,即使我们假设ΑΒ推导出ΓΔ中的一者,或者除这些之外的某种别的东西,该论述也被证明是不可能的。因为如果ΑΒ推导出除这些之外的别的东西,而ΓΔ也推导出设定者之外的别的东西,那么推论不仅是多个,而且不是关于所设定课题的;但所设定的乃是结论Ε。而如果[ΓΔ推导出]ΑΒ中的一者,我们通过前推论将再次证明别的东西,而不是所设定的课题;因为ΓΔ是推导出了所设定者之外的别物的ΑΒ的前推论。[……]但如果ΑΒ推导出ΓΔ的某一部分,而ΓΔ[……]如果[推导出]Ε,我们再次通过前推论得出结论,并得到了所探求的结论:推导出Ε的主导前提是两个,即ΓΔ;但如果[推导出ΑΒ中的一者或者]除这些之外的某种别的东西,同样,推论不仅是多个,而且不是关于所设定课题的。由此从各方面都证明了,必然每一个推论都仅仅通过最起主导作用的两个前提而产生。
- 2.227οὐ προσυλλογισμῶν φημι
由插入动词 φημι 引出的属格名词 προσυλλογισμῶν 构成注释性限定语:“我说的不是前推论”。它用于排除此前所讨论的前推论情况,限定此处所讨论的并非由前推论复合而成的情形。
- 2.228διελὼν εἰς δύο τμήματα ταύτας τὰς προτάσεις περὶ ἑκατέρου τμήματος ἐρωτήσαιμι
主格分词 διελών 修饰潜在希求法主谓动词 ἐρωτήσαιμι(“在划分……之后,我将询问”)。斐洛波诺斯使用第一人称潜在希求法,为对两组前提(ΑΒ与ΓΔ)进行辩证考察设定了论述结构。
- 2.228προσυλλογισμοῦ γὰρ αἱ ΓΔ προτάσεις συνάγουσαι μίαν τῶν ΑΒ προτάσεων
属格 προσυλλογισμοῦ 作表语使用(“因为ΓΔ前提属于前推论”),分词 συνάγουσαι 与主语 αἱ ΓΔ προτάσεις 一致,说明它们之所以构成前推论的原因(“推导出了ΑΒ前提中的一者”)。
