- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:257.34-259.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺斯注疏了亚里士多德《前分析篇》41b38–42a4中关于推论看似具有更多词项或前提的几种情形(通过不同中项得出同一结论、在三个不同格中得出同一结论、前提由前推论或归纳所确立),并结合具体实例和字母对应关系进行了阐释。
" Οἷον τὸ Ε διά τε τῶν ΑΒ καὶ τῶν ΓΔ." Τοῦτο παράδειγμά ἐστι τοῦ δι’ ἄλλου καὶ ἄλλου μέσου περαινομένου συμπεράσματος, ὡς τὸν ἄνθρωπον εἶναι οὐσίαν διά τε τοῦ ζῴου καὶ διὰ τοῦ ἐμψύχου καὶ τὴν ψυχὴν * * διά τε τοῦ ἀεικινήτου καὶ τοῦ αὐτοκινήτου. λαμβάνει δὲ τὸ μὲν Ε συμπέρασμα, τὸ δὲ Α καὶ Β δύο προτάσεις, καὶ πάλιν ἑτέρας δύο τὸ Γ καὶ τὸ Δ.
“例如,Ε既通过ΑΒ又通过ΓΔ。” 这是通过不同中项得出结论的例子,正如人是实体既通过动物又通过有灵魂者[得出],以及灵魂[是不朽的]既通过恒动的又通过自动的[得出]。而他把Ε作为结论,把Α和Β作为两个前提,又把Γ和Δ作为另外两个前提。
"Ἢ διὰ τῶν ΑΒ καὶ ΑΓ καὶ ΒΓ." Τοῦτο παράδειγμα τοῦ ἐν διαφόροις τοῖς σχήμασι τὸ αὐτὸ συμπέρασμα δείκνυσθαι, ἐπειδή, ὡς εἴπομεν, τὸ αὐτὸ μερικὸν ἀποφατικὸν δείκνυται ἐν τοῖς τρισὶ σχήμασιν. οἷον ὅτι τὸ λευκὸν οὐ παντὶ ἀνθρώπῳ ἐν τῷ πρώτῳ οὕτως· λευκὸν οὐδενὶ Αἰθίοπι, Αἰθίοψ τινὶ ἀνθρώπῳ, καὶ συνάγεται λευκὸν οὐ παντὶ ἀνθρώπῳ. καὶ ἐν τῷ δευτέρῳ· Αἰθίοψ οὐδενὶ λευκῷ, Αἰθίοψ τινὶ ἀνθρώπῳ, καὶ λευκὸν οὐ παντὶ ἀνθρώπῳ. καὶ ἐν τῷ τρίτῳ· λευκὸν οὐδενὶ Αἰθίοπι, ἄνθρωπος τινὶ Αἰθίοπι, καὶ λευκὸν οὐ παντὶ ἀνθρώπῳ. ἡ γὰρ μείζων ἐν τῷ πρώτῳ σχήματι ἀντιστρεφομένη ποιεῖ τὸ δεύτερον, λέγω δὴ ἡ ἀποφατική· ἐπειδὴ γὰρ λευκὸν οὐδενὶ Αἰθίοπι, καὶ Αἰθίοψ οὐδενὶ λευκῷ· γίνεται οὖν τὸ δεύτερον. ἐὰν δὲ τὴν ἐλάττω τοῦ πρώτου ἀντιστρέψωμεν, λέγω δὴ τὴν καταφατικήν, γίνεται τὸ τρίτον σχῆμα· εἰ γὰρ Αἰθίοψ τινὶ ἀνθρώπῳ, καὶ ἄνθρωπος τινὶ Αἰθίοπι. ὅρα οὖν πῶς διὰ τῆς τῶν στοιχείων ἐναλλαγῆς τοῦτο ἐσήμανε. τὸ μὲν γὰρ ΑΒ τὸ πρῶτον σχῆμα δηλοῖ·1 ἔστι δὲ τὸ μὲν Α ἡ ἐλάττων καταφατικὴ πρότασις, τὸ δὲ Β ἡ μείζων ἀποφατική. ἐπειδὴ οὖν ἐν τῷ δευτέρῳ φυλάττομεν τὴν ἐλάττονα, ἀντιστρέφομεν δὲ τὴν μείζονα, διὰ τοῦτο τὸ δεύτερον διὰ τοῦ ΑΓ ἐδήλωσε φυλάξας μὲν τὸ Α ἀμείψας δὲ τὸ Β. πάλιν ἐπειδὴ ἐν τῷ τρίτῳ φυλάττομεν τὴν μείζονα, ἀντιστρέφομεν δὲ τὴν ἐλάττονα, διὰ τοῦτο καὶ αὐτὸς ἐφύλαξε μὲν τὸ Β, ἤμειψε δὲ τὸ Α εἰς τὸ Γ· τὸ γὰρ ΒΓ τὸ τρίτον σημαίνει σχῆμα.
“或者通过ΑΒ、ΑΓ以及ΒΓ。” 这是在不同格中证明同一个结论的例子,因为正如我们所说,同一个特称否定命题在三个格中均可得到证明。例如,“白不属于每个人”在第一格中如下所示:“白不属于任何埃塞俄比亚人,埃塞俄比亚人属于某个人,由此推导出白不属于每个人。”在第二格中:“埃塞俄比亚人不属于任何白物,埃塞俄比亚人属于某个人,因此白不属于每个人。”在第三格中:“白不属于任何埃塞俄比亚人,人属于某个埃塞俄比亚人,因此白不属于每个人。”因为第一格中的大前提经过换位就产生第二格,我指的正是否定前提;因为既然白不属于任何埃塞俄比亚人,埃塞俄比亚人也不属于任何白物;第二格于是产生。而如果我们换位第一格的小前提,我指的正是肯定前提,第三格就产生;因为如果埃塞俄比亚人属于某个人,那么人也属于某个埃塞俄比亚人。因此请看他是如何通过字母的置换来表示这一点的。因为ΑΒ表示第一格;其中Α是肯定小前提,而Β是否定大前提。既然在第二格中我们保留小前提而换位大前提,为此他通过ΑΓ表示第二格,保留了Α而替换了Β。再次,既然在第三格中我们保留大前提而换位小前提,为此他自己也保留了Β,而把Α替换为Γ;因为ΒΓ表示第三格。
"Ἢ πάλιν ὅταν ἑκάτερον τῶν ΑΒ διὰ συλλογισμοῦ ληφθῇ." Τουτέστιν ὅταν αἱ παραλαμβανόμεναι δύο προτάσεις προσυλλογισμῶν δέωνται· ἐδείκνυμεν γὰρ ὅτι τὸ δίκαιον καλὸν διὰ τοῦ ὅτι τὸ δίκαιον ἐπαινετὸν καὶ τὸ ἐπαινετὸν καλόν, καὶ ὅτι τὸ καλὸν ἀγαθὸν δι’ ὧν ἐδείξαμεν. τὰς τῶν προσυλλογισμῶν οὖν προτάσεις αὐτῷ σημαίνει τὸ ΔΕ καὶ τὸ ΖΘ.
“或者再次,当ΑΒ中的每一者都通过推论而被把握时。” 也就是说,当所采用的两个前提需要前推论时;因为我们曾通过“正义是值得称赞的”以及“值得称赞的是美的”证明了“正义是美的”,并通过我们曾表明的那些论据证明了“美的是善的”。因此,前推论的前提对他来说是由ΔΕ和ΖΘ表示的。
"Ἢ τὸ μὲν ἐπαγωγῇ τὸ δὲ συλλογισμῷ." Πολλάκις, φησίν, ἡ μὲν τῶν προτάσεων συλλογισμοῦ δεῖται πρὸς κατασκευήν, ἡ δὲ ἑτέρα ἐπαγωγῆς. οἷον βουλόμεθα δεῖξαι ὅτι ἡ ἰατρικὴ χρήσιμος τῷ βίῳ, καὶ λέγομεν οὕτως· ἡ ἰατρικὴ τέχνη, πᾶσα τέχνη χρήσιμος τῷ βίῳ, ἡ ἰατρικὴ ἄρα χρήσιμος τῷ βίῳ. τούτων τῶν προτάσεων τὴν μὲν διὰ συλλογισμοῦ κατασκευάζομεν, ὅτι ἡ ἰατρικὴ τέχνη· ἡ ἰατρικὴ μέθοδός ἐστιν ὁδοποιητική, πᾶσα μέθοδος ὁδοποιητικὴ τέχνη ἐστί, ἡ ἰατρικὴ ἄρα τέχνη ἐστί. τὴν δὲ λέγουσαν ὅτι πᾶσα τέχνη χρήσιμος τῷ βίῳ μόνως δι’ ἐπαγωγῆς κατασκευάζομεν δείξαντες ὅτι πᾶσαι αἱ κατὰ μέρος τέχναι χρήσιμοι τῷ βίῳ.
“或者一者通过归纳,另一者通过推论。” 他说,前提中的一者常常需要推论来确立,而另一者需要归纳。例如,我们意图表明医术对生活是有用的,并这样说:“医术是技艺,凡技艺对生活都是有用的,因此医术对生活是有用的。”在这些前提中,我们通过推论确立其中一者,即“医术是技艺”:“医术是开辟道路的方法,凡开辟道路的方法都是技艺,因此医术是技艺。”而断言“凡技艺对生活都是有用的”这一前提,我们仅仅通过归纳来确立,即通过表明一切个别的技艺对生活都是有用的。
"Πλείω γὰρ τὰ συμπεράσματά ἐστιν, οἷον τό τε Α καὶ τὸ Β καὶ τὸ Γ." Ὅταν γὰρ δηλονότι διὰ προσυλλογισμῶν τὴν Α πρότασιν κατασκευάζωμεν, συμπέρασμα ποιοῦμεν τὸ Α· ὁμοίως καὶ ἐπὶ τῆς Β προτάσεως. ἐκ δὲ τούτων τῶν συμπερασμάτων, τοῦ Α καὶ τοῦ Β, προτάσεων γινομένων2 συμπεραίνομεν τὸ Γ. ἰστέον δὲ ὅτι ἀντὶ τοῦ Ε τὸ Γ ἐνταῦθα παρέλαβεν· ἄνω γὰρ εἶπε τὸ Ε εἶναι συμπέρασμα τοῦ ΑΒ.
“因为结论是更多的,例如Α、Β和Γ。” 因为显然,当我们通过前推论确立Α前提时,我们使Α成为结论;对于Β前提也是同样。而由这些作为结论的Α和Β,当它们成为前提时,我们得出结论Γ。应当知晓的是,他在这里用Γ代替了Ε;因为在上面他说过Ε是ΑΒ的结论。
- 2.223τὸ μὲν γὰρ ΑΒ τὸ πρῶτον σχῆμα δηλοῖ
对亚里士多德引文中的字母对(ΑΒ、ΑΓ、ΒΓ)的构想解释。斐洛庞诺斯将各字母视为每个格的前提对:Α为小前提,Β为第一格的大前提,Γ为通过换位(第二格中换位大前提,第三格中换位小前提)得出的新前提,从而ΑΓ代表第二格,ΒΓ代表第三格。
- 2.226ἐκ δὲ τούτων τῶν συμπερασμάτων, τοῦ Α καὶ τοῦ Β, προτάσεων γινομένων
独立属格结构:“由这些结论Α和Β,在它们变为[主演绎的]前提时”。该结构表达了前推论的结论转化为主要推论的前提这一关系。
