- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:256.9-257.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《前分析篇》41b36(“每一证明都通过三个词项进行”)进行注解,论述了即使在运用不同的中项、不同的格、前推论或复合推论时表面上词项增多,但就单纯推论而言,它必然且仅由三个词项构成。
" Δῆλον δὲ καὶ ὅτι πᾶσα ἀπόδειξις ἔσται διὰ τριῶν ὅρων καὶ οὐ πλειόνων, ἐὰν μὴ δι’ ἄλλων καὶ ἄλλων τὸ αὐτὸ συμπέρασμα γίνηται." Τὸ προκείμενον δῆλον· βούλεται γὰρ δεῖξαι ὅτι πᾶς συλλογισμὸς διὰ τριῶν ὅρων μόνων καὶ οὐ πλειόνων γίνεται. βουλόμεθα γὰρ ἐν τῷ συλλογίζεσθαι τὸ ὑπάρχον τινὶ ἢ μὴ ὑπάρχον δεικνύναι· ἔχομεν οὖν τούτους δύο ὅρους. δείκνυμεν δὲ τὴν τούτων σχέσιν πρὸς ἄλληλα διά τινος ἀλλοτρίου ὅρου σχέσιν ἔχοντος πρὸς ἄμφω τούτους καὶ δι’ ἑαυτοῦ ἢ συνάγοντος ἢ διιστῶντος τοὺς ἄκρους.1 ὥστε τριῶν ὅρων μόνων χρεία ἡμῖν ἐν τῷ συλλογισμῷ, εἰ μή, φησί, δι’ ἄλλων καὶ ἄλλων τὸ αὐτὸ συμπέρασμα γίνεται, τουτέστιν εἰ μὴ διαφόροις ἐπιχειρήσεσι τὸ αὐτὸ βουλόμεθα κατασκευάσαι· τότε γὰρ κεχρήμεθα ἄλλῳ τινὶ μέσῳ ὅρῳ. οἷον βουλόμενος ὁ Πλάτων κατασκευάσαι ὅτι ἀθάνατος ἡ ψυχή, ποτὲ μὲν κατασκευάζει διὰ μέσου τοῦ ἀεικινήτου, ὥσπερ ἐν τῷ Φαίδρῳ, ποτὲ δὲ διὰ τοῦ αὐτὸ τὸ ζῆν ἐπιφέρειν τοῖς σώμασιν, ὡς ἐν τῷ Φαίδωνι, ποτὲ δὲ διὰ τοῦ ὑπὸ τῆς ἰδίας κακίας μὴ φθείρεσθαι, ὡς ἐν τῷ Κρίτωνι. εἰ γὰρ πᾶν τὸ φθειρόμενον ὑπὸ τῆς ἰδίας φθείρεται κακίας, ἡ δὲ ψυχὴ ὑπὸ τῆς ἰδίας κακίας οὐ φθείρεται, ἡ ψυχὴ ἄρα οὐ φθείρεται· τὸ σχῆμα δεύτερον. πάλιν ὅτι ὁ ἄνθρωπος οὐσία κατασκευάζομεν ποτὲ μὲν διὰ μέσου τοῦ ζῴου, ποτὲ δὲ διὰ μέσου τοῦ ἐμψύχου· πᾶς ἄνθρωπος ζῷον, πᾶν ζῷον οὐσία, πᾶς ἄνθρωπος οὐσία· καὶ ἐπὶ τοῦ ἑτέρου ὁμοίως. ὅταν δὲ τοῦτο κατασκευάζωμεν, ἓν μὲν συνάγομεν συμπέρασμα, οὐχ ἕνα μέντοι συλλογισμόν· διαφόρους γὰρ τοὺς μέσους παρειλήφαμεν καὶ διαφόρους διὰ τοῦτο προτάσεις· οὐδὲ γὰρ ταὐτόν ἐστι τὸ εἰπεῖν ὅτι ὁ ἄνθρωπος ἔμψυχος τῷ εἰπεῖν ὅτι ὁ ἄνθρωπος ζῷον· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ὥστε πλείονες οἱ συλλογισμοί. ὁμοίως δέ, φησί, καὶ ἐὰν τῷ αὐτῷ μὲν μέσῳ ὅρῳ χρησώμεθα μὴ τὴν αὐτὴν μέντοι σχέσιν ἔχοντι πρὸς τὰ ἄκρα,2 τὸ αὐτὸ μὲν πάλιν συμπεραίνομεν, δι’ ἄλλων μέντοι καὶ ἄλλων, καὶ πάλιν διὰ τοῦτο οὐχ εἷς ὁ συλλογισμὸς ἀλλὰ πλείους διὰ τὴν διάφορον τοῦ μέσου σχέσιν· οὗτος γάρ ἐστιν ὁ τὸ κῦρος ἔχων ἐν τοῖς συλλογισμοῖς. οἷον ὅταν τὸ μερικὸν ἀποφατικὸν δεικνύωμεν καὶ διὰ τοῦ πρώτου καὶ διὰ τοῦ δευτέρου καὶ διὰ τοῦ τρίτου σχήματος· καὶ ἐνταῦθα γὰρ ἓν μὲν τὸ συμπέρασμα, πλείονες δὲ οἱ συλλογισμοί. κἂν διὰ προσυλλογισμῶν δὲ κατασκευάζηται ὁ συλλογισμός, οὐδὲν ἧττον πλείους οἱ συλλογισμοί, ἐπεὶ καὶ τὰ συμπεράσματα ἐνταῦθα πλείονα· ἀεὶ γὰρ τὸ συμπερανθὲν ἐν τῷ πρώτῳ συλλογισμῷ τοῦ ἐφεξῆς ποιούμεθα πρότασιν. οἷον ὡς ὅταν βουλώμεθα δεῖξαι ὅτι τὸ δίκαιον ἀγαθόν ἐστι διὰ μέσου τοῦ καλοῦ οὕτως· τὸ δίκαιον καλόν, τὸ καλὸν ἀγαθόν, τὸ δίκαιον ἄρα ἀγαθόν. τοῦτον οὖν τὸν συλλογισμὸν κατασκευάζομεν διὰ προσυλλογισμῶν. πόθεν γὰρ ὅτι τὸ δίκαιον καλόν; τὸ δίκαιον ἐπαινετόν· οὐδεὶς γὰρ ἐπαινεῖ τοὺς ἀδίκους ἀλλὰ τοὺς δικαίους, καὶ αὐτοὶ οἱ τὰ ἄδικα πράττοντες· τὸ ἐπαινετὸν καλόν· τὸ δίκαιον ἄρα καλόν. πόθεν δὲ ὅτι τὸ καλὸν ἀγαθόν; λέγομεν πάλιν οὕτως· [τὸ δίκαιον καλόν] τὸ καλὸν ἐφετόν· ἐπιστρέφει γὰρ εἰς ἑαυτὸ τὸ καλὸν καὶ ἐρᾶν ἑαυτοῦ ποιεῖ, ὅθεν ἔχει καὶ τοὔνομα ὡς καλοῦν πάντα πρὸς ἑαυτὸ καὶ καλεῖται καλὸν ἀγαθόν <· τὸ ἐφετὸν ἀγαθόν· τὸ καλὸν ἄρα ἀγαθόν>. πόθεν ὅτι τὸ ἐφετὸν ἀγαθόν; τὸ ἐφετὸν συμφέρον· οὐδεὶς γὰρ τῶν βλαπτόντων ἐφίεται· 〈τὸ συμφέρον ἀγαθόν·〉 τὸ ἐφετὸν ἄρα ἀγαθόν. πόθεν τὸ δίκαιον ὅτι ἀγαθόν; 〈τὸ δίκαιον καλόν· τὸ καλὸν ἐφετόν·〉 τὸ ἄρα δίκαιον ἐφετόν. τὸ δίκαιον ἐφετόν· τὸ ἐφετὸν συμφέρον· [οὐδεὶς γὰρ τῶν βλαπτόντων ἐφίεται] τὸ δίκαιον ἄρα συμφέρον. τὸ δίκαιον συμφέρον· τὸ συμφέρον ἀγαθόν· τὸ δίκαιον ἄρα ἀγαθόν. ὥστε κἂν διὰ προσυλλογισμῶν περαίνωμεν, πλείονές εἰσιν οἱ συλλογισμοί. εἰ μέντοι μὴ διὰ προσυλλογισμῶν περαίνομεν, ἀλλ’ αὐτὰ τὰ συμπεράσματα ἐπισυνάπτοντες ἕνα ποιοῦμεν συλλογισμόν, οἷον τὸ δίκαιον ἐπαινετόν, τὸ ἐπαινετὸν καλόν, τὸ καλὸν ἐφετόν, τὸ ἐφετὸν συμφέρον, τὸ συμφέρον ἀγαθόν, τὸ δίκαιον ἄρα ἀγαθόν, οὗτος, φησίν, ὁ συλλογισμὸς διὰ πλειόνων μὲν ὅρων περαίνεται, σύνθετος μέντοι ἐστὶ καὶ οὐχ ἁπλοῦς. περὶ δὲ τῶν ἁπλῶν ὁ λόγος, ὅτι ἀνάγκη διὰ τριῶν καὶ μόνων ὅρων περαίνεσθαι, ὁπότε κἀνταῦθα οἱ προσεχεῖς ὅροι καὶ τὸ κῦρος ἔχοντες τρεῖς εἰσιν3 οἱ καὶ τὸ προκείμενον κατασκευάσαντες, τὸ δίκαιον, τὸ συμφέρον, τὸ ἀγαθόν.
“并且显明的是,每一证明都将通过三个词项而不是更多的词项进行,除非同一个结论是通过不同的词项产生的。” 所提出的论题是显明的;因为他意图表明,每一个推论都仅仅通过三个词项而不是更多的词项产生。因为我们在推论时,意图表明某物属于或不属于某物;因此我们拥有这两个词项。而我们通过某个外部词项来表明它们彼此之间的关系,该词项与它们两者都有关系,并通过自身将两端项要么结合要么分离。因此我们在推论中仅仅需要三个词项,除非,如他所说,同一个结论是通过不同的词项产生的,也就是说,除非我们意图通过不同的论证来确立同一件事;因为那时我们使用了某个别样的中项。例如,柏拉图意图确立灵魂是不朽的,有时通过“恒动的”这一中项来确立,如在《斐德罗篇》中;有时通过它“将生命本身赋予身体”来确立,如在《斐多篇》中;有时通过它“不被其自身的恶所毁灭”来确立,如在《克里托篇》中。因为如果凡被毁灭之物都是被其自身的恶所毁灭,而灵魂不被其自身的恶所毁灭,那么灵魂就不被毁灭;式为第二格。再次,关于人是实体,我们有时通过“动物”这一中项来确立,有时通过“有灵魂者”这一中项来确立:每个人都是动物,每个动物都是实体,所以每个人都是实体;对于另一个情形也是同样。而当我们确立这一点时,我们推导出了一个结论,然而却不是一个推论;因为我们采用了不同的中项,并因此采用了不同的前提;因为说人是有灵魂者与说人是动物并非同一回事;在其他情形下也是同样。因此推论是多个的。同样,他说,即使我们使用同一个中项,然而对两端项不具有相同的关系,我们再次得出相同的结论,但却是通过不同的东西,并且再次因此缘故,由于中项的不同关系,推论不是一个而是多个;因为这正是在推论中具有决定权的东西。例如,当我们既通过第一格,又通过第二格,并且通过第三格来证明特称否定命题时;因为在这里结论也是一个,但推论是多个。即使推论是通过前推论确立的,推论也同样是多个,因为这里的结论也是多个;因为我们总是将前一个推论中得出的结论作为紧随其后的推论的前提。例如,当我们意图通过“美”这一中项来表明“正义是善”时,如下所示:正义是美的,美的是善的,因此正义是善的。于是我们通过前推论确立这个推论。因为凭什么说正义是美的呢?正义是值得称赞的;因为没有人称赞不义者,而是称赞正义者,甚至那些行不义之事的人自己也是如此;值得称赞的是美的;因此正义是美的。又凭什么说美的是善的呢?我们再次这样说:美的是值得追求的;因为美的事物使人转向自身,并使人爱上自身,由此它也得到了这个名字,因为它召唤(kaloun)万物归向自身,并被称为美善;值得追求的是善的;因此美的是善的。凭什么说值得追求的是善的?值得追求的是有益的;因为没有人追求有害之物;有益的是善的;因此值得追求的是善的。凭什么说正义是善的?正义是美的;美的是值得追求的;因此正义是值得追求的。正义是值得追求的;值得追求的是有益的;因此正义是有益的。正义是有益的;有益的是善的;因此正义是善的。因此,即使我们通过前推论来完成推论,推论也是多个的。然而,如果我们不是通过前推论来完成推论,而是通过联结结论本身构成一个推论,例如:正义是值得称赞的,值得称赞的是美的,美的是值得追求的,值得追求的是有益的,有益的是善的,因此正义是善的,那么,他说,这个推论虽然是通过更多的词项完成的,然而它是复合的而不是单纯的。但是讨论所关涉的是单纯的推论,即必然通过三个且仅三个词项来完成推论,因为即使在这里,直接的、具有决定权并确立了所提论题的词项也是三个:正义、有益、善。
- 2.221διά τινος ἀλλοτρίου ὅρου σχέσιν ἔχοντος πρὸς ἄμφω τούτους καὶ δι’ ἑαυτοῦ ἢ συνάγοντος ἢ διιστῶντος τοὺς ἄκρους
属格分词 σχέσιν ἔχοντος 和 ἢ συνάγοντος ἢ διιστῶντος 均为介词 διά 的宾语 ἀλλοτρίου ὅρου 的限定性修饰语,阐明了中项关涉两端项并通过自身将其结合或分离的定义性功能。
- 2.221ὁμοίως δέ, φησί, καὶ ἐὰν τῷ αὐτῷ μὲν μέσῳ ὅρῳ χρησώμεθα μὴ τὴν αὐτὴν μέντοι σχέσιν ἔχοντι πρὸς τὰ ἄκρα
与格分词 μὴ τὴν αὐτὴν μέντοι σχέσιν ἔχοντι 与 χρησώμεθα 的宾语 τῷ αὐτῷ μέσῳ ὅρῳ 一致。它指的是中项本身虽相同,但通过不同的格配置使其与两端项的关系各异的情形。
- 2.221περὶ δὲ τῶν ἁπλῶν ὁ λόγος, ὅτι ἀνάγκη διὰ τριῶν καὶ μόνων ὅρων περαίνεσθαι, ὁπότε κἀνταῦθα οἱ προσεχεῖς ὅροι καὶ τὸ κῦρος ἔχοντες τρεῖς εἰσιν
主句省略了系动词 ἐστί(περὶ δὲ τῶν ἁπλῶν ὁ λόγος [ἐστί]),骨干为“讨论是关于单纯推论的”。ὅτι 引导的从句同格补充了该讨论的内容(即单纯推论必然由三词项完成),接下来的 ὁπότε 从句则作为原因连词引出理由(“因为即使在此处,起决定作用的词项也只有三个”)。
