- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:255.1-256.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯解释了前提的性质(肯定/否定、模态、真假、显明性)如何对应于结论的规则(41b27–31),随后结合抄本异文阐明了完全推论与不完全或可能推论的区别(41b32)。
" Δῆλον δὲ καὶ ὅτι ἐν ἅπαντι συλλογισμῷ ἢ ἀμφοτέρας ἢ τὴν ἑτέραν πρότασιν ἀνάγκη ὁμοίαν γίνεσθαι τῷ συμπεράσματι." Ἐὰν γὰρ ᾖ καταφατικὸν τὸ συμπέρασμα, ἀνάγκη ἀμφοτέρας εἶναι καταφατικάς, ἐὰν ἀποφατικόν, τὴν ἑτέραν, ἐὰν ἀναγκαῖον ἢ ἐνδεχόμενον ἢ ὑπάρχον, ἢ ἀμφοτέρας ἢ τὴν ἑτέραν.
“并且同样显明的是,在每一个推论中,必然要么两个前提都与结论相似,要么其中一个与结论相似。” 因为如果结论是肯定的,就必然两个前提都是肯定的;如果是否定的,则是其中一个;如果是必然的、或可能的、或断定的,则是两个或其中一个。
"Ἐπισκέψασθαι δὲ δεῖ καὶ τὰς ἄλλας κατηγορίας." Οἷον ἐὰν ἔνδοξον ᾖ τὸ συμπέρασμα ἢ ἀληθές, ἀνάγκη ἢ ἀμφοτέρας ἢ τὴν μίαν εἶναι ὁμοίαν, ἐὰν δυνατόν, ἢ τὴν μίαν ἢ τὰς ἀμφοτέρας· ὁμοίως καὶ ἐὰν ψευδές, καὶ ἐπὶ πάντων τῶν τοιούτων. πλὴν διαλλάττει μόνον ἐπί τε τοῦ ἀληθοῦς καὶ ἐπὶ τοῦ δήλου, δυνατὸν 〈ὂν〉 ἀληθὲς συμπέρασμα ἐπὶ ψευδῶν προτάσεων συμπερανθῆναι·1 οἷον ἐὰν εἴπω ὅτι ὁ ἄνθρωπος ποιότης, ἡ ποιότης οὐσία, συνάγεται ὅτι ὁ ἄνθρωπος οὐσία, καὶ ἔστιν ἀληθές· αἱ μέντοι προτάσεις ἀμφότεραί εἰσι ψευδεῖς. καὶ ἐπὶ τοῦ δήλου δὲ οὐ πάντως ἀνάγκη καὶ τὰς προτάσεις δήλας εἶναι. οἷον ἔστι δῆλον ὅτι ἔστιν ἔκλειψις· ἐὰν οὖν δέοι τοῦτο συλλογίσασθαι, λέγω οὕτως· ἡ σελήνη μὴ ἔχουσα οἰκεῖον τὸ φῶς ἐμπίπτει εἰς τὸ σκίασμα τῆς γῆς· πᾶν τὸ ἐμπῖπτον εἰς τὸ σκίασμα τῆς γῆς, εἰ μὴ ἔχοι οἰκεῖον φῶς, ἐκλιμπάνει· ἡ σελήνη ἄρα ἐκλιμπάνει. εἰσὶ δὲ ἐν τούτῳ τῷ συλλογισμῷ αἱ μὲν προτάσεις ἄδηλοι τοῖς μὴ δι’ ἀστρονομίας ἠγμένοις, τὸ μέντοι συμπέρασμα δῆλον· τῇ αἰσθήσει γὰρ ἔχει τὸ πιστόν. φασὶ δὲ ὅτι οὐ πάντως οὐδὲ τὸ ἄδηλον συμπέρασμα ἀδήλους ἔχει τὰς προτάσεις· εἰ γὰρ δέοι τὸ ἄδηλον δι’ ἀδήλων δείκνυσθαι, πῶς ἂν εἴη δεδειγμένον; ζητητέον δὲ τούτου παράδειγμα.
“而且也应当考察其他的述谓。” 例如,如果结论是公认的或真实的,就必然要么两个要么一个是相似的;如果是可能的,就必然是一个或两个;同样,如果是虚假的,以及在所有此类情形下也是如此。只是仅在真实与显明的情形下有所不同,因为在虚假的前提下得出真实的结论是可能的。例如,如果我说人是性质,性质是实体,便推导出人是实体,并且这是真实的;然而前提两个都是虚假的。在显明的情形下,前提也绝非必然同样是显明的。例如,存在月食[或日食]是显明的;那么如果必须推论这一点,我这样说:月亮由于没有自身的光而落入地球的阴影中;凡落入地球阴影中的东西,如果没有自身的光,就会发生食;因此月亮发生食。在这个推论中,对于那些没有受过天文学引导的人来说前提是不显明的,然而结论却是显明的;因为它通过感觉获得了确信。但人们说,不显明的结论也绝非必然拥有不显明的前提;因为如果必须通过不显明之物来证明不显明之物,它又如何能被证明了呢?但必须寻找关于此点的例子。
"Φανερὸν δὲ καὶ ἁπλῶς πότε ἔσται καὶ πότε οὐκ ἔσται συλλογισμός, καὶ πότε δυνατὸς καὶ πότε τέλειος." Δῆλον ὅτι τέλειοι μὲν οἱ ἐν πρώτῳ σχήματι, ἀτελεῖς δὲ οἱ ἐν δευτέρῳ καὶ τρίτῳ, διότι δέονται ἀντιστροφῆς· οὓς διὰ τοῦ δυνατοῦ σημαίνει· δυνάμει γὰρ ἔχουσι τὴν τελειότητα καὶ οὐκ ἐνεργείᾳ. ἐὰν δὲ προσκέηται ἔν τισιν ἀντιγράφοις τὸ ἀτελές, τὸ μὲν ἀτελὲς νοήσομεν ὁμοίως καὶ ἐπὶ τῶν ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι, ἐπειδὴ καὶ αὐτὸς ἀτελεῖς αὐτοὺς ἐκάλεσε, δυνατοὺς δὲ λέξομεν συλλογισμοὺς τοὺς δεομένους ἔξωθεν προτάσεως εἰς τελείωσιν τοῦ δηλουμένου.2 οἷον τί λέγω; βουλόμενος δεῖξαι ὅτι ἡ ψυχὴ ἀθάνατος λέγω οὕτως, ὅτι ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος. λέγω τοῦτον τὸν συλλογισμὸν δυνατὸν εἶναι, διότι ἐλλείπει ἔξωθεν πρότασις εἰς τελείαν δεῖξιν τοῦ δηλουμένου, δυνάμει μέντοι ἔνεστιν ἡ ἐλλείπουσα πρότασις ἐν τῷ συλλογισμῷ· ἐλλείπει μὲν γὰρ ὅτι τὸ αὐτοκίνητον ἀεικίνητον, τὸ ἀεικίνητον ἐξ ἀνάγκης ἀθάνατον· δυνάμει μέντοι ἐν τῷ αὐτοκινήτῳ ἐστὶ καὶ τὸ ἀεικίνητον· πᾶν γὰρ αὐτοκίνητον ἀεικίνητόν ἐστι.
“并且一般而言,何时会有推论何时不会有推论,以及何时是可能的何时是完全的,也是显明的。” 显明的是,第一格中的推论是完全的,而第二格和第三格中的是不完全的,因为它们需要换位;他通过“可能的”来指代这些推论;因为它们在潜能上拥有完全性,而不是在现实上。但如果在某些抄本中增添了“不完全的”,我们同样把“不完全的”理解为适用于第二格和第三格中的推论,因为他自己也称它们为不完全的;而我们将把为了所表明之事的完全实现而需要外部前提的那些推论称为“可能的”。例如,我说的是什么呢?如果想证明灵魂是不朽的,我这样说:灵魂是自动的,自动者是不朽的,因此灵魂是不朽的。我说这个推论是可能的,因为为了对所表明之事进行完全的证明,缺少了一个外部的前提;然而,所缺少的前提在潜能上存在于该推论中。因为缺少的是:“自动者是恒动者,恒动者必然是不朽的”;然而,恒动者在潜能上也存在于自动者之中;因为凡是自动者都是恒动者。
- 2.219δυνατὸν 〈ὂν〉 ἀληθὲς συμπέρασμα ἐπὶ ψευδῶν προτάσεων συμπερανθῆναι
此处补充了分词 ὄν,构成非人称绝对宾格结构(accusative absolute),表示情况或原因:“在虚假前提下推出真实结论是可能的”。它紧承主动词 διαλλάττει(“有所不同”),解释为何在真实与显明的情形下规则会出现例外。
- 2.220δυνατοὺς δὲ λέξομεν συλλογισμοὺς τοὺς δεομένους ἔξωθεν προτάσεως εἰς τελείωσιν τοῦ δηλουμένου
动词 λέξομεν(“我们将称……”)构成的双重宾格结构。带冠词的分词短语 τοὺς δεομένους...(“需要……的[推论]”)作直接宾语,而 δυνατοὺς... συλλογισμούς 作宾语补足语(谓词性宾格,“可能的推论”)。
