- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:253.26-254.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯以等腰三角形底角相等的几何证明为例,详细说明了推论中全称前提的不可或缺性,并阐释了得出全称结论与特称结论对于前提数量的规定。
" Μᾶλλον δὲ γίνεται φανερὸν ἐν τοῖς διαγράμμασιν, οἷον ὅτι τοῦ ἰσοσκελοῦς ἴσαι αἱ πρὸς τῇ βάσει." Ὅτι, φησίν, ἀνάγκη πᾶσα ἐν τοῖς συλλογισμοῖς εἶναί τινα καθόλου πρότασιν, φανερόν ἐστι μᾶλλον ἐν ταῖς γεωμετρικαῖς μεθόδοις. ὅταν γὰρ ὁ γεωμέτρης βούληται δεῖξαι ὅτι τοῦ ἰσοσκελοῦς τριγώνου ἴσαι εἰσὶν αἱ πρὸς τῇ βάσει γωνίαι, ἐπειδὴ τὸ ἰσοσκελὲς τρίγωνον γίνεται διὰ τῶν ἀγομένων διὰ τοῦ κέντρου εὐθειῶν γινομένης τῆς βάσεως δι’ ἑτέρας εὐθείας ἀποτεμνούσης τμῆμά τι τοῦ κύκλου,1 συλλογίζεται οὕτως· ἐπειδὴ παντὸς ἡμικυκλίου αἱ γωνίαι ἴσαι ἀλλήλαις εἰσίν, ἡμικυκλίου δὲ γωνίαι ἡ ΑΓ καὶ ἡ ΒΔ, ἴσαι ἄρα ἀλλήλαις ἔσονται· λαμβάνομεν γὰρ ἐνταῦθα οὐ τοῦ ἰσοσκελοῦς τὰς γωνίας ἀλλὰ τῶν ἡμικυκλίων τῶν τεμνομένων διὰ τῶν ΑΒ εὐθειῶν τῶν ἠγμένων διὰ τοῦ κέντρου. ἔχει οὖν τέως ὅτι τοῦ ἡμικυκλίου ἴσαι εἰσὶν αἱ γωνίαι. ἐπειδὴ δὲ ἡ βάσις τοῦ τριγώνου τμῆμά τι τοῦ κύκλου ἀποτέμνει, παντὸς δὲ τμήματος κύκλου ἴσαι εἰσὶν αἱ γωνίαι, ἴσαι ἄρα εἰσὶ καὶ αἱ ΓΔ τοῦ τμήματος γωνίαι. οὐκοῦν ἴση μὲν ἡ ΑΓ τῇ ΒΔ γωνίᾳ, τουτέστι τοῦ ἡμικυκλίου· ἴσαι δὲ καὶ αἱ τοῦ τμήματος, ἡ Γ καὶ ἡ Δ. ἐὰν δὲ ἀπὸ ἴσων ἴσα ἀφέλῃς, τὰ καταλειπόμενα ἴσα γίνεται· ἀφαιρεθεῖσαι ἄρα ἐκ τῶν ΑΓ καὶ ΒΔ γωνιῶν ἴσων οὐσῶν αἱ Γ καὶ Δ ἴσαι οὖσαι τὰ καταλειφθέντα ἴσα ἐποίησαν,2 λέγω δὲ τὴν Ε καὶ τὴν Ζ γωνίαν, αἵπερ εἰσὶ τοῦ ἰσοπλεύρου γωνίαι. οὕτως οὖν ὁ γεωμέτρης πανταχοῦ τὴν καθόλου παραλαμβάνει πρότασιν· ἄνευ δὲ ταύτης οὐκ ἂν συλλογίσοιτο. εἰ γὰρ εἶπεν ὅτι ἴση ἐστὶν ἡ ΑΓ γωνία τῇ ΒΔ, μὴ εἰπὼν ὅτι παντὸς ἡμικυκλίου ἴσαι εἰσὶν αἱ γωνίαι, οὐ συνελογίζετο, ἀλλὰ τὸ ἀμφίβολον ὡς ὁμολογούμενον ἐλάμβανεν. ὁμοίως δὲ καὶ εἰ τὴν Γ καὶ Δ ἔλεγεν ἴσας εἶναι μὴ προστιθεὶς ὅτι καὶ παντὸς τμήματος ἴσαι εἰσὶν αἱ γωνίαι, αἴτημα ἦν καὶ οὐ συλλογισμὸς τὸ λεγόμενον. καὶ πάλιν εἰ ἔλεγεν ‘ἐπειδὴ ἀφείλομεν ἀπὸ τῶν ΑΓ καὶ ΒΔ γωνιῶν τὴν Γ καὶ τὴν Δ, ἀνάγκη τὰς καταλειπομένας Ε καὶ Ζ ἴσας εἶναι’ μὴ προστιθεὶς ὅτι ἀπὸ δὲ τῶν ἴσων ἐὰν ἴσα ἀφέλῃς, τὰ καταλειπόμενα ἴσα γίνεται, οὐκ ἂν συνελογίζετο. δῆλον οὖν ἐκ τούτου ὅτι οὐκ ἂν γένοιτο συλλογισμὸς δίχα καθολικῆς προτάσεως.
“但在图示中变得更为明显,例如等腰[三角形]底部的[角]是相等的。” 他说,在各推论中完全有必要存在某种全称命题,这一点在几何学的方法中更为明显。因为每当几何学者想要表明等腰三角形底部的角是相等的时,由于等腰三角形是由过圆心所引的直线所生成,而底边是由截取圆的某个弓形的另一条直线所生成,所以他这样推论:因为凡半圆的角都彼此相等,而ΑΓ与ΒΔ是半圆的角,所以它们将彼此相等;因为我们在这里采纳的不是等腰[三角形]的角,而是由过圆心所引的直线Α和Β所截出的各半圆的角。因此,他暂且得出半圆的角是相等的。但是,由于三角形的底边截取了圆的某个弓形,而凡圆的弓形的角都是相等的,所以弓形的角Γ和Δ也是相等的。因此,角ΑΓ与角ΒΔ相等,即半圆的角[相等];而弓形的角Γ与Δ也是相等的。但如果从相等者中减去相等者,余量就变得相等;因此,Γ和Δ既然相等,从相等的角ΑΓ和ΒΔ中被减去,就使得余量相等了——我指的是角Ε和角Ζ,它们正是等边[三角形]的角。因此几何学者就是这样处处采纳全称命题的;而没有全称命题他就无法推论。因为如果他说了角ΑΓ与ΒΔ相等,却没有说凡半圆的角都是相等的,他就不是在推论,而是把有争议的事当作已被合意的事来采纳了。同样,即使他说Γ与Δ相等,却没有补充说凡弓形的角也都是相等的,所说的话也是公设[乞题]而非推论。再者,如果他说“既然我们从角ΑΓ和ΒΔ中减去了Γ和Δ,余下的Ε与Ζ必然相等”,却没有补充说“如果从相等者中减去相等者,余量就变得相等”,他也就不曾是在推论。因此由此显明,没有全称命题就不可能产生推论。
"Καὶ ὅτι τὸ μὲν καθόλου ἐξ ἁπάντων τῶν ὅρων καθόλου δείκνυται." Οὐδέποτε γὰρ γίνεται συμπέρασμα καθόλου μὴ πασῶν τῶν προτάσεων καθόλου οὐσῶν.
“并且,全称[结论]是由所有词项皆为全称所表明的。” 因为如果不是所有前提都是全称的,就绝不会得出全称结论。
"Τὸ δ’ ἐν μέρει καὶ οὕτως κἀκείνως." Δύναται γὰρ μερικὸν συνάγεσθαι συμπέρασμα καὶ μὴ οὐσῶν ἀμφοτέρων τῶν προτάσεων καθόλου, οἷά ἐστι τὰ ἐν πρώτῳ σχήματι μερικὰ συμπεράσματα· ἐνδέχεται δὲ καὶ τὰς μὲν προτάσεις καθόλου εἶναι τὸ δὲ συμπέρασμα μερικόν, ὥσπερ τὰ ἐν τρίτῳ σχήματι.
“而特称[结论]既可以这样[表明],也可以那样[表明]。” 因为即使并非两个前提都是全称的,也能得出特称结论,就像第一格中的那些特称结论一样;但也可能各前提是全称的而结论是特称的,正如第三格中的那些一样。
- 2.215ἐπειδὴ τὸ ἰσοσκελὲς τρίγωνον γίνεται διὰ τῶν ἀγομένων διὰ τοῦ κέντρου εὐθειῶν γινομένης τῆς βάσεως δι’ ἑτέρας εὐθείας ἀποτεμνούσης τμῆμά τι τοῦ κύκλου
在 ἐπειδὴ 从句内部嵌入了独立属格结构 γινομένης τῆς βάσεως δι’ ἑτέρας εὐθείας ἀποτεμνούσης...,作为伴随情况对主语 τὸ ἰσοσκελὲς τρίγωνον 和谓语动词 γίνεται 补充说明底边的作图条件。
- 2.215ἀφαιρεθεῖσαι ἄρα ἐκ τῶν ΑΓ καὶ ΒΔ γωνιῶν ἴσων οὐσῶν αἱ Γ καὶ Δ ἴσαι οὖσαι τὰ καταλειφθέντα ἴσα ἐποίησαν
句子的核心骨架是主语 αἱ Γ καὶ Δ ἴσαι οὖσαι、谓语动词 ἐποίησαν、宾语 τὰ καταλειφθέντα 以及宾语补足语 ἴσα。被动分词 ἀφαιρεθεῖσαι 在主格阴性复数上与主语 αἱ Γ καὶ Δ 一致,表达因果/伴随关系:“相等的角Γ和Δ从相等的角ΑΓ与ΒΔ中被减去,使得剩余的部分相等”。
