← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§252.24-253.25

三段论中肯定前提与全称前提的必要性

斐洛庞诺斯讨论了亚里士多德关于任何推论都必须具备肯定前提和全称前提的定理,驳斥了前人关于缺乏全称前提时推论失效的三种情况(不成推论、偏离论题、乞题)的错误解释,并提出了正确的理解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.213

" Ἔτι δὲ ἐν ἅπαντι δεῖ κατηγορικόν τινα τῶν ὅρων εἶναι1 καὶ τὸ καθόλου ὑπάρχειν." Πάντα τὰ νῦν παραδιδόμενα θεωρήματα ἐκ τῶν προαποδεδειγμένων ἀνακεφαλαιοῦται· ἐκ γὰρ τῶν προειρημένων, φησί, δῆλον ἡμῖν ἔσται ὅτι δύο ἀποφατικαὶ ἢ δύο μερικαὶ οὐδέποτε ποιοῦσι συλλογισμόν.

“此外,在每一个[推论]中,各词项中必须有一个是肯定的,且必须具有全称。” 现在所传授的一切定理都是根据此前已证明的内容加以概括的;因为他说,根据前述内容,我们将清楚地看到,两个否定命题或两个特称命题绝不能构成推论。

§2.214

"Ἄνευ γὰρ τοῦ καθόλου ἢ οὐκ ἔσται συλλογισμὸς ἢ οὐ πρὸς τὸ προκείμενον, ἢ τὸ ἐξ ἀρχῆς αἰτήσεται." Εἰ μὴ ἔχοιεν, φησίν, αἱ ἐν τῷ συλλογισμῷ παραλαμβανόμεναι προτάσεις καθολικὴν πρότασιν, ἀσυλλόγιστοι γίνονται· ἐὰν γὰρ βουληθεὶς δεῖξαι, ὅτι ἡ μουσικὴ ἡδονὴ σπουδαία ἐστίν, εἴπω ‘ἡ μουσικὴ ἡδονὴ ἡδονή ἐστιν, ἡ ἡδονὴ σπουδαία ἐστίν’, εἶτα συμπεράνω, ἀσυλλογίστως περαίνω, ἐπειδὴ αἱ ἀδιόριστοι ἰσοδυναμοῦσι ταῖς μερικαῖς. Ἢ οὐ πρὸς τὸ προκείμενον. τοῦτο οὕτως ἐξηγοῦνται· ἐάν, φησίν, εἰπὼν ‘ἡ μουσικὴ ἡδονὴ ἡδονή ἐστιν’ ἐπαγάγω ‘πᾶσα ἡ ἀπὸ τοῦ γεωμετρεῖν ἡδονὴ σπουδαία ἐστίν’, εἶτα συμπεράνω, οὐ τοῦ προκειμένου ἀλλ’ ἄλλου ἐποίησα τὸν συλλογισμόν. μερικὴν δέ, φασί, λέγομεν εἶναι καὶ ταύτην τὴν πρότασιν, ἐπειδὴ οὐ τὴν καθόλου2 ἡδονὴν παρελάβομεν ἀλλὰ τὴν γεωμετρικήν, εἰ καὶ πᾶσαν. λέγω οὖν πρὸς τοῦτο ὅτι μάλιστα μὲν εἰπόντες ‘ἡ μουσικὴ ἡδονὴ ἡδονὴ σπουδαία ἐστίν’, εἶτα ἐπαγαγόντες ‘πᾶσα ἡ γεωμετρικὴ ἡδονὴ σπουδαία ἐστίν’ ἄλλον ἐποιήσαμεν τὸν μέσον ὅρον· δεῖ δὲ τὸν αὐτὸν εἶναι ἐν ταῖς δύο προτάσεσιν. ἔπειτα εἰπόντες ‘πᾶσα’ καθόλου ἐποιήσαμεν τὴν πρότασιν· ᾧ γὰρ ἂν τὸ ‘πᾶς’ πρόσκειται, καθόλου γίνεται· πρὸς γὰρ τὸν προσδιορισμόν, οὐ τὸν ὅρον τὸ καθόλου, ὡς ὅταν εἴπω ‘πᾶς ἄνθρωπος’· διὰ γὰρ τὸ ζῷον οὐ καθόλου ὁ ἄνθρωπος. αὐτὸς δὲ ὑποθέμενος τὰς δύο μερικὰς οὕτω τὰ ἑξῆς προσέθηκε καὶ οὐδὲ τῷ ‘πᾶς’ ἐχρήσατο. ὥστε ψευδὴς ἡ τούτων ἐξήγησις. σκόπει οὖν μὴ οὕτως μᾶλλον ἀληθεύει τις3 τὸ ῥητὸν ἐξηγούμενος. ἐάν, φησίν, εἴπω ὅτι ἡ μουσικὴ ἡδονὴ ἡδονή ἐστιν, εἶτα προσθῶ τὴν ἑτέραν πρότασιν λέγων ‘τὶς ἡδονὴ σπουδαία ἐστί’ (ταὐτὸν δέ ἐστι κἂν ἀπροσδιόριστον εἴπω, ἐπειδὴ τὸ μερικὸν ἀληθεύει ἐπὶ τῆς ἡδονῆς), ταύτην τὴν τινὰ ἡδονὴν ἣν εἶπον σπουδαίαν εἶναι εἰ μὲν ἄλλην τινὰ ἔλαβον, φέρε εἰπεῖν τὴν γεωμετρικήν, οὐδὲν ἔσται πρὸς τὸ προκείμενον· οὐ γάρ, εἰ ἡ γεωμετρικὴ σπουδαία, παρὰ τοῦτο καὶ ἡ μουσική· εἰ δὲ εἰπὼν τινὰ ἡδονὴν εἶναι σπουδαίαν ταύτην τὴν τινὰ ἐπὶ τῆς μουσικῆς φέρω, ὡσανεὶ ἔλεγον ‘ἡ μουσικὴ ἡδονὴ ἡδονή ἐστιν, ἡ μουσικὴ ἡδονὴ σπουδαία ἐστί’, τὸ ἐξ ἀρχῆς αἰτοῦμαι, τουτέστι τὸ ζητούμενον ὁμολογούμενον ἔλαβον. δῆλος δὲ καὶ αὐτὸς ἐν τοῖς ἐπαγομένοις τοῦτο βουλόμενος.

“因为没有全称,或者不会有推论,或者推论不针对所提出的论题,或者将会乞题。” 他说,如果推论中采纳的前提不包含全称命题,它们就会成为不成推论的。因为如果我想表明音乐的快乐是善好的,而说“音乐的快乐是快乐,快乐是善好的”,然后得出结论,那我就是不成推论地得出结论,因为无定命题等价于特称命题。“或者不针对所提出的论题”:对于这一点,他们是这样解释的:他说,如果我说过“音乐的快乐是快乐”之后,又添加上“凡来自研究几何学的快乐都是善好的”,然后得出结论,那我所作的推论就不是针对所提出的论题,而是针对另一件事情;并且他们主张,我们称这个前提也是特称命题,因为我们采纳的不是全称的快乐,而是几何学的快乐,即使是全部的几何学快乐。因此,对此我指出:首先,在说了“音乐的快乐是快乐”,随后又添加“所有几何学的快乐都是善好的”时,我们已经把中项变成了不同的词项;然而中项在两个前提中必须是相同的。其次,通过说“所有”,我们已经使这个前提变成了全称命题;因为无论“所有”附加于什么,它都会变成全称的;因为全称取决于量词的限定,而不取决于词项本身,正如我说“所有人”一样——因为由于动物,人并不是全称的。但他[亚里士多德]自己是在假定两个特称命题的情况下这样添加下文的,甚至根本没有使用“所有”。因此他们的解释是错误的。那么,请看解释这一文本的人若作如下理解是否更为符合真理:他说,如果我说音乐的快乐是快乐,然后添加另一前提说“某种快乐是善好的”(即使以无定命题表达也是一样的,因为特称对于快乐来说是真实的),如果我把这个我说过是善好的“某种快乐”当作某种其他的快乐,比方说是几何学的快乐,那么这就完全与所提出的论题无关;因为并不会由于几何学的快乐是善好的,音乐的快乐也因此就是善好的;但如果我说某种快乐是善好的之后,把这个“某种”应用到音乐的快乐上,就好像我说“音乐的快乐是快乐,音乐的快乐是善好的”,我就是在乞题,也就是说我把所探求的事物当作已经合意的事物采纳了。而在接下来的文句中,显然他自己也是这个意思。

语法注3 条
  1. 2.213κατηγορικόν τινα τῶν ὅρων εἶναι

    κατηγορικόν 为阳性单数宾格形容词,在此作宾格加不定式结构中的谓语,搭配 τινα τῶν ὅρων(词项中的某一个)。在亚里士多德的语境中,它指诸词项之间必须有其一是肯定陈述的关系(即至少有一个肯定前提),正如斐洛庞诺斯在后文解释两个否定命题(δύο ἀποφατικαί)不能构成推论所表明的那样。

  2. 2.214πρὸς γὰρ τὸν προσδιορισμόν, οὐ τὸν ὅρον τὸ καθόλου

    此处省略了系动词(ἐστί)。主语 τὸ καθόλου(全称性)带介词短语 πρὸς τὸν προσδιορισμόν 以及省略了介词的 οὐ [πρὸς] τὸν ὅρον 作为表语,表明命题的全称性取决于量词限定辞,而非词项本身。

  3. 2.214σκόπει οὖν μὴ οὕτως μᾶλλον ἀληθεύει τις

    由命令式 σκόπει 引出带有陈述式现在时 ἀληθεύει 的 μή 从句,表达委婉的断定或推测:“试看……是否更为真实”。斐洛庞诺斯借此促使读者审视他所主张的更合理的解释。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:252.24-253.25