- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:251.1-252.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了亚里士多德关于归谬法(归于不可能的推论)以及一般假言推论均可归入三格的论述(41a21–41a37),阐明了归谬法中假前提的直言推论性质,并支持亚历山大的观点,将“替换采纳项”严格解释为需要证明的附加前提。
" Ὅτι μὲν οὖν οἱ δεικτικοὶ περαίνονται διὰ τῶν προειρημένων σχημάτων, φανερόν. ὅτι δὲ καὶ οἱ εἰς τὸ ἀδύνατον, δῆλον ἔσται διὰ τούτων· πάντες γὰρ οἱ διὰ τοῦ ἀδυνάτου περαίνοντες τὸ μὲν ψεῦδος συλλογίζονται, τὸ δ’ ἐξ ἀρχῆς ἐξ ὑποθέσεως δεικνύουσιν, ὅταν ἀδύνατόν τι συμβαίνῃ τῆς ἀντιφάσεως τεθείσης." Ἐν τοῖς δι’ ἀδυνάτου συλλογισμοῖς, ἐπεὶ μὴ ἔστιν αὐτόθεν τὸ προκείμενον δεῖξαι, τίθεμεν αὐτὸ ὡς ἐν ὑποθέσει, εἶτα τὴν ἀντίφασιν τούτου ἢ τὸ ἐναντίον λαβόντες, ἐὰν ἄμεσον ᾖ, τοῦτο κατηγορικῶς κατασκευάζομεν, ἐπειδὴ πᾶσα ἀνάγκη ἐν τοῖς τοιούτοις τὸ ἕτερον ἀληθεύεσθαι ἢ ψεύδεσθαι, καὶ εὑρηκότες τούτῳ ψεῦδος ἀκολουθοῦν ἅτε δὴ ψευδῶς εἰλημμένῳ τοῦτο μὲν ἀπαγορεύομεν, τὴν δὲ ἐξ ἀρχῆς ὑπόθεσιν λοιπὸν ἐξ ἀνάγκης τίθεμεν. τοῦτο οὖν ἐστιν ὅ φησιν, ὅτι ἀεὶ ἐν τοῖς δι’ ἀδυνάτου συλλογισμοῖς τὸ παραληφθὲν ψεῦδος εἰς κατασκευὴν τοῦ ἀδυνάτου τοῦτό ἐστι τὸ κατηγορικῶς συλλογιζόμενον. οἷον, φησί, καὶ ὁ γεωμέτρης ἐποίησε· βουλόμενος γὰρ δεῖξαι, ὅτι ἡ διάμετρος τῇ πλευρᾷ ἀσύμμετρός ἐστι, καὶ τοῦτο μὴ ἔχων ἐξ εὐθείας δεῖξαι φησὶν ὅτι, εἰ μὴ τοῦτο, πάντως σύμμετρος ἔσται· ἀλλὰ μὴν εἰ σύμμετρος εἴη, συμβαίνει τὸν αὐτὸν ἀριθμὸν ἄρτιον εἶναι καὶ περιττόν· 〈ὃ〉 ὅτι ἀνάγκη συμβαίνειν τῆς διαμέτρου συμμέτρου τεθείσης,1 ἐκβάλλει μὲν τοῦτο, εἰσάγει δὲ ἐξ ἀνάγκης τὴν ἐξ ἀρχῆς ὑπόθεσιν, λέγω δὲ τὴν ὅτι ἀσύμμετρος· εἰ γὰρ ψεῦδος τὸ ‘σύμμετρος’, ἀνάγκη τὸ ‘ἀσύμμετρος’ ἀληθὲς εἶναι. οὐκοῦν εἰ πᾶς δι’ ἀδυνάτου τὸ ψεῦδος κατηγορικῶς συλλογίζεται, οἱ δὲ κατηγορικοὶ πάντες ὑπὸ τὰ τρία ἀνήγοντο σχήματα, εἰκότως καὶ οἱ δι’ ἀδυνάτου ὑπὸ ταῦτα ἀναχθήσονται. εἴπομεν δὲ ἤδη καὶ περὶ τῶν λοιπῶν ὑποθετικῶν, πῶς καὶ αὐτοὶ ὑπὸ ταῦτα ἀνάγονται. Ὅταν ἀδύνατόν τι συμβαίνῃ τῆς ἀντιφάσεως τεθείσης. ἀντίφασιν λέγει τὸ ἕτερον μόριον τὸ ἀντιφατικῶς ἀντικείμενον τῷ ἐξ ἀρχῆς ὑποτεθέντι, οἷον τῷ ἀσυμμέτρῳ τὸ σύμμετρον.
“因此,直接的[推论]通过前述各格得出结论,这是显而易见的。而归于不可能的[推论]也是如此,通过以下考量便会清楚;因为凡是通过不可能得出结论的人,都是推论出假,而在设定矛盾命题产生某种不可能的结果时,从假设出发显明最初的事情。” 在通过不可能的推论中,由于无法径直显明所提出的论题,我们把它如同置于假设中一样设定下来,接着选取它的矛盾命题,或者若属无中间项的对立则选取其相反命题,并直言地确立这一点;因为在这些情况下,二者之一或真或假乃是绝对必然的;并且当我们发现,既然它是被错误地采纳的,假的结果便随之而来,我们一方面否定这一点,另一方面现在就必然地设定最初的假设。因此,这就是他所说的话:在通过不可能的推论中,为了确立不可能之物而采纳的假,始终就是直言地被推论出的东西。例如,他说,几何学家也曾这样做;因为他希望表明对角线与边是不可通约的,而又不能径直表明这一点,便说如果不是这样,它在任何情况下都将是可通约的;但是,如果它是可通约的,结果同一个数就会既是偶数又是奇数;由于在设定对角线可通约时必然产生这一结果,他一方面排除了这一点,另一方面必然地引入了最初的假设,我指的是不可通约这一假设;因为如果“可通约”为假,那么“不可通约”为真就是必然的。所以,如果每一个通过不可能的[推论]都直言地推论出假,而一切直言推论都已被归入三个格之下,那么合理的是,通过不可能的推论也将被归入这些格之下。关于其余的假言推论,我们此前也已经说明了它们自身是如何被归入这些格之下的。“在设定矛盾命题产生某种不可能的结果时”:所谓矛盾命题,他是指与最初假设之物在矛盾意义上相对立的另一部分,例如与不可通约相对立的可通约。
"Ὡσαύτως δὲ καὶ οἱ ἄλλοι πάντες οἱ ἐξ ὑποθέσεως· ἐν ἅπασι γὰρ ὁ μὲν συλλογισμὸς γίνεται πρὸς τὸ μεταλαμβανόμενον, τὸ δ’ ἐξ ἀρχῆς περαίνεται δι’ ὁμολογίας ἤ τινος ἄλλης ὑποθέσεως·" Καὶ οἱ ἄλλοι, φησί, συλλογισμοὶ οἱ ὑποθετικοὶ ἀνάγονται ὑπὸ τὰ τρία σχήματα, διότι πᾶσι τούτοις ἡ μετάληψις κατηγορικῶς συλλογίζεται, οἱ δὲ κατηγορικοὶ ὑπὸ τὰ τρία σχήματα. τινὲς ἐξέλαβον τὸ μεταλαμβανόμενον οὐ τὴν μετάληψιν·2 οὐ γὰρ ἀεί, φασίν, ἡ μετάληψις μόνη δεῖται κατασκευῆς, ἀλλ’ ἔστιν ὅτε καὶ τὸ συνημμένον, καὶ δεῖ καὶ τοῦτο κατηγορικῶς συλλογίσασθαι. μεταλαμβανόμενον οὖν ἀκουστέον ἁπλῶς τὸ κατασκευῆς δεόμενον, εἴτε τὸ συνημμένον εἴη εἴτε ἡ μετάληψις. πρὸς τοῦτο δὲ καλῶς καὶ ὁ Ἀλέξανδρος, ὅτι κακῶς νενομίκασι·3 πρὸς γὰρ μόνην τὴν μετάληψιν τοῦτο ἀκουστέον. ἐὰν γὰρ τὸ συνημμένον ἄδηλον ᾖ, οὐδὲ ὅλως γενήσεται συλλογισμός· οὐ γὰρ συγχωρήσει ὁ προσδιαλεγόμενος. οἷον εἰ κινεῖταί τι, τοῦτο καὶ ἵπταται· αὐτόθεν ἐνίσταται τῷ συνημμένῳ καὶ οὐ συγχωρήσει προβῆναι τὸν συλλογισμόν. ἡ μέντοι μετάληψίς ἐστιν ἐν τοῖς συλλογισμοῖς ἡ ἀεὶ κατασκευῆς δεομένη. οἷον εἰ ἄνθρωπος, καὶ ζῷον· ἀλλὰ μὴν ἄνθρωπος· τοῦτο λοιπὸν κατασκευάσαι δεῖ· πόθεν γὰρ ὅτι ἄνθρωπος; καὶ ὅτι τοῦτο ἀληθές ἐστι, δηλοῖ καὶ αὐτός, ὅτι τὸ ἐξ ἀρχῆς περαίνεται δι’ ὁμολογίας, ὅτι εἰ ἄνθρωπος, καὶ ζῷον. ὥστε τὸ μὲν συνημμένον ὡς ὡμολογημένον λαμβάνει, τὴν δὲ μετάληψιν ὡς δεομένην κατασκευῆς. τὸ δὲ ἤ τινος ἄλλης ὑποθέσεως, οἷον ὅτι τὸ ἑνὶ ὑπάρχον τῶν ὁμοειδῶν, τοῦτο καὶ πᾶσιν. ὅπερ καὶ ὁ Ἀριστοτέλης ἐν τῷ Περὶ οὐρανοῦ ἐποίησε· λαβὼν γὰρ ὅτι ὁμοειδῆ τὰ οὐράνια, ὅπερ, φησίν, ἐφ’ ἑνὸς εὑρήσομεν, τοῦτο καὶ ἐπὶ πάντων ὁμολογεῖν ἀνάγκη, καὶ οὕτως συλλογίζεται σφαιρικὰ εἶναι πάντα ἐξ ἑνός, τῆς σελήνης, ἐκ τῶν φωτισμάτων αὐτῆς τοῦτο συλλογισάμενος. διαφέρει δὲ τοῦτο τῶν ἄλλων· ἐκεῖ μὲν γὰρ ἓν ἑνὶ λαμβάνομεν ἀκολουθοῦν· εἰ ἄνθρωπος, καὶ ζῷον· εἰ μὴ ζῷον, οὐδὲ ἄνθρωπος· ἐνταῦθα δὲ ἑνὶ πολλά.
“同样,所有其他根据假设的[推论]也是如此;因为在所有这些推论中,推论是针对替换采纳项而产生的,而最初的事情则是通过合意或某种其他假设得出结论的。” 他说,其他假言推论同样被归入三个格之下,因为在所有这些推论中,附加前提都是被直言地推论出的,而直言推论属于三个格之下。有些人把“替换采纳项”理解为不是指附加前提;因为他们说,并不始终只有附加前提才需要确立,而是有时条件命题也需要确立,并且这也必须被直言地推论出来。因此应当把“替换采纳项”直接理解为需要确立之物,无论它是条件命题还是附加前提。对此,亚历山大也正确地[指出]他们的想法是不恰当的;因为这一说法应当仅针对附加前提来理解。因为如果条件命题是不自明的,推论就根本不会产生;因为对话者不会予以承认。例如“如果某物在运动,它也在飞”;他会径直对条件命题提出异议,而不允许推论继续进行。然而,在推论中始终需要确立的乃是附加前提。例如“如果是人,也就是动物;但是它是人”;现在必须确立这一点;因为从何得知它是人?他自己也通过“最初的事情是通过合意得出结论的——即如果是人,也就是动物”表明了这一点是真实的。因此,他把条件命题视为已经合意的,而把附加前提视为需要确立的。至于“或通过某种其他假设”,例如同种事物中属于其中之一的也属于一切。这正是亚里士多德在《论天》中所做的事情;因为在采纳了天体乃同种这一前提后,他说凡是我们将在其一上发现的,对于一切也必然承认这一点,并以此方式推论出一切都是球形的,这是从其中之一即月球出发、根据其光照情况推论出这一点的。但这与其余情况有所不同;因为在那里我们采纳的是一事物伴随一事物——“如果是人,也就是动物;如果不是动物,也不是人”——而在这里则是多数事物伴随一事物。
- 2.211〈ὃ〉 ὅτι ἀνάγκη συμβαίνειν τῆς διαμέτρου συμμέτρου τεθείσης
此处补入的关系代名词 ὃ(同一个数既偶又奇)之后紧跟表示原因的连词 ὅτι。该从句解释了主句动词 ἐκβάλλει(主语为几何学家)的理由,即“正因为在对角线被设定为可通约时这必然发生,[几何学家便排除了这一点]”。
- 2.212τινὲς ἐξέλαβον τὸ μεταλαμβανόμενον οὐ τὴν μετάληψιν
动词 ἐκλαμβάνω 带双宾格的句式,意为“有些人把‘替换采纳项(τὸ μεταλαμβανόμενον)’理解为并非[指]附加前提(τὴν μετάληψιν)”。文本中的短语与作为其解释对象的词均作宾格。
- 2.212πρὸς τοῦτο δὲ καλῶς καὶ ὁ Ἀλέξανδρος, ὅτι κακῶς νενομίκασι
省略了述谓动词(如表示陈述或反驳的 εἶπε 等)的紧缩句,理解为“对此亚历山大也恰当地[指出]他们想错了”。ὅτι 引导的从句表明其批评的内容。
