← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§249.19-250.34

推论的三分法与前提联结及多前提格结构

菲洛波庞审视了亚里士多德的论述(41a4),指出在“直接的推论”、“针对这一项的推论”和“这一项相对于那一项的推论”的三分法中,第二种区分存在疑难,并探讨了前提与词项之间的联结。随后他解释在由多个前提构成的推论中(41a18),通过对所采纳前提的辅助确立,相同的推论格结构仍得以维持。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.209

" Ὁ μὲν γὰρ συλλογισμὸς ἁπλῶς ἐκ προτάσεών ἐστιν, ὁ δὲ πρὸς τόδε συλλογισμὸς ἐκ τῶν πρὸς τόδε προτάσεων, ὁ δὲ τοῦδε πρὸς τόδε1 διὰ τῶν τοῦδε πρὸς τόδε προτάσεων." Ὃ μὲν βούλεται λέγειν, τοῦτό ἐστιν, ὅτι ἁπλῶς μὲν πᾶς συλλογισμὸς διὰ προτάσεων περαίνεται, ἐὰν δὲ πρός τι ποιώμεθα τὸν συλλογισμόν * * * *. οἷον εἰ περὶ ψυχῆς βουλόμεθα δεῖξαι ἢ συλλογίσασθαι, οὐχ ὡρισμένως ὅτι ἀθάνατος ἢ ἀκίνητος ἢ ἀσώματος ἤ τι τοιοῦτον, ἀλλ’ ἁπλῶς καὶ ἀδιορίστως ζητοῦμεν τίνα ποτέ ἐστι τὰ τῇ ψυχῇ ὑπάρχοντα, δεῖ τὰς προτάσεις τὰς παραλαμβανομένας συνάπτειν πρὸς τὴν ψυχήν, ἐπεὶ 〈ἄλλως〉 οὐκ ἔσται πρὸς αὐτὴν συλλογισμός· ἐὰν δὲ ζητῶμεν εἰ ἡ ψυχὴ ἀθάνατος, δεῖ τὰς προτάσεις συνάπτειν καὶ πρὸς τὴν ψυχὴν καὶ πρὸς τὸ ἀθάνατον· ἄλλως γὰρ οὐκ ἔσται συλλογισμὸς τοῦ ἀθανάτου πρὸς τὴν ψυχήν, εἰ μὴ αἱ προτάσεις τοῦ συλλογισμοῦ καὶ πρὸς τὴν ψυχὴν καὶ πρὸς τὸ ἀθάνατον συνάπτουσι. καὶ ταῦτα μέν ἐστιν ἃ δοκεῖ λέγειν. ὅτι δὲ ἁπλῶς μὲν ὁ συλλογισμὸς ἐκ προτάσεων καὶ ὁ τοῦδε πρὸς τόδε συλλογισμός, φέρε εἰπεῖν τοῦ ἀθανάτου πρὸς τὴν ψυχήν, ἐκ τῶν συναπτουσῶν προτάσεων πρός τε τὸ ἀθάνατον καὶ τὴν ψυχὴν γίνεται, δῆλον· ἐν γὰρ τῷ συλλογισμῷ τῷ λέγοντι ὅτι ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀεικίνητον, τὸ ἀεικίνητον ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος, συνημμέναι εἰσὶν αἱ προτάσεις πρός τε τὸ ἀθάνατον καὶ τὴν ψυχήν. τὸ δὲ λέγειν, ὅτι ὁ πρὸς τοῦτο συλλογισμὸς ἐκ τῶν πρὸς τοῦτο προτάσεων, δοκεῖ περιττὸν καὶ ἀδιανόητον εἶναι· πᾶς γὰρ συλλογισμὸς τοῦδε πρὸς τόδε ἐστίν· οὐδεὶς γὰρ ἁπλῶς προτίθεται συλλογίσασθαι ψυχὴν ἢ λίθον ἤ τι τοιοῦτον, ἀλλά τι κατά τινος ἤ τι ἀπό τινος προτίθεται συλλογίσασθαι, ὅπερ αὐτὸς τοῦδε πρὸς τόδε φησίν. εἰ δὲ λέγοιεν ὅτι ἁπλῶς, ὅταν προτιθώμεθα τὰ ὑπάρχοντά τινι συλλογίσασθαι, οὐχ ὡρισάμεθα δὲ τοῦδε πρὸς τόδε, ἰστέον ὅτι ἡ μὲν πρόθεσις συλλογισμὸς οὐκ ἔστιν, αὐτὸς δὲ περὶ συλλογισμῶν φησιν. ὅταν δὲ συλλογισμὸς γένηται, πάντῃ τε καὶ πάντως τοῦδε πρὸς τόδε γίνεται, εἰ μή τις εἴποι ὅτι ὅταν εἰ ἔστι τι ἢ μὴ ἔστι ζητῶμεν·2 ἐνταῦθα γὰρ οὐ τί ὑπάρχει ἢ μὴ ὑπάρχει τῷ πράγματι ζητοῦμεν, ἀλλ’ αὐτὸ ὅλως εἰ ἔστιν, εἰ μὴ πάλιν τις λέγοι ὅτι κἀνταῦθα τὸ ‘ἔστιν’ αὐτοῦ κατηγορεῖται, ὥστε ἔστι τοῦδε πρὸς τόδε, τοῦ ‘ἔστι’ γὰρ πρὸς τὴν ψυχήν. ὥστε οὐδαμῶς δύναται τοῦτο καθίστασθαι τὸ ῥητόν, εἰ μὴ ἐπὶ προτάσεώς τις αὐτὸ λάβοι. τοῦτο δὲ πάλιν οὐκ ἔσται ἀληθές· περὶ συλλογισμῶν γὰρ αὐτός φησιν.

“因为直接的推论是由前提构成的,针对这一项的推论是由针对这一项的前提构成的,而这一项相对于那一项的推论则是通过这一项相对于那一项的前提构成的。” 他想要说的是这一点:虽然直接而言一切推论都是通过前提得出结论的,但如果我们做出针对某项的推论[……]。例如,如果我们希望就灵魂进行证明或推论,并非确定地探求它是不朽的、不动的、无形体的还是类似的事物,而是直接且无限定地探求到底有哪些事物属于灵魂,那么所采纳的前提就必须与灵魂相联结,因为否则就不会产生针对它的推论;而如果我们探求灵魂是否是不朽的,前提就必须既与灵魂又与不朽相联结;因为除非推论的前提既与灵魂又与不朽相联结,否则就不会产生不朽相对于灵魂的推论。这些正是他看来所要说的话。然而,直接的推论是由前提构成的,以及这一项相对于那一项的推论——比方说不朽相对于灵魂的推论——是由既与不朽又与灵魂相联结的前提产生的,这是显而易见的;因为在那个断言“灵魂是自动的,自动的是恒动的,恒动的是不朽的,所以灵魂是不朽的”的推论中,前提既与不朽又与灵魂联结在一起。但是说“针对这一项的推论是由针对这一项的前提构成的”,这似乎是多余且不可理解的;因为一切推论都是这一项相对于那一项的;因为没有谁会直接打算去推论灵魂或石头或任何类似的事物,而是打算推论某物表述某物,或者某物离开某物,而这正是他自己所说的“这一项相对于那一项”。如果他们说,当我们直接打算推论属于某物的事物而并未限定这一项相对于那一项时[正是如此],应当知道这种打算并不是推论,而他所说的是关于推论的。当推论产生时,它完全且在一切情况下都是这一项相对于那一项产生的,除非有人说是当我们探求某物是否存在时;因为在这里我们不是探求什么属于或不属于该事物,而是探求它根本上是否存在——除非又有人说,即使在这里“存在”也是表述它的,因而也是这一项相对于那一项的,即“存在”相对于灵魂。因此,这一说法绝不可能成立,除非有人把它理解为适用于前提。但这同样不是真的;因为他自己所说的乃是关于推论。

§2.210

"Ὁ γὰρ αὐτὸς λόγος καὶ εἰ διὰ πλειόνων συνάπτοι πρὸς τὸ Β· ταὐτὸν γὰρ ἔσται σχῆμα καὶ ἐπὶ τῶν πολλῶν." Τουτέστι κἂν μὴ διὰ δύο μόνων προτάσεων περαίνηται ὁ συλλογισμὸς ἀλλὰ διὰ πλειόνων· πάλιν γάρ, φησίν, εἰ καὶ μὴ ἀμέσως, ἀλλὰ διά τινων ἄλλων πρὸς τὸν μέσον ὅρον τὰ ἄκρα συνάπτουσι. τοῦτο δὲ γίνεται, ὅταν αἱ παραλαμβανόμεναι προτάσεις κατασκευῶν δέωνται, ὡς ὅταν βουληθεὶς δεῖξαι, ὅτι ἡ ἡδονὴ οὐκ ἀγαθόν, δείξω διὰ μέσου τοῦ ἀτελοῦς· ἡ ἡδονὴ ἀτελές, τὸ δὲ ἀτελὲς οὐκ ἀγαθόν, ἡ ἡδονὴ ἄρα οὐκ ἀγαθόν. πόθεν ὅτι ἀτελὲς ἡ ἡδονή;3 πᾶσα ἡδονὴ κίνησις, ἡ δὲ κίνησις ἀτελής, ἡ ἡδονὴ ἄρα ἀτελής. πόθεν ὅτι τὸ ἀτελὲς οὐκ ἀγαθόν; τὸ ἀτελὲς ἢ τῷ ἐνδεῖν ἢ τῷ ἐκπεπτωκέναι τῆς ἑαυτοῦ τελειότητος ἀτελές ἐστιν, ἑκάτερον δὲ τούτων οὐκ ἀγαθόν, τὸ ἀτελὲς ἄρα οὐκ ἀγαθόν.

“因为即便通过更多的[项]与Β相联结,同样的说明也成立;因为在多数项的情况下格也是相同的。” 也就是说,即便推论不仅通过两个前提得出结论,而是通过更多前提;他说,因为即便不是直接地,两外项同样也会通过某些其他项与中项相联结。而这发生在所采纳的前提需要进一步确立的时候,例如当我想要表明快乐不是善而通过“不完全”这一中项予以表明时:“快乐是不完全的,而不完全的不是善,所以快乐不是善”。从何处[得知]快乐是不完全的?“一切快乐都是运动,而运动是不完全的,所以快乐是不完全的”。从何处[得知]不完全的不是善?“不完全的要么通过匮乏要么通过脱离其自身的完全性而是不完全的,而这两者中的每一者都不是善,所以不完全的不是善”。

语法注3 条
  1. 2.209ὁ δὲ τοῦδε πρὸς τόδε

    属格 τοῦδε 指谓项(结论中被表述的大项),而介词短语 πρὸς τόδε 指主项(小项)。亚里士多德和菲洛波诺斯使用“这一项相对于那一项”这一表述来指确立“A属于(或不属于)B”这一课题命题的推论。

  2. 2.209εἰ μή τις εἴποι ὅτι ὅταν εἰ ἔστι τι ἢ μὴ ἔστι ζητῶμεν

    这是一个多层嵌套结构:除外从句 εἰ μή τις εἴποι 修饰主句 πάντῃ τε καὶ πάντως τοῦδε πρὸς τόδε γίνεται,其宾语从句中内嵌了时间/条件从句 ὅταν... ζητῶμεν。随后,通过 εἰ μὴ πάλιν τις λέγοι ὅτι... 引入的反驳又对此例外做出了限定。

  3. 2.210πόθεν ὅτι ἀτελὲς ἡ ἡδονή

    注解文献中常见的省略疑问表达,省略了表语动词(如 δῆλον 或 φανερόν 等),即“从何处[得知]快乐是不完全的?”这是用于引出前提之后续辅助证明的惯用句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:249.19-250.34