- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:24.3-25.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯讨论了实证前提的成立条件(真实性以及源于固有原理或共同概念)和辩证前提中对公认意见的采纳,进而探讨了“项”的定义(分解为主词和谓词),驳斥了依据实体/偶性或限定词的旧说,确立了主词项与谓词项的哲学界定。
" Ἀποδεικτικὴ δέ, ἐὰν ἀληθὴς ᾖ καὶ διὰ τῶν ἐξ ἀρχῆς ὑποθέσεων εἰλημμένη." Οὐ γὰρ ἀρκεῖ μόνον, ἐὰν ἀληθὴς ᾖ, εἰς τὸ ποιῆσαι πρότασιν ἀποδεικτικήν (ὑπάρχει1 γάρ ποτε τοῦτο καὶ τῇ διαλεκτικῇ), [ἀλλ’] εἰ μὴ καὶ ἐκ τῶν κοινῶν ἐννοιῶν ἢ ἐκ τῶν ἐξ ἐκείνων κατασκευαζομένων ὑπάρχει. ἐξ ἀρχῆς δὲ ὑποθέσεις καλεῖ τὰς κοινὰς ἐννοίας, διότι κρείττους εἰσὶ τῶν ἀποδείξεων καὶ τιμιώτεραι, εἴπερ αὗται μέν εἰσιν αὐτόπιστοι δι’ ἑαυτάς, αἱ δὲ ἀποδείξεις διὰ ταύτας τὸ πιστὸν ἔχουσιν. ἢ διὰ τῶν ἐξ ἀρχῆς φησιν ὑποθέσεων, ἐπειδὴ ὁ ἀποδεικτικὸς συλλογισμὸς ἐπιστημονικός ἐστιν, ἑκάστη δὲ ἐπιστήμη ἰδίας ἀρχὰς ἔχει καὶ ὑποθέσεις καὶ περαιτέρω οὐ πρόεισιν· οἷον ἡ γραμματικὴ ἀρχὴν ἔχει τὰ στοιχεῖα καὶ περαιτέρω οὐ πρόεισι καὶ ἡ γεωμετρία τὸ σημεῖον καὶ ἡ ἀριθμητικὴ τὴν μονάδα. ταύτην οὖν λέγει ἀποδεικτικὴν πρότασιν τὴν ἐκ τῶν οἰκείων ἀρχῶν καὶ ὑποθέσεων εἰλημμένην καὶ μὴ ὑπερβᾶσαν τὴν τοῦ ἐπαγγέλματος ὑπόθεσιν, ὥσπερ τῷ γραμματικῷ οἰκεῖαι προτάσεις αἱ περὶ στοιχείων καὶ συλλαβῶν καὶ τῶν ἑπομένων· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἐπιστημῶν.
“而实证[前提]是,如果它是真的,并且是通过最初的假设获得的。” 因为仅仅是真的并不足以构成实证前提(因为这种情况有时也属于辩证前提),除非它也是从共同概念,或者从由它们所建立的东西中成立的。他将共同概念称为“最初的假设”,是因为它们胜过证明并且更为尊贵,既然它们本身凭其自身是无可置疑的,而证明正是通过它们才具有可信性。或者他说“通过最初的假设”,是因为实证三段论是科学的,而每门科学都拥有各自固有的原理和假设,并且不再进一步推进:例如文法学将字母作为原理,不再进一步推进,几何学以点为原理,算术以单位为原理。因此,他把那种从固有的原理和假设中获得、且未超越该门专业设定的前提称为实证前提,正如对于文法学家而言,固有的前提是关于字母、音节以及随之而来的事项的前提;在其他各门科学中亦同样如此。
"Συλλογιζομένῳ δὲ λῆψις τοῦ φαινομένου καὶ ἐνδόξου, καθάπερ ἐν τοῖς Τοπικοῖς εἴρηται." Τοῦτό φησιν, οὐχ ὅτι δεῖ αὐτὸν ἐρωτήσαντα τὸ ἔνδοξον πάντως λαβεῖν (ὃ γὰρ βούλεται ὁ προσδιαλεγόμενος ἀποκρίνεται καὶ ἔσθ’ ὅτε τὸ ἐναντίον τοῦ ἐνδόξου· οἷον εἰ ἐρωτήσει ‘ἆρα Σωκράτης δίκαιός ἐστιν;’, ἴσως φήσει οὔ) ἀλλὰ τῷ διὰ τῶν φαινομένων μάλιστα τῷ προσδιαλεγομένῳ ἐνδόξων συλλογίζεσθαι ὅ τι ἂν βούλοιτο.2 τὸ δὲ ἔνδοξον πολλαχῶς λέγεται· ἢ γὰρ τὸ τοῖς πᾶσι δοκοῦν ἢ τὸ τοῖς πλείοσιν ἢ τὸ τοῖς ἐνδόξοις, καὶ ἄλλως δὲ πολλαχῶς. καὶ αὐτὸς ἐν τοῖς Τοπικοῖς σαφῶς διορίζεται περὶ αὐτοῦ.
“而对于进行三段论的人来说,正如在《论题篇》中所说,是对表象和公认意见的采纳。” 他说这句话,并不是说他发问之后必须无论如何都要采纳公认意见(因为对话者回答其所意愿的,有时甚至回答与公认意见相反的;例如如果问‘苏格拉底是否公正?’,对方也许会说‘不’),而是因为要通过对对话者来说显得最公认的意见,来推论出自己所意愿的任何结论。而“公认意见”有多种说法:因为或者是所有人认为如此的,或者是多数人,或者是著名的人,此外还有许多其他方式。他自己也在《论题篇》中对此作了明确界定。
"Ὅρον δὲ καλῶ εἰς ὃν διαλύεται ἡ πρότασις." Τῶν προτάσεων οὐ μόνον ἐξ ὑποκειμένου καὶ κατηγορουμένου οὐσῶν ἀλλὰ καὶ ἐκ τρίτου προσκατηγορουμένου καὶ τρόπου, τί δήποτε τὴν πρότασιν εἴς τε τὸν ὑποκείμενον καὶ κατηγορούμενον διαλύεσθαί φησι μόνους; καὶ λέγομεν ὅτι κυρίως ταῦτα τὰ δύο εἰσὶ μόνα τῆς προτάσεως μέρη, τό τε περὶ οὗ ὁ λόγος καὶ τὸ περὶ ἐκείνου λεγόμενον, ὅσα δὲ ἄλλα παραλαμβάνεται ἐν τῇ προτάσει, συνδέσμου χρείαν πληροῖ. ἐπισημήνασθαι δὲ δεῖ τὸ καλῶ· οὔτε γὰρ ἐπὶ τῆς προτάσεως ἔμπροσθεν εἶπε τοῦτο, ὅτι πρότασιν δὲ καλῶ, οὔτε μὴν λέξει τὸν συλλογισμὸν ὁριζόμενος. ἔοικεν οὖν αὐτὸς τὸ τοῦ ὅρου ὄνομα τεθεικέναι, τὸ δὲ τῆς προτάσεως καὶ τοῦ συλλογισμοῦ εὑρεθῆναι καὶ παρὰ τῶν πρὸ αὐτοῦ. ὅρος δὲ καλεῖται διὰ τὸ ἐν αὐτῷ περιορίζεσθαι τὴν τοῦ συλλογισμοῦ ἀνάλυσιν· ἄχρι γὰρ αὐτοῦ ἐλθὼν ὁ ἀναλύων πέπαυται. ὡς πρὸς φιλοσόφους δὲ λέγω ἀλλ’ οὐχ ὡς πρὸς γραμματικούς, οἵτινες περὶ μόνων τῶν σημαντικῶν φωνῶν ποιοῦνται τὴν σκέψιν, οὐχὶ δὲ καὶ περὶ τῶν ἀσήμων πολλῷ γε μᾶλλον ἢ περὶ συλλαβῶν. ὁ δὲ ὁρισμὸς τοῦ μὲν κατηγορουμένου ὅρου τὸ καθ’ ἑτέρου λέγεσθαι ἢ τὸ τινὶ ὑπάρχειν ἢ μὴ ὑπάρχειν, τοῦ δὲ ὑποκειμένου τὸ καθ’ οὗ ἕτερόν τι λέγεται ἢ ᾧ ἕτερόν τι ὑπάρχειν λέγεται ἢ μὴ ὑπάρχειν, ἀλλ’ οὐχ ὡς ὡρίσαντο ἕτεροι, τὸ οὐσίαν ἢ συμβεβηκὸς σημαίνειν, οὐσίαν μὲν τὸν ὑποκείμενον, συμβεβηκὸς δὲ τὸν κατηγορούμενον· ἐπεὶ καὶ ὁ ὑποκείμενος καὶ συμβεβηκὸς ἂν εἴη καὶ οὐσία, ὁμοίως δὲ καὶ ὁ κατηγορούμενος. ὅταν γὰρ εἴπω ‘ὁ ἄνθρωπος ζῷόν ἐστιν’, ἄμφω οὐσίαι· ὅταν δὲ εἴπω ‘τὸ λευκὸν χρῶμά ἐστιν’, ἄμφω συμβεβηκότα· ἐὰν δὲ εἴπω ‘τὸ λευκὸν τοῦτο ἄνθρωπός ἐστι’, συμβεβηκὸς μὲν δηλοῖ ὁ ὑποκείμενος, οὐσίαν δὲ ὁ κατηγορούμενος· ἐὰν δὲ εἴπω ‘ὁ ἄνθρωπος λευκός ἐστιν’ ἢ ‘Σωκράτης φιλοσοφεῖ’, ἀνάπαλιν οὐσίαν μὲν ὁ ὑποκείμενος, συμβεβηκὸς δὲ ὁ κατηγορούμενος. οὔτε μήν, ὡς ἕτεροι, τὸ τὸν μὲν ὑποκείμενον εἶναι δεκτικὸν προσδιορισμοῦ, οὐχὶ δὲ καὶ τὸν κατηγορούμενον·3 οὕτω γὰρ ἐπὶ τῶν καθ’ ἕκαστα προτάσεων, ἐπειδὴ ὁ ὑποκείμενος οὐκ ἐπιδέχεται προσδιορισμόν (οὐ γάρ φαμεν πᾶς Σωκράτης ἢ τίς), οὐδὲ ὅρος ἂν εἴη ὅσον ἐκ τοῦ ὁρισμοῦ τούτου· δεῖ δὲ τὸν ὁρισμὸν πᾶσι τοῖς ὁριστοῖς ἐφαρμόττειν.
“我称之为项的,是前提所分解进入的东西。” 既然前提不仅由主词和谓词构成,而且还由第三个附加谓项以及模态构成,他究竟为什么说前提仅仅分解为主词和谓词?我们说,严格而言,只有这两者是前提的组成部分,即言谈所围绕之物以及关于那物所谈论之物;而前提中所采用的任何其他成分,都只充当连接词的作用。应当注意“我称”这个词:因为他在前面谈及前提时并未说过“我称之为前提”,在定义三段论时也不会这样说。因此看来,是他自己确立了“项”这个名称,而“前提”和“三段论”的名称在先于他的人那里也已被发现了。它被称为“项”,是因为三段论的分析界定在它之内;因为分析者推进到达它时便停止了。不过我是针对哲学家而言,而不是针对文法学家而言的,他们〔哲学家〕只对有意义的声音进行考察,远不会对无意义的声音以及音节进行考察。而谓词项的定义是关于另一物被述说,或者属于或不属于某物;主词项的定义则是另一物关于它被述说,或者另一物被说成属于或不属于它;而不是像其他人所定义的那样,去表示实体或偶性,即主词表示实体,谓词表示偶性。因为主词既可以是偶性也可以是实体,谓词同样如此。因为每当我说‘人是动物’时,两者都是实体;而每当我说‘白是颜色’时,两者都是偶性。如果我说‘这个白的东西是人’,主词表示偶性,谓词表示实体;但如果我说‘人是白的’或‘苏格拉底从事哲学’,反过来主词表示实体,谓词表示偶性。当然,也不像其他人那样,[定义为]主词容纳限定词,而谓词则不容纳;因为照那样,在单称前提的情形下,既然主词不容纳限定词(因为我们不会说‘每一个苏格拉底’或‘某个苏格拉底’),按照这个定义它甚至连项都不是了;然而定义必须适用于所有被定义者。
- 1.14Οὐ γὰρ ἀρκεῖ μόνον, ἐὰν ἀληθὴς ᾖ, εἰς τὸ ποιῆσαι πρότασιν ἀποδεικτικήν ..., [ἀλλ’] εἰ μὴ καὶ ἐκ τῶν κοινῶν ἐννοιῶν ἢ ἐκ τῶν ἐξ ἐκείνων κατασκευαζομένων ὑπάρχει.
主要句式为带有省略的呼应结构:“Οὐ γὰρ ἀρκεῖ μόνον ... [ἀλλ’] εἰ μὴ καὶ ... ὑπάρχει”(“仅仅……并不足够,除非也出于……”)。无论括注中的 ἀλλ’ 是否保留,后半部分的 εἰ μὴ 从句均作为否定条件依附于前半句的 οὐκ ἀρκεῖ,表达了仅有真实性尚不足够、还必须源于共同概念的叠加的必要条件关系。
- 1.15ἀλλὰ τῷ διὰ τῶν φαινομένων μάλιστα τῷ προσδιαλεγομένῳ ἐνδόξων συλλογίζεσθαι ὅ τι ἂν βούλοιτο.
带定冠词的与格不定式短语“τῷ ... συλλογίζεσθαι”与前句中的原因从句“οὐχ ὅτι δεῖ αὐτὸν ... λαβεῖν”(“并不是因为他必须……采纳”)相对照,充当表原因的与格(causal dative),意为“而是由于通过对话者看来最公认的意见来推论出其所意愿的结论”。
- 1.16οὔτε μήν, ὡς ἕτεροι, τὸ τὸν μὲν ὑποκείμενον εἶναι δεκτικὸν προσδιορισμοῦ, οὐχὶ δὲ καὶ τὸν κατηγορούμενον·
此句承接前文“ἀλλ’ οὐχ ὡς ὡρίσαντο ἕτεροι, τὸ οὐσίαν ἢ συμβεβηκὸς σημαίνειν”(“而不是像其他人所定义的那样,去表示实体或偶性”)的句式,省略了主谓结构,即“οὔτε μὴν [ὁρισμός ἐστι], ὡς ἕτεροι [ὡρίσαντο], τὸ ... εἶναι”(“当然,也不像其他人[所定义]的那样,[定义为]……容纳……”)。带冠词的不定式“τὸ ... εἶναι”构成名词性短语,表示被反驳的定义内容。
