← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§247.33-249.18

一切推论归入三个格与前提连接的必要条件

斐洛庞奴斯注解了亚里士多德关于一切推论(包括直言与假言推论)均可归入三个格的论点,并结合各格的结构解释了为何仅凭单一前提或与结论项Β无关的前提链条无法得出既定的结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.198

" Ὅτι δὲ ἁπλῶς πᾶς συλλογισμὸς οὕτως ἕξει, νῦν ἔσται φανερόν." Πᾶς, εἴτε κατηγορικὸς δηλονότι εἴτε ὑποθετικός.

“而绝对地一切推论都将是如此,现在将变得清楚。” 一切,显然无论是直言的还是假言的。

§2.199

"Δεικτικῶς ἢ ἐξ ὑποθέσεως." Δεικτικῶς, τουτέστι κατηγορικῶς· αὐτόθεν γὰρ οὗτοι δεικνύουσι τὸ προκείμενον. διὸ καὶ ἡ μὲν κατηγορικὴ δεῖξις ἐπ’ εὐθείας εἴρηται, ἡ δὲ διὰ τοῦ ἀδυνάτου, ἥτις μέρος ἐστὶ τῶν ἐξ ὑποθέσεως, κύκλῳ δεῖξις ὡς ἐκ περιόδου τινὸς καὶ οὐκ αὐτόθεν δεικνύουσα τὸ προκείμενον.

“直截地或者基于假设。” 直截地,也就是直言地;因为这些直接证明所设定的课题。因此,直言的证明被称为“直接的”,而通过不可能的证明——它是基于假设的证明的一部分——则被称为“迂回的”证明,因为它仿佛通过某种绕道而非直接证明所设定的课题。

§2.200

"Τούτων γὰρ δειχθέντων φανερὸν ἔσται καὶ ἐπὶ τῶν εἰς τὸ ἀδύνατον καὶ ὅλως τῶν ἐξ ὑποθέσεως." Ἐπειδὴ εἴπομεν ὅτι πᾶς ὑποθετικὸς συλλογισμὸς δεῖται πρὸς τὸ τελειωθῆναι κατηγορικοῦ συλλογισμοῦ, εἰκότως, ὅταν δειχθῇ πᾶς κατηγορικὸς συλλογισμὸς ὑπὸ τὰ τρία σχήματα ἀναγόμενος, δῆλον ἔσται καὶ περὶ τῶν ὑποθετικῶν οὕτως, ὅτι καὶ αὐτοὶ εἰς ταῦτα ἀναχθήσονται, εἴγε δέονται τῶν κατηγορικῶν, οἵτινες εἰς ταῦτα ἀνήγοντο.

“因为在这些被证明之后,对于归于不可能的推论以及总体上基于假设的推论,也将变得清楚。” 既然我们说过一切假言推论为了得以完全都需要直言推论,那么理所当然地,当证明了一切直言推论都归入这三个格时,关于假言推论的情况同样也将变得清楚:既然它们确实需要那些已被归入这些格的直言推论,它们自身也将被归入这些格。

§2.201

"Εἰ δὲ κατὰ τοῦ Γ, τὸ δὲ Γ κατὰ μηδενός." Ἵνα γένηται τὸ πρῶτον σχῆμα, εἴγε ἐλήφθη κατά τινος τὸ Γ.1

“如果[Α]表述Γ,而Γ不表述任何事物。” 为了形成第一格,倘若Γ确实被用来表述某事物的话。

§2.202

"Μηδ’ ἄλλο κατ’ ἐκείνου." Δηλονότι τοῦ Γ, ἵνα γένηται τὸ τρίτον σχῆμα· εἰ γὰρ ληφθέντος τοῦ Α κατὰ τοῦ Γ ἐλήφθη καὶ ἄλλο τι κατὰ τοῦ Γ, ἐγίνετο τὸ τρίτον σχῆμα.

“也没有别的事物表述它。” 显然是表述Γ,为了形成第三格;因为若是在Α被取为表述Γ之后,又取了别的某种事物表述Γ,第三格就会形成。

§2.203

"Μηδὲ κατὰ τοῦ Α ἕτερον." Ἵνα γένηται πάλιν τὸ πρῶτον· εἰλήφαμεν γὰρ τὸ Α κατὰ τοῦ Γ· ἐὰν οὖν ληφθῇ καὶ ἄλλο τι κατὰ τοῦ Α, πάλιν γίνεται τὸ πρῶτον σχῆμα. πλὴν ἀνωτέρω μὲν ὡς μέσον ὅρον ἐλάμβανε τὸ Γ, ἐνταῦθα δὲ τὸ Α. τὸ δὲ Β παρῆκεν ὡς δῆλον ὂν καὶ ὡς διὰ τῶν ἄκρων καὶ τὸ μέσον περιλαβών.

“也没有别的事物表述Α。” 为了再次形成第一格;因为我们已经取了Α表述Γ;因此若又取了别的某种事物表述Α,就再次形成第一格。只不过在上面他把Γ作为中项,而在这里把Α作为中项。他略去了Β,因为它是清楚的,而且他通过外项也包容了中项。

§2.204

"Τῷ γὰρ ἓν καθ’ ἑνὸς ληφθῆναι οὐδὲν συμβαίνει ἐξ ἀνάγκης." Μίαν πρότασιν, φησί, διὰ τούτων πάντων εἰλήφαμεν· ὁ δὲ συλλογισμὸς τοὐλάχιστον ἐκ δύο προτάσεών ἐστι. διὰ μιᾶς γὰρ προτάσεως οὐδὲν συμπεραίνεται· συλλογισμὸς γάρ ἐστι “λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει τῷ ταῦτα εἶναι”.2

“因为通过一物表述一物被设定,必然得不出任何结论。” 他说,通过这一切我们只设定了一个前提;而推论至少由两个前提组成。因为通过一个前提得不出任何结论;因为推论是“一种言论,在其中某些事物被设定之后,由于这些事物是如此,必然得出不同于所设定事物的某种别的结果”。

§2.205

"Ἐὰν μὲν οὖν ληφθῇ τὸ Α κατ’ ἄλλου." Ἰδοὺ ἐνταῦθα τὸ δεύτερον ἐσήμανε σχῆμα· εἰπὼν γὰρ τὴν μίαν πρότασιν ἄνω ἐν τῷ λαβεῖν τὸ Α κατὰ τοῦ Γ νῦν πάλιν τὸ Α κατ’ ἄλλου τινὸς ὑποτίθεται, ὅπερ ἐστὶ τὸ δεύτερον σχῆμα.

“那么,如果Α被取为表述另一事物。” 看,在这里他指出了第二格;因为在上面通过取Α表述Γ说出了一个前提之后,现在他又设定Α表述别的某种事物,这正是第二格。

§2.206

"Ἢ ἄλλο κατὰ τοῦ Α." Ἵνα ᾖ τὸ πρῶτον· ἔχομεν γὰρ τὸ Α κατὰ τοῦ Γ, καὶ νῦν κατὰ τοῦ Α ἕτερον.

“或者另一事物表述Α。” 为了形成第一格;因为我们已有Α表述Γ,而现在是另一事物表述Α。

§2.207

"Ἢ κατὰ τοῦ Γ ἕτερον." Ἵνα ᾖ τὸ τρίτον· κατὰ γὰρ τοῦ Γ καὶ τὸ Α καὶ ἄλλο τι· πανταχοῦ γὰρ τὸν μέσον ὅρον τὸ Γ ἔλαβε τοῦ τρίτου. ἔσται οὖν, φησί, διὰ τούτων συλλογισμός τις, οὐ μέντοι τοῦ προκειμένου· βουλόμεθα γὰρ δεῖξαι ὅτι τὸ Α τῷ Β ὑπάρχει, οὐκ ἄλλῳ τινὶ ἢ τούτῳ ἄλλο ἢ ἑτέρῳ ἕτερον.3

“或者另一事物表述Γ。” 为了形成第三格;因为表述Γ的有Α也有别的某种事物;因为在所有情况下他都把Γ作为第三格的中项。他说,因此通过这些会产生某种推论,但绝不是关于所设定课题的推论;因为我们希望表明Α属于Β,而不是属于别的某种事物,也不是别的某种事物属于这个事物,或不同的事物属于不同的事物。

§2.208

"Οὐδ’ ὅταν τὸ Γ ἑτέρῳ κἀκεῖνο ἄλλῳ καὶ τοῦτο ἑτέρῳ, μὴ συνάπτῃ δὲ πρὸς τὸ Β, οὐδ’ οὕτως ἔσται πρὸς τὸ Β συλλογισμὸς τοῦ Α." Κἂν πλείους, φησί, προτάσεις ἀλλήλαις ἐπισυνάπτωμεν, μηδεμία δὲ πρότασις ἔχῃ σχέσιν τινὰ πρὸς τὸ Β, οὐδέποτε ὅτι τὸ Α τῷ Β ὑπάρχει κατασκευάσομεν.

“即使当Γ属于另一事物,而那个事物属于别的事物,并且这个事物属于再另一事物,但并不与Β相联结时,即便如此也不会有Α相对于Β的推论。” 他说,即使我们将更多的前提相互联结,但没有任何前提与Β具有某种关系,我们也绝不可能确立Α属于Β。

语法注3 条
  1. 2.201Ἵνα γένηται τὸ πρῶτον σχῆμα, εἴγε ἐλήφθη κατά τινος τὸ Γ.

    目的从句 ἵνα γένηται 依附于省略的主句(隐含“原本需要……”),随后的 εἴγε 从句在语境中充当带有与事实相反意味的条件从句。这是对亚里士多德原文否定条件(“Γ不表述任何事物”)的补充说明:倘若Γ被用来表述某物,本可构成第一格,但此条件并未得到满足。

  2. 2.204τῷ ταῦτα εἶναι

    带冠词不定式的与格结构(τῷ + 宾格不定式),在此充当表示原因的与格(causal dative),修饰前文的 συμβαίνει。这是亚里士多德关于推论的标准定义中的固定表述,意为“由于所设定的这些事物(前提)是如此/因为这些事物的存在”。

  3. 2.207οὐκ ἄλλῳ τινὶ ἢ τούτῳ ἄλλο ἢ ἑτέρῳ ἕτερον

    紧接在 ὅτι 从句(ὅτι τὸ Α τῷ Β ὑπάρχει)之后由否定词 οὐκ 引导的三重对比结构,穷尽列举了主谓偏离预定课题的各种情况:(1)“[Α属于]别的某种事物”(οὐκ ἄλλῳ τινί),(2)“或者别的某种事物属于这个[即Β]”(τούτῳ ἄλλο),(3)“或者不同的事物属于不同的事物”(ἑτέρῳ ἕτερον)。三者通过 ἤ 并列,句法上均承前省略了 ὑπάρχει。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:247.33-249.18