← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§246.15-247.32

归谬推论的构成及其在假言推论中的归属

斐洛波诺斯以几何学和第二格直言推论(Baroco)为例,说明归谬推论是由两个假言推论(第五式与第二式)和一个直言推论构成的,从而论述了归谬推论为何被称为假言推论的一部分。同时,他消解了“直言推论是否也会成为假言推论之一部分”的疑难,指出直言推论本身具有内在必然性,唯独向我们揭示这种必然性的归谬程序本身属于假言推论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.197#5

Ἐπεὶ δέ φησι καὶ τοὺς διὰ τοῦ ἀδυνάτου συλλογισμοὺς μέρος εἶναι τῶν ἐξ ὑποθέσεως, ἴδωμεν πῶς καὶ τοῦτό φησι. λέγομεν ὅτι καθόλου πᾶς δι’ ἀδυνάτου συλλογισμὸς διὰ δύο ὑποθετικῶν περαίνεται καὶ ἑνὸς κατηγορικοῦ. καὶ ὁ μὲν πρῶτος τοῦ ἀδυνάτου τῶν ὑποθετικῶν ἐστιν ὁ πέμπτος,1 ὁ δεύτερος δὲ τοῦ ἀδυνάτου ὁ δεύτερος τῶν ὑποθετικῶν. ἐπειδὴ οὖν πᾶς μὲν δι’ ἀδυνάτου ὑποθετικοῖς χρῆται συλλογισμοῖς, οὐ πᾶς δὲ ὑποθετικὸς δι’ ἀδυνάτου, διὰ τοῦτό φησι μέρος εἶναι τῶν ὑποθετικῶν τοὺς δι’ ἀδυνάτου, οἷον ὡς ἐπὶ παραδείγματος. βουλόμενος ὁ γεωμέτρης δεῖξαι, ὅτι ἡ διάμετρος τῇ πλευρᾷ ἀσύμμετρός ἐστι, κέχρηται τῷ δι’ ἀδυνάτου συλλογισμῷ οὕτως· ἡ διάμετρος, φησί, τῇ πλευρᾷ ἢ σύμμετρός ἐστιν ἢ ἀσύμμετρος· ἀλλὰ μὴν οὐ σύμμετρος, ὡς δείξω· ἀσύμμετρος ἄρα. ἔστι δὲ οὗτος ὁ πέμπτος τρόπος τῶν ὑποθετικῶν. πόθεν οὖν ὅτι οὐκ ἔστι σύμμετρος; κατασκευάζει τοῦτο διὰ τοῦ δευτέρου τῶν ὑποθετικῶν· ἡ διάμετρος τῇ πλευρᾷ εἰ ἔστι σύμμετρος, ὁ αὐτὸς ἀριθμὸς ἄρτιος ἔσται καὶ περιττός· ἀλλὰ μὴν ὁ αὐτὸς ἀριθμὸς ἄρτιος καὶ περιττὸς οὐκ ἔστιν· οὐδὲ ἄρα ἡ διάμετρος τῇ πλευρᾷ σύμμετρος ἔσται. ταύτην οὖν λοιπὸν τὴν ὑπόθεσιν τὴν ὅτι, εἰ ἔστιν ἡ διάμετρος τῇ πλευρᾷ σύμμετρος, ἀνάγκη τὸν αὐτὸν (ἀριθμὸν) ἄρτιον εἶναι καὶ περιττὸν διὰ κατηγορικοῦ συλλογισμοῦ κατασκευάζει. ὁμοίως εἶχον καὶ οἱ ἐν τοῖς κατηγορικοῖς συλλογισμοῖς δι’ ἀδυνάτου δεικνύμενοι, οἷον ὡς οἱ ἐν δευτέρῳ σχήματι ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς ἀποφατικῆς· οὗτος γὰρ ἐπειδὴ δι’ ἀντιστροφῆς οὐκ ἐδύνατο δείκνυσθαι, ἐδείκνυτο διὰ τοῦ ἀδυνάτου. οἷον ἔστω τὸ Α παντὶ μὲν τῷ Β ὑπάρχον, οὐ παντὶ δὲ τῷ Γ· ἐλέγομεν εἶναι τὸ συμπέρασμα ὅτι τὸ Β οὐ παντὶ τῷ Γ ὑπάρχει. καὶ ἐδείκνυμεν τοῦτο διὰ τοῦ ἀδυνάτου οὕτως· τὸ Β τῷ Γ ἢ παντὶ ὑπάρχει ἢ οὐ παντί· ἀλλὰ μὴν ψεῦδος τὸ παντί, ὡς δείξω· ἀνάγκη ἄρα οὐ παντί· ταῦτα γὰρ δυνάμει ἐλέγομεν. οὗτος οὖν πάλιν ἐστὶν ὁ πέμπτος τρόπος τῶν ὑποθετικῶν. πόθεν ὅτι ψεῦδος τὸ παντὶ τῷ Γ τὸ Β ὑπάρχειν; ἐδείκνυμεν τοῦτο διὰ τοῦ δευτέρου τῶν ὑποθετικῶν· εἰ τὸ Β παντὶ τῷ Γ ὑπάρχει, τὸ αὐτὸ τῷ αὐτῷ καὶ παντὶ καὶ οὐ παντὶ ὑπάρξει· ἀλλὰ μὴν τὸ αὐτὸ τῷ αὐτῷ καὶ παντὶ καὶ μὴ παντὶ ὑπάρχειν ἀδύνατον· οὐδὲ ἄρα τὸ Β τῷ Γ παντὶ ὑπάρξει. πόθεν οὖν ὅτι, εἰ τὸ Β παντὶ τῷ Γ ὑπάρξει, ἔσται τινὶ τὸ αὐτὸ καὶ παντὶ καὶ οὐ παντί; τοῦτο οὖν διὰ κατηγορικοῦ συλλογισμοῦ ἐδείκνυμεν· εἰ τὸ Β τῷ Γ παντὶ ὑπάρχει, ἦν δὲ καὶ τὸ Α τῷ Β παντί, τὸ ἄρα Α παντὶ τῷ Γ ὑπάρξει· ὑπέκειτο δὲ καὶ οὐ παντί· τὸ αὐτὸ ἄρα τῷ αὐτῷ καὶ παντὶ καὶ οὐ παντί. δῆλον οὖν ἐκ τῶν εἰρημένων ὡς πᾶς ὁ διὰ τοῦ ἀδυνάτου συλλογισμὸς ἐκ δύο ἐστὶν ὑποθετικῶν καὶ ἑνὸς κατηγορικοῦ. καὶ διὰ τοῦτο, ὅτι ἐκ δύο ὑποθετικῶν ἐστι, μέρος εἶναι αὐτῶν φησι τοὺς διὰ τοῦ ἀδυνάτου. Ἴσως τις ἀπορήσειε πρὸς ταῦτα· εἰ οἱ διὰ τοῦ ἀδυνάτου μέρος εἰσὶ τῶν ὑποθετικῶν, τινὲς δὲ τῶν κατηγορικῶν διὰ τοῦ ἀδυνάτου ἐδείκνυντο, ἔσονται καὶ τινὲς τῶν κατηγορικῶν μέρος τῶν ὑποθετικῶν. λέγομεν οὖν πρὸς τοῦτο ὅτι, ὅσοι τῶν κατηγορικῶν διὰ τοῦ ἀδυνάτου ἐδείκνυντο, τὴν μὲν ἀγωγὴν κατηγορικοὶ ἦσαν,2 καὶ τὸ συμπέρασμα αὐτῶν οἴκοθεν ἔχει τὸ ἀναγκαῖον, κἂν μὴ διὰ τοῦ ἀδυνάτου δείκνυται, καὶ διὰ τοῦτο οὐκ ἀναχθήσονται εἰς τοὺς ὑποθετικούς. ἐπειδὴ δὲ ἡμῖν φανερὸν οὐκ ἔχουσι τὸ ἀναγκαῖον, τῇ εἰς ἀδύνατον ἀπαγωγῇ τὸ φύσει αὐτῶν ἀναγκαῖον καὶ ἡμῖν φανεροῦται. αὕτη οὖν ἡ διὰ τοῦ ἀδυνάτου ἀπαγωγὴ ἡ διὰ τὸ ἡμῖν ποιῆσαι προφανὲς τοῦ συλλογισμοῦ τὸ ἀναγκαῖον παραληφθεῖσα, αὕτη ἐστὶ μέρος τῶν ὑποθετικῶν συλλογισμῶν,3 οὐκ αὐτὸς ὁ κατηγορικὸς συλλογισμός, ὃς τὸ ἀναγκαῖον οὐκ ἐκ τοῦ ἀδυνάτου ἀλλ’ οἴκοθεν κέκτηται. ταῦτα μὲν οὖν περὶ τῶν ὑποθετικῶν συλλογισμῶν. ἴδωμεν δὲ ἄνωθεν καὶ τοῦ φιλοσόφου τὴν λέξιν.

既然他说归谬推论也是基于假定的推论的一部分,我们就来看看他是如何谈论这一点的。我们说,总体而言,一切归谬推论都是通过两个假言推论和一个直言推论而告成的。归谬推论中的第一个是假言推论中的第五式,归谬推论中的第二个则是假言推论中的第二式。因此,既然一切归谬推论都使用假言推论,但并非一切假言推论都是归谬推论,正因如此他说归谬推论是假言推论的一部分,比如以一个例子来说明。几何学家想要证明对角线对于边是不可通约的,便如下这般使用了归谬推论:“对角线”,他说,“对于边要么是可通约的,要么是不可通约的;但确实不是可通约的,正如我将证明的;因此是不可通约的。”这就是假言推论的第五式。那么,凭什么说它不是可通约的呢?他是通过假言推论的第二式来论证这一点的:“如果对角线对于边是可通约的,同一个数就既是偶数又是奇数;但确实同一个数不会既是偶数又是奇数;因此对角线对于边也不会是可通约的。”于是,最后关于“如果对角线对于边是可通约的,同一个[数]必然既是偶数又是奇数”这一假定,他是通过直言推论来论证的。在直言推论中通过归谬法被证明的那些推论也是如此,例如在第二格中由全称肯定大前提和特称否定小前提构成的推论[Baroco]。因为这个推论既然不能通过换位来证明,就是通过归谬法来证明的。例如,设Α属于一切Β,但不属于一切Γ;我们曾说过结论是Β不属于一切Γ。我们通过归谬法这样证明了这一点:“Β对于Γ要么属于一切,要么不属于一切;但确实属于一切是假的,正如我将证明的;因此必然不属于一切”;因为我们隐含地就是这样说的。因此这又是假言推论的第五式。凭什么说Β属于一切Γ是假的呢?我们通过假言推论的第二式证明了这一点:“如果Β属于一切Γ,同一个事物对同一个事物就既属于一切又不属于一切;但确实同一个事物对同一个事物既属于一切又不属于一切是不可能的;因此Β也不会属于一切Γ。”那么,凭什么说“如果Β属于一切Γ,同一个事物对某个事物就既属于一切又不属于一切”呢?于是我们通过直言推论证明了这一点:“如果Β属于一切Γ,且Α也属于一切Β,那么Α就属于一切Γ;但先前也已假设它不属于一切;因此同一个事物对同一个事物既属于一切又不属于一切。”因此,从所说的话中显而易见,一切归谬推论都由两个假言推论和一个直言推论构成。正是由于这个原因,即由于它由两个假言推论构成,他说归谬推论是它们[假言推论]的一部分。 也许有人会对这些提出疑难:“如果归谬推论是假言推论的一部分,而直言推论中的某些推论是通过归谬法被证明的,那么某些直言推论也将成为假言推论的一部分了。”对此我们回答说:直言推论中凡通过归谬法被证明的,按其推进程序而言都是直言的,并且它们的结论自身就具有必然性,即使不通过归谬法来证明也是如此,正因如此它们不会被归约到假言推论中。但既然它们对我们而言并未显明具有这种必然性,通过向不可能的归约,它们本性的必然性对我们而言也就显明了。因此,为了使推论的必然性对我们显明而被采纳的这个归谬法本身,才是假言推论的一部分,而不是那个其必然性不是来自不可能、而是自身具有的直言推论本身。关于假言推论就谈这么多。让我们从头也来看看哲学家[亚里士多德]的原文字句。

语法注3 条
  1. 2.197ὁ μὲν πρῶτος τοῦ ἀδυνάτου τῶν ὑποθετικῶν ἐστιν ὁ πέμπτος

    主语为省略了συλλογισμός的ὁ μὲν πρῶτος τοῦ ἀδυνάτου(“归谬推论中的第一个[推论]”),谓语补足语为省略了τρόπος的ὁ πέμπτος τῶν ὑποθετικῶν(“假言推论中的第五[式]”)。此句承接前文“由两个假言推论告成”,指明归谬推论的第一步采用的是从选言出发的第五式。

  2. 2.197τὴν μὲν ἀγωγὴν κατηγορικοὶ ἦσαν

    τὴν ἀγωγήν为关涉宾格(accusative of respect),修饰κατηγορικοὶ ἦσαν,意为“就其推导进程而言是直言的”,用以说明虽然在证明方式上借用了归谬法,但就其推论本身的逻辑结构与进程而言依然是直言推论。

  3. 2.197αὕτη οὖν ἡ διὰ τοῦ ἀδυνάτου ἀπαγωγὴ ἡ διὰ τὸ ἡμῖν ποιῆσαι προφανὲς τοῦ συλλογισμοῦ τὸ ἀναγκαῖον παραληφθεῖσα, αὕτη ἐστὶ μέρος τῶν ὑποθετικῶν συλλογισμῶν

    复指/重述构词(resumptive construction):主语短语αὕτη ... ἡ διὰ τοῦ ἀδυνάτου ἀπαγωγὴ在被带冠词的分词短语(ἡ ... παραληφθεῖσα)极度扩展之后,紧接着用复指代词αὕτη再次拾起主语,并与主句动词ἐστί相连。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:246.15-247.32