- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:244.36-246.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯讨论了基于选言的假言推论,阐明对于不对立的事物或具有不确定中项的事物必须采用第三式(从否定性合取出发通过肯定其一来否定其余者),而对于无中项对立物或具有确定中项的对立物则构成第四式(从选言肯定导致否定)与第五式(从选言否定引入余者)。
διάζευξιν δὲ λέγομεν τὴν ἐν διαιρέσει ὑπόθεσιν, οἷον εἰ πᾶς ἀριθμὸς ἢ ἄρτιός ἐστιν ἢ περιττός, εἰ ἡ ψυχὴ ἢ θνητή ἐστιν ἢ ἀθάνατος, εἰ ἡ διάμετρος τῇ πλευρᾷ ἢ σύμμετρος ἢ ἀσύμμετρος· ἔχουσι γὰρ πάντα ταῦτα τὸν ‘ἢ’ διαζευκτικὸν σύνδεσμον. τῶν οὖν κατὰ διάζευξιν ὑποθετικῶν συλλογισμῶν τῶν ἢ ἐπὶ τῶν μὴ ἀντικειμένων λαμβανομένων ἢ ἐπὶ τῶν ἐμμέσων ἀντικειμένων καὶ ἀόριστα ἐχόντων τὰ ἔμμεσα οὐ δεῖ τὴν ὑπόθεσιν κατὰ διαίρεσιν προάγειν,1 οἷον ὅτι τὸ προσιὸν ἢ ἄνθρωπος ἢ κύων ἢ ἵππος ἤ τι τοιοῦτόν ἐστι (ταῦτα δὲ οὐκ ἀντικείμενα), ἢ πάλιν ὅτι τὸ προσιὸν ἢ λευκόν ἐστιν ἢ μέλαν ἢ φαιὸν ἢ ἐρυθρὸν ἤ τι τοιοῦτον· ταῦτα δὲ ἔμμεσα ἀντικείμενα καὶ ἀόριστα. εἰ γὰρ κατὰ διαίρεσιν ποιησόμεθα τὴν ὑπόθεσιν, οὔτε τὴν διαίρεσιν ὑγιᾶ ποιήσομεν (οὐ γὰρ δυνατὸν πᾶσιν ἐπεξελθεῖν ἢ τοῖς μὴ ἀντικειμένοις ἢ τοῖς ἐμμέσοις καὶ ἀορίστοις ἀντικειμένοις), οὔτε δυνάμεθα ἐν τῷ συμπεράσματι τῇ τοῦ ἑνὸς ἀναιρέσει τὸ λοιπὸν εἰσαγαγεῖν, ἀλλὰ δεῖ τῇ τῶν λοιπῶν πάντων ἀναιρέσει τὸ καταλειπόμενον εἰσαγαγεῖν· τοῦτο δὲ ἀδύνατον· οὐ γὰρ δυνατὸν ἐξαριθμήσασθαι πάντα. 〈οἷον〉 ἐὰν εἴπω ὅτι τὸ προσιὸν ἢ ἄνθρωπός ἐστιν ἢ ἵππος ἤ τι τοιοῦτον, ψεύδομαι· δυνατὸν γὰρ ἄλλο τι εἶναι· ὁμοίως δὲ κἂν ὅτι τὸ προσιὸν ἢ λευκόν ἐστιν ἢ μέλαν· δυνατὸν γὰρ ἢ φαιὸν ἢ ὠχρὸν εἶναι. ἀλλὰ καὶ τὸ πᾶσιν ἐπεξελθεῖν ἢ χαλεπὸν ἢ ἀδύνατον. ἀλλ’ οὐδὲ ἐν τῷ συμπεράσματι δυνάμεθα εἰπεῖν οὕτως ‘ἀλλὰ μὴν οὐχ ἵππος· ἄνθρωπος ἄρα’. πῶς οὖν δεῖ ποιεῖν; δεῖ μετὰ ἀποφάσεως ποιεῖσθαι τὴν διαίρεσιν ‘τὸ προσιὸν οὐχὶ καὶ ἄνθρωπός ἐστι καὶ ἵππος ἐστίν’ (ἀληθεύομεν γὰρ οὕτω λέγοντες), εἶτα τῇ θέσει τοῦ ἑνὸς ἀναιρεῖν τὰ λοιπά· ‘ἀλλὰ μὴν ἄνθρωπός ἐστιν· οὐκ ἔστιν ἄρα ἵππος’. καὶ ἔστιν οὗτος τρίτος τρόπος τῶν ὑποθετικῶν ὁ ἐξ ἀποφατικῆς συμπλοκῆς τῇ θέσει τοῦ ἑνὸς ἀναιρῶν τὰ λοιπά. ἐὰν δὲ ἢ ἐπὶ τῶν ἀμέσων ἀντικειμένων ποιώμεθα τὴν διαίρεσιν ἢ ἐπὶ τῶν ἐμμέσων ὡρισμένα δὲ ἐχόντων τὰ ἔμμεσα, γίνονται δύο τρόποι ὑποθετικῶν συλλογισμῶν· ἀμέσων μὲν οἷον ὁ ἀριθμὸς ἢ περιττός ἐστιν ἢ ἄρτιος, ἡ διάμετρος τῇ πλευρᾷ ἢ σύμμετρος ἢ ἀσύμμετρος· ἐμμέσων δὲ ὡρισμένων, ὡς ὅταν λαβόντες δύο μεγέθη λέγωμεν ὅτι τόδε τῷδε ἢ ἴσον ἐστὶν ἢ μεῖζον ἢ ἔλαττον, ἢ ἀγαθὸν ἢ κακὸν ἢ οὐδέτερον, τοῦ [δὲ] οὐδετέρου δυναμένου πάλιν τέμνεσθαι ἢ εἰς τὸ δεκτικὸν ἀνὰ μέρος ἑκατέρου τῶν ἀντικειμένων ἢ εἰς τὸ μηδέτερον τούτων δεχόμενον. γίνονται οὖν, ὡς εἶπον, ἐκ τούτων ἕτεροι δύο τρόποι ὑποθετικοί, τέταρτος μὲν ὁ ἐκ διαζευκτικοῦ τῇ θέσει τοῦ ἑνὸς ἀναιρῶν τὸ λοιπὸν ἢ τὰ λοιπά, πέμπτος δὲ ὁ ἐκ διαζευκτικοῦ τῇ ἀναιρέσει τοῦ ἑνὸς ἢ τῶν λοιπῶν τὸ καταλειπόμενον εἰσάγων. παράδειγμα τοῦ μὲν πρώτου· ἡ πλευρὰ τῇ πλευρᾷ ἢ ἴση ἐστὶν ἢ μείζων ἢ ἐλάττων· ἀλλὰ μὴν ἴση ἐστίν· οὐκ ἄρα μείζων οὐδὲ ἐλάττων. ὁ πέντε ἀριθμὸς ἢ περιττός ἐστιν ἢ ἄρτιος· ἀλλὰ μὴν περιττός· οὐκ ἄρα ἄρτιος. τοῦ δὲ δευτέρου· ἡ διάμετρος τῇ πλευρᾷ ἢ σύμμετρός ἐστιν ἢ ἀσύμμετρος· ἀλλὰ μὴν σύμμετρος οὐκ ἔστιν· ἀσύμμετρος ἄρα. ἡ πλευρὰ τῇ πλευρᾷ ἢ ἴση ἐστὶν ἢ μείζων ἢ ἐλάττων· ἀλλὰ μὴν οὔτε μείζων οὔτε ἐλάττων· ἴση ἄρα. ἰστέον δὲ ὅτι δυνάμεθα καὶ τὸν τέταρτον καὶ τὸν πέμπτον τρόπον ἐξ ἀποφατικῆς συμπλοκῆς ποιῆσαι· λέγω γὰρ οὕτως, ὅτι ἡ διάμετρος τῇ πλευρᾷ οὐχὶ καὶ σύμμετρος καὶ ἀσύμμετρος, καὶ ὅτι ἡ γραμμὴ τῇ γραμμῇ οὐκ ἴση καὶ μείζων καὶ ἐλάττων. λέγω οὖν ὅτι, ὅταν οὕτω προφερώμεθα, τὸν τρίτον τρόπον ποιοῦμεν· πλὴν περιττὸν τὸ οὕτω προφέρεσθαι, ὅταν ἐξὸν ᾖ διαιρετικῶς προφέρεσθαι. ὥστε διακέκρινται μὲν οἱ ὑποθετικοὶ τρόποι μάλιστα μὲν τοῖς πράγμασιν, ὡς ἤδη διείλομεν, ἔπειτα καὶ τῷ σχήματι τῆς ἀγωγῆς αὐτῆς καὶ τῆς προφορᾶς. εἰ δὲ τοῦτο, οὐδὲν θαυμαστὸν καὶ τὸν τέταρτον καὶ πέμπτον διῃρημένους οὐ πραγματωδῶς, ἐπειδὰν προφερώμεθα μετὰ συμπλοκῆς ἀποφάσεως, τρίτον λέγειν εἶναι τρόπον.2
我们所说的选言,是指划分中的假定,例如“如果一切数要么是偶数要么是奇数”、“如果灵魂要么是可朽的要么是不朽的”、“如果对角线对于边要么是可通约的要么是不可通约的”;因为所有这些都带有选言连词“要么……要么……”。因此,对于在不对立的事物上取定的,或者在具有不确定中项的有中项对立物上取定的选言假言推论而言,不应当通过划分来提出假定,例如“走近来的要么是人要么是狗要么是马,或是这类某种事物”(而这些并不是对立的),或者又如“走近来的要么是白要么是黑要么是灰要么是红,或是这类某种事物”(而这些是有中项的且不确定的对立物)。因为如果我们通过划分来设定假定,我们既不能做出健全的划分(因为不可能穷尽所有事物,无论是那些不对立的事物,还是那些有中项且不确定的对立物),也不能在结论中通过否定其一来引入其余者,而必须通过否定其余所有者来引入被留下的那个;但这又是不可行的,因为不可能枚举所有事物。例如,如果我说“走近来的要么是人要么是马,或是这类某种事物”,我就在说谎;因为它是某种别的事物也是可能的;同样地,即使我说“走近来的要么是白要么是黑”也是如此;因为它是灰色或蜡黄色也是可能的。而且,穷尽所有者要么是困难的,要么是不可能的。并且在结论中我们也不能这样说:“但确实不是马;因此是人。”那么,应当如何做呢?应当带着否定来做出划分:“走近来的并非既是人又是马”(因为这样说时我们说的是真理),然后通过设定其一来否定其余者:“但确实是人;因此不是马。”这就是假言推论的第三式,即从否定性合取出发,通过设定其一来否定其余者。另一方面,如果我们是在无中项的对立物上,或者是在具有确定中项的有中项事物上做出划分,就会产生两种假言推论的式:在无中项的事物上,例如“数要么是奇数要么是偶数”、“对角线对于边要么是可通约的要么是不可通约的”;在确定的有中项事物上,例如当我们取两个量度而说“此者对于彼者要么是相等的,要么是较大的,要么是较小的”,或者“要么是善要么是恶要么是二者皆非”,而“二者皆非”又能够被进一步划分为要么轮流接受对立双方之物,要么这两者皆不接受之物。正如我说过的,由此便产生另外两种假言的式:第四式是从选言出发,通过设定其一来否定另一者或其余所有者;第五式是从选言出发,通过否定其一或其余所有者来引入被留下的那个。第一种[第四式]的例子:“边对于边要么是相等的,要么是较大的,要么是较小的;但确实是相等的;因此既不是较大的也不是较小的”;“五这个数要么是奇数要么是偶数;但确实是奇数;因此不是偶数”。第二种[第五式]的例子:“对角线对于边要么是可通约的要么是不可通约的;但确实不是可通约的;因此是不可通约的”;“边对于边要么是相等的,要么是较大的,要么是较小的;但确实既不是较大的也不是较小的;因此是相等的”。但应当知道,我们也能从否定性合取做出第四和第五式;因为我这样说:“对角线对于边并非既是可通约的又是不可通约的”,以及“线对于线并非既相等又较大又较小”。所以我说,每当我们这样表述时,我们做出的就是第三式;只是在能够以选言方式表述时,这样表述是多余的。因此,正如我们已经划分的那样,假言的式首先且主要地是由事物本身区分的,其次也是由论证推进本身的形式与表述区分的。如果是这样,那么当我们在带有否定合取的情况下表述时,把并非在事物实质上被区分开的第四式和第五式说成是第三式,就丝毫不足为奇了。
- 2.197τῶν οὖν κατὰ διάζευξιν ὑποθετικῶν συλλογισμῶν τῶν ἢ ἐπὶ τῶν μὴ ἀντικειμένων λαμβανομένων ἢ ἐπὶ τῶν ἐμμέσων ἀντικειμένων καὶ ἀόριστα ἐχόντων τὰ ἔμμεσα οὐ δεῖ τὴν ὑπόθεσιν κατὰ διαίρεσιν προάγειν
句首的属格名词短语 τῶν ... συλλογισμῶν τῶν ... λαμβανομένων 在带有无人称动词 δεῖ 的主句前充当主题属格(或关联属格),构成“关于……的选言假言推论而言,不应当……”的结构。
- 2.197εἰ δὲ τοῦτο, οὐδὲν θαυμαστὸν καὶ τὸν τέταρτον καὶ πέμπτον διῃρημένους οὐ πραγματωδῶς, ἐπειδὰν προφερώμεθα μετὰ συμπλοκῆς ἀποφάσεως, τρίτον λέγειν εἶναι τρόπον
在接在 οὐδὲν θαυμαστόν(“并无奇怪之处”)之后的“宾格加不定词”结构中,不定词 λέγειν 的逻辑主语是泛指的说话者(“人们说……”),其宾语则是 τὸν τέταρτον καὶ πέμπτον [τρόπους](由分词 διῃρημένους οὐ πραγματωδῶς 修饰),而 τρίτον ... τρόπον εἶναι 则充当其补足语/述语。
