- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:243.21-244.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺解释了“完全假言推论”与确立存在或非存在的普通假言推论(前件肯定式与后件否定式)之间的区别,指出其差异在于结论是断言事实存在还是仅限于假定之间的归结关系,并进而提出了选言推论的分类划分。
οὐκοῦν χρεία ἡμῖν πλειόνων ἢ τοὐλάχιστον ἄλλης μιᾶς ὑποθέσεως, δι’ ἧς μέσης1 ταύτας ἀλλήλαις συνάψομεν· οἷον ἵνα εἴπωμεν οὕτως, εἰ ὁ θεὸς ἀγαθός, ἀγαθὰ ποιεῖ· εἰ ἀγαθὰ ποιεῖ, ἀίδια ποιεῖ· εἰ ὁ θεὸς ἄρα ἀγαθός, ἀίδια ποιεῖ. ὁμοίως ἔχουσι καὶ οἱ τίνος ὄντος τί οὐκ ἔστι κατασκευάζοντες· οἷον εἰ ὁ θεὸς ἀγαθός, καὶ δίκαιος· εἰ δίκαιος, εἰσὶ τὰ ἐν Ἅιδου δικαιωτήρια· εἰ τοῦτο, οὐκ εἰσὶ θνηταὶ αἱ τῶν ἀνθρώπων ψυχαί· εἰ ὁ θεὸς ἄρα ἀγαθός, οὐκ εἰσὶ θνηταὶ αἱ τῶν ἀνθρώπων ψυχαί. ἔτι τίνος μὴ ὄντος τί ἔστιν ἢ τί οὐκ ἔστιν, οἷον ὡς ἐπὶ τῶν αὐτῶν· εἰ μή ἐστιν ἄδικον τὸ θεῖον, εἰσὶ τὰ ἐν Ἅιδου δικαιωτήρια· εἰ τοῦτο, ἀθάνατοι αἱ τῶν ἀνθρώπων ψυχαὶ καὶ οὐκ εἰσὶ θνηταί· εἰ μή ἔστιν ἄρα ἄδικον τὸ θεῖον, ἀθάνατοί εἰσιν αἱ τῶν ἀνθρώπων ψυχαὶ καὶ οὐκ εἰσὶ θνηταί. σκόπει δὲ ὅτι διὰ πάντων τούτων οὐ τὸ εἶναί τι ἁπλῶς ἢ μὴ εἶναι κατεσκευάσαμεν, ἀλλ’ ὅτι τῷδε ὑποτεθέντι τόδε ἀκολουθεῖ.2 καὶ ἐπειδὴ οὐδαμοῦ τὸ εἶναι τόδε τι ἢ μὴ εἶναι ἀπεδείξαμεν, εἰκότως δι’ ὅλου ὑποθετικοὶ καλοῦνται· ἐφ’ ὧν γὰρ εἶναί τι ἢ μὴ εἶναι κατασκευάζομεν, δεόμεθα πάντως καὶ κατηγορικοῦ συλλογισμοῦ. Τῶν οὖν εἶναί τι ἢ μὴ εἶναι δεικνύντων οἱ μὲν κατηγορικῶς δεικνύουσιν οἱ δὲ ὑποθετικῶς. περὶ μὲν οὖν τῶν κατηγορικῶν συλλογισμῶν ἱκανῶς εἴρηται· περὶ δὲ τῶν ὑποθετικῶν οὕτως εἴπωμεν. τῶν τὸ εἶναι ἢ μὴ εἶναι κατασκευαζόντων ὑποθετικῶν οἱ μὲν ἀκολουθίαν κατασκευάζουσιν οἱ δὲ διάζευξιν. καὶ τῶν ἀκολουθίαν κατασκευαζόντων οἱ μὲν τῇ θέσει τοῦ ἡγουμένου κατασκευάζουσι τὸ ἑπόμενον, οἱ δὲ τῇ ἀναιρέσει τοῦ ἑπομένου ἀναιροῦσι καὶ τὸ ἡγούμενον. οἷον εἰ τὸ προσιὸν ἄνθρωπός ἐστι, καὶ ζῷόν ἐστιν· ἀλλὰ μὴν ἄνθρωπός ἐστι· καὶ ζῷον ἄρα ἐστί. καὶ ἔστιν οὗτος πρῶτος τρόπος τῶν ὑποθετικῶν ὁ ἐξ ἀκολουθίας τῇ θέσει τοῦ ἡγουμένου κατασκευάζων τὸ ἑπόμενον. πάλιν εἰ τὸ προσιὸν ἄνθρωπός ἐστι, καὶ ζῷόν ἐστιν· ἀλλὰ μὴν οὐκ ἔστι ζῷον· οὐδὲ ἄνθρωπος ἄρα ἐστίν. οὗτος δεύτερος τρόπος ὑποθετικὸς ὁ ἐξ ἀκολουθίας τῇ ἀναιρέσει τοῦ ἑπομένου ἀναιρῶν καὶ τὸ ἡγούμενον. τί οὖν οὗτοι διαφέρουσι τῶν δι’ ὅλου ὑποθετικῶν, εἰ κἀκεῖνοι ἀκολουθίαν τινὰ κατασκευάζουσι (δεικνύουσι γὰρ τίνος ὄντος τί ἔστιν ἢ τί οὐκ ἔστι) καὶ οὗτοι ἀκολουθίαν λέγονται κατασκευάζειν; λέγω οὖν ὅτι ἐκεῖνοι μὲν τοσοῦτον μόνον τῷδε ὑποτεθέντι ἀκολουθεῖν τόδε λέγουσιν, οὐ μέντοι γε καὶ αὐτὴν τὴν ὑπόθεσιν κατασκευάζοντες ἀποφαίνονται ‘οὐκοῦν καὶ τόδε ἐστίν’. οἷον εἰ ὁ θεὸς ἀγαθός, ἀγαθὰ ποιεῖ· εἰ ἀγαθὰ ποιεῖ, ἀΐδια ποιεῖ· εἰ ὁ θεὸς ἄρα ἀγαθός, ἀΐδια ποιεῖ· σκόπει γὰρ ὅτι οὐχ ἁπλῶς ἀποφαίνεται ὅτι ἀΐδια ποιεῖ, ἀλλ’ ‘εἰ ἀγαθός ἐστιν, ἀΐδια ποιεῖ’. ἐπὶ δὲ τῶν τὸ εἶναι ἢ μὴ εἶναι κατασκευαζόντων αὐτὴ ἡ τοῦ πράγματος ὕπαρξις κατασκευάζεται· λέγομεν γὰρ ‘εἰ ἀγαθός, ἀΐδια ποιεῖ’· εἶτα τὴν πρόσληψιν λαβόντες τὸ ‘ἀλλὰ μὴν ἀγαθός’ ἐπάγομεν τὸ ‘ἀΐδια ἄρα ποιεῖ’. ἀποφαινόμεθα οὖν ἐν τούτοις ὅτι ἀΐδιά ἐστι τὰ ὑπὸ θεοῦ γινόμενα. ὁμοίως ἔχει καὶ ἐπὶ τῶν ἄλλων, κἂν διὰ πλειόνων ὑποθέσεων κατασκευάζωμεν. πάλιν οὖν λέγω ὅτι τῶν τὸ εἶναι ἢ μὴ εἶναι κατασκευαζόντων συλλογισμῶν οἱ μὲν ἀκολουθίαν κατασκευάζουσιν οἱ δὲ διάζευξιν, καὶ τῶν ἀκολουθίαν κατασκευαζόντων οἱ μὲν τῇ θέσει τοῦ ἡγουμένου κατασκευάζουσι τὸ ἑπόμενον, οἱ δὲ τῇ ἀναιρέσει τοῦ ἑπομένου ἀναιροῦσι καὶ τὸ ἡγούμενον. γίνονται οὖν οὗτοι δύο τρόποι ὑποθετικῶν συλλογισμῶν, πρῶτός τε καὶ δεύτερος. τῶν δὲ διάζευξιν κατασκευαζόντων οἱ μὲν λαμβάνονται ἐπὶ τῶν μὴ ἀντικειμένων,3 οἱ δὲ ἐπὶ τῶν ἀντικειμένων, καὶ ἐπὶ τῶν ἀντικειμένων ἢ τῶν ἐμμέσων ἢ τῶν ἀμέσων, καὶ τῶν ἐμμέσων ἢ τῶν ὡρισμένα ἐχόντων τὰ ἔμμεσα ἢ τῶν ἀόριστα, καὶ ἐπὶ τῶν ἀμέσων ἢ τῶν κατὰ τὰ ἐναντία ἢ τῶν καθ’ ἕξιν καὶ στέρησιν ἢ τῶν κατὰ κατάφασιν καὶ ἀπόφασιν.
因此我们需要更多的假定,或者至少另一个假定,我们将通过作为中项的它把这些假定相互连接起来;例如,为了让我们这样说:“如果神是善的,他就造作善的事物;如果他造作善的事物,他就造作永恒的事物;因此,如果神是善的,他就造作永恒的事物。”那些确立在何者存在时何者不存在的推论也是同样;例如,“如果神是善的,他也是公正的;如果他是公正的,哈得斯的审判所就存在;如果这一点成立,人类的灵魂就不是可朽的;因此,如果神是善的,人类的灵魂就不是可朽的。”再者,在何者不存在时何者存在或不存在,例如就同一论题而言:“如果神圣者不是不公正的,哈得斯的审判所就存在;如果这一点成立,人类的灵魂就是不朽的且不是可朽的;因此,如果神圣者不是不公正的,人类的灵魂就是不朽的且不是可朽的。”但请注意,通过所有这些,我们并没有确立某物单纯地存在或不存在,而是确立在假定了此者时彼者跟随而来。并且,既然我们在任何地方都没有证明这个具体的事物存在或不存在,它们被称为“完全假言的”便是理所当然的;因为凡在我们确立某物存在或不存在的场合,我们无论如何也需要定言推论。 那么,在证明某物存在或不存在的推论中,一些是以定言的方式证明,另一些则是以假言的方式证明。关于定言推论,已经谈论得足够了;但关于假言推论,让我们这样来说。在确立存在或非存在的假言推论中,一些确立归结关系,另一些确立选言。而在确立归结关系的推论中,一些通过设定前件来确立后件,另一些则通过否定后件来同样否定前件。例如,“如果走近来的是人,它也是动物;但确实是人;因此它也是动物。”这就是假言推论的第一式,即从归结关系出发,通过设定前件来确立后件。又,“如果走近来的是人,它也是动物;但确实不是动物;因此也不是人。”这是假言推论的第二式,即从归结关系出发,通过否定后件来同样否定前件。那么,如果那些〔完全假言的〕推论也确立某种归结关系(因为它们证明在何者存在时何者存在或何者不存在),而这些推论也被说成确立归结关系,这些推论与完全假言的推论究竟有何不同?所以我说,那些推论仅仅说在假定了此者时彼者跟随而来,却决非同时也确立这假定本身并断言“因此彼者也存在”。例如,“如果神是善的,他就造作善的事物;如果他造作善的事物,他就造作永恒的事物;因此,如果神是善的,他就造作永恒的事物”;因为请注意,它并没有单纯地断言他造作永恒的事物,而是断言“如果是善的,他就造作永恒的事物”。相反,在确立存在或非存在的推论中,事物本身的实际存在被确立;因为我们说“如果是善的,他就造作永恒的事物”,然后采取“但确实是善的”作为附加前提,引出“因此他造作永恒的事物”。因此在这些推论中,我们断言由神产生的事物是永恒的。在其他推论中也是同样,即便我们通过更多的假定来确立。所以我再次说,在确立存在或非存在的推论中,一些确立归结关系,另一些确立选言;而在确立归结关系的推论中,一些通过设定前件来确立后件,另一些则通过否定后件来同样否定前件。于是这就构成了假言推论的两个式,即第一式和第二式。而在确立选言的推论中,一些是在不对立的事物上取定的,另一些是在对立的事物上取定的;在对立的事物上,要么是在有中项的事物上,要么是在无中项的事物上;在有中项的事物上,要么是在具有确定中项的事物上,要么是在具有不确定中项的事物上;在无中项的事物上,要么是根据相反者,要么是根据具有和剥夺,要么是根据肯定和否定。
- 2.197δι’ ἧς μέσης
关系代词 ἧς 指向前文的 ἄλλης μιᾶς ὑποθέσεως,形容词 μέσης 处于表语位置,意为“作为中项/媒介”。
- 2.197τῷδε ὑποτεθέντι τόδε ἀκολουθεῖ
τῷδε ὑποτεθέντι 为与格短语,由动词 ἀκολουθεῖ(“跟随于”)支配,分词与 τῷδε 一致(“在设定了此者时”),τόδε 为主语。
- 2.197τῶν διάζευξιν κατασκευαζόντων οἱ μὲν λαμβάνονται ἐπὶ τῶν μὴ ἀντικειμένων...
开头的属格短语 τῶν διάζευξιν κατασκευαζόντων 是部分属格(“在确立选言的推论中”)。随后的各分句通过连续嵌套属格与介词短语(如 καὶ ἐπὶ τῶν ἀντικειμένων ἢ τῶν ἐμμέσων ἢ τῶν ἀμέσων),层层推进地展开了选言前提的四级划分。
