- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:22.22-24.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞通过区分现实的提问与潜能的提问,调和了《解释篇》与《前分析篇》中关于辩证提问的定义分歧,并阐明了亚里士多德关于证明与辩证的差别并不影响无条件三段论之成立的主张。
" Ἡ δὲ διαλεκτικὴ ἐρώτησις ἀντιφάσεώς ἐστι." Τί δήποτε ἐν τῷ Περὶ ἑρμηνείας λέγων τὴν διαλεκτικὴν πρότασιν ἐρώτησιν εἶναι τοῦ ἑτέρου μορίου τῆς ἀντιφάσεως, ἐν οἷς φησιν “ἡ διαλεκτικὴ ἐρώτησις ἀποκρίσεώς ἐστιν αἴτησις, ἢ τῆς προτάσεως ἢ θατέρου μορίου τῆς ἀντιφάσεως”, ἐνταῦθα τοὐναντίον λέγει; τὴν γὰρ ὅλην ἀντίφασίν φησιν ἐρωτᾶν τὸν διαλεκτικόν. λέγομεν οὖν ὅτι οὐκ ἔστι ταῦτα ἐναντία· καὶ γὰρ καὶ ὅλην δεῖ ἐρωτᾶν τὴν ἀντίφασιν τὸν διαλεκτικὸν καὶ οὐχ ὅλην ἀλλὰ τὸ ἕτερον μόριον· ἐνεργείᾳ μὲν γὰρ τὸ ἕτερον μόριον ἐρωτᾷ, δυνάμει δὲ τὴν ὅλην ἀντίφασιν. ὅτι δὲ τοῦτο βούλεται ὁ φιλόσοφος, δῆλον ἐντεῦθεν· αὐτός φησιν ὅτι δεῖ τὴν διαλεκτικὴν ἐρώτησιν οὕτω προφέρεσθαι ὡς διδόναι τῷ προσδιαλεγομένῳ διὰ μόνης τῆς κατανεύσεως ἢ ἀνανεύσεως τὸ βούλημα ἑαυτοῦ ἡμῖν ἐμφαίνειν. τούτῳ γὰρ καὶ διαφέρει ἡ διαλεκτικὴ ἐρώτησις τῆς πυσματικῆς,1 ὅτι πρὸς μὲν τὴν διαλεκτικὴν ἐρώτησιν ἀρκεῖ ἢ τὸ ναὶ ἢ τὸ οὒ ἀποκρίνεσθαι, οἷον ‘πότερον ἡ ψυχὴ ἀθάνατος;’ πρὸς τοῦτο ἱκανὸν ἢ τὸ ναὶ ἢ τὸ οὔ· πρὸς δὲ τὰς πυσματικὰς πλείονος δεῖ λόγου, οἷον “τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;” αὕτη πυσματική ἐστιν ἐρώτησις, πρὸς ἣν πλειόνων δεῖ λόγων τῷ ἀποκρινομένῳ· ἐπάγει γοῦν “Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν”. ἐὰν τοίνυν τὴν πᾶσαν ἀντίφασιν ἐρωτώμεθα ἐνεργείᾳ, οἷον ‘ἡ ψυχὴ ἀθάνατός ἐστιν ἢ οὐκ ἔστιν ἀθάνατος;’, οὐκέτι ὁ προσδιαλεγόμενος δύναται ποιεῖν τὰς ἀποκρίσεις τὰς διαλεκτικάς, αἵ εἰσι τὸ ναὶ ἢ τὸ οὔ· εἴτε γὰρ ναὶ εἴποι εἴτε οὔ, οὐκ οἶδεν ὁ ἐρωτήσας ποίῳ μορίῳ τῆς ἀντιφάσεως συγκατέθετο ἢ ἀπεῖπεν. ὅτι δὲ δυνάμει ἐν τῷ ἑτέρῳ μορίῳ τῆς ἀντιφάσεως καὶ τὸ ἕτερον ἐρωτᾷ ὁ διαλεκτικός, δῆλον ἐξ ὧν πολλάκις πρὸς τὸ μὴ ἐνεργείᾳ ἐρωτηθὲν μόριον ἀπαντᾷ ὁ ἀποκρινόμενος· ὅπερ οὐκ ἂν ἐγένετο, εἰ μὴ ἐνῆν ἐν τῇ ἐρωτήσει δυνάμει ἡ πᾶσα ἀντίφασις· ἐρωτωμένου γὰρ ὅτι ‘πότερον ἡ ψυχὴ ἀθάνατος;’ ἀποκρίνεται πολλάκις ὁ προσδιαλεγόμενος ὅτι οὔ.
“而辩证的提问则是关于矛盾的。” 究竟为何在《解释篇》中他说辩证前提是关于矛盾其中一部分的提问——他在那里说“辩证的提问是索取回答,或是索取前提,或是索取矛盾两端中的一端”——而在这里却说了相反的话?因为他说辩证家探问整个矛盾。因此我们说,这些说法并不相悖;因为辩证家既应当探问整个矛盾,又应当探问矛盾的一部分而非全部:因为在现实上他探问其中一部分,而在潜能上探问整个矛盾。哲学家指的是这一点,从下述便可明了:他自己说,辩证的提问必须以这样的方式提出,即允许对话者仅凭点头认可或摇头否定便能向我们显明他自己的意图。正是因此,辩证的提问也不同于询问式的提问:对于辩证的提问,回答‘是’或‘否’便已足够,例如‘灵魂是否不朽?’,对此回答‘是’或‘否’就足够了;而对于询问式的提问,则需要更多的言辞,例如“你为何人,来自何处?你的城邦和父母在哪里?”这是询问式的提问,对此回答者需要更多的言辞;他随即便答道:“风将我从伊利昂带到了客科涅斯人那里。”因此,如果我们现实地被问及全部矛盾,例如‘灵魂是不朽的,还是并非不朽的?’,对话者就再也不能做出辩证的回答,即‘是’或‘否’;因为无论他说‘是’还是‘否’,提问者都不知道他所赞同或否认的是矛盾的哪一部分。而辩证家在矛盾的一端中潜能地探问了另一端,这一点从回答者常常针对并未在现实上被问及的那一部分作答也可以明显看出;若非提问中在潜能上包含着全部矛盾,这本是不会发生的:因为当被问及‘灵魂是否不朽?’时,对话者常常回答‘不是’。
"Οὐδὲν δὲ διοίσει πρὸς τὸ γενέσθαι τὸν ἑκατέρου συλλογισμόν· καὶ γὰρ ὁ ἀποδεικνύων καὶ ὁ ἐρωτῶν συλλογίζεται." Σκοπὸν ἔχων ὁ φιλόσοφος διαλαβεῖν περὶ τοῦ ἁπλῶς συλλογισμοῦ, ὑπὸ φιλοτιμίας ἡμῖν νῦν παρεδίδου τὴν διαφορὰν τῆς ἀποδεικτικῆς προτάσεως καὶ τῆς διαλεκτικῆς. γνοὺς οὖν ὅτι τὰ νῦν ὑπ’ αὐτοῦ ζητούμενα οὐδὲν συμβάλλεται εἰς τὸν ἁπλῶς συλλογισμόν, τούτου χάριν προσέθηκε τοῦτο νῦν, ὅτι οὐδὲν διαφέρει πρὸς τὸ κατασκευάσαι ἡμᾶς τὸν ἁπλῶς συλλογισμὸν τὸ εἰδέναι εἴτε ἐρωτῶν ὁ διαλεκτικὸς συλλογίζεται ἢ μή,2 ὁμοίως οὐδὲ εἰ ὁ ἀποδεικτικὸς λαμβάνει καὶ οὐκ ἐρωτᾷ· οὐδὲν γὰρ ἧττον ἑκάτερος αὐτῶν συλλογίζεται, ἡμῖν δὲ περὶ τοῦ ἁπλῶς συλλογισμοῦ πρόκειται νῦν διαλαβεῖν. καὶ διὰ μὲν τοῦ εἰπεῖν ὁ ἀποδεικνύων σημαίνει τὴν ἀποδεικτικὴν πρότασιν, διὰ δὲ τοῦ ἐρωτᾶν τὴν διαλεκτικήν.
“但这对于形成两者的三段论没有任何区别;因为证明者和发问者都在进行三段论。” 哲学家旨在讨论无条件的三段论,出于好意,方才向我们传授了证明前提与辩证前提的区别。因此,在意识到他现在所探究的这些事情对于无条件的三段论毫无助益之后,为此缘故他现在补上了这一点:知晓辩证家是通过发问进行三段论还是不通过发问,同样知晓证明者是直接采纳而不发问,对于我们构建无条件的三段论没有任何区别;因为他们双方都在同等地进行三段论,而摆在我们面前的当前任务则是讨论无条件的三段论。并且通过说“证明者”,他意指证明前提;通过“发问”,他意指辩证前提。
"Λαβών τι κατά τινος ὑπάρχειν ἢ μὴ ὑπάρχειν." Ἐντεῦθεν δῆλον ὅτι τὸ κατά τινος ἐνδέχεται λαβεῖν κοινῶς ἐπί τε τῆς καταφάσεως καὶ τῆς ἀποφάσεως,3 ὅπερ ἄνω ἐλέγομεν· αὐτὸς γὰρ κοινῶς εἰπὼν τὸ τὶ κατά τινος ὑποδιεῖλε προσθεὶς τὸ ἢ ὑπάρχειν ἢ μὴ ὑπάρχειν.
“采纳某物对某物属于或不属于。” 由此显然可见,“对某物”这句表述可以共同用于肯定和否定,这正是我们在上面所说的;因为他自己共同说了“某物对某物”,然后通过加上“或属于或不属于”做出了细分。
- 1.11διαφέρει ἡ διαλεκτικὴ ἐρώτησις τῆς πυσματικῆς
古代修辞学与逻辑学中对两类提问的区分:要求以“是/否”做出二选一回答的判定疑问(ἐρώτησις),与由疑问词引导、要求给出详细解释或信息的探问(πύσμα / πυσματικὴ ἐρώτησις)。
- 1.12οὐδὲν διαφέρει πρὸς τὸ κατασκευάσαι ἡμᾶς τὸν ἁπλῶς συλλογισμὸν τὸ εἰδέναι εἴτε ἐρωτῶν ὁ διαλεκτικὸς συλλογίζεται ἢ μή
该句的主语是带有中性定冠词的不定式短语 τὸ εἰδέναι(“知晓是否……”),谓语是 οὐδὲν διαφέρει(“毫无差别”)。介词短语 πρὸς τὸ κατασκευάσαι ἡμᾶς τὸν ἁπλῶς συλλογισμὸν 表示目的或相关范围(“对于我们构建无条件三段论而言”)。
- 1.13τὸ κατά τινος ἐνδέχεται λαβεῖν κοινῶς ἐπί τε τῆς καταφάσεως καὶ τῆς ἀποφάσεως
在不定式结构 ἐνδέχεται λαβεῖν 中,引用短语 τὸ κατά τινος 作宾格宾语。菲洛波诺斯指出介词短语 κατά τινος(“关于某物/对某物”)在句法上是中性的,同等地适用于肯定陈述(属于)与否定陈述(不属于)。
