← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§239.10-240.20

第三格特称前提的组合与不完全三段论的完成

菲洛波庞在第2.195节(40b8–15)中探讨了第三格中包含特称前提的必然与可能混合组合的有效性与无效性,并在第2.196节(40b15)中总结道,第三格的所有推论都是不完全的,必须通过第一格来完成。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.195

" Ὅταν δὲ τὸ στερητικὸν καθόλου ληφθὲν τεθῇ πρὸς τὸ ἔλαττον ἄκρον, ἐὰν μὲν ἐνδεχόμενον, ἔσται συλλογισμὸς διὰ τῆς ἀντιστροφῆς, ἐὰν δὲ ἀναγκαῖον, οὐκ ἔσται. δειχθήσεται δὲ τὸν αὐτὸν τρόπον ὃν καὶ ἐν τοῖς καθόλου καὶ διὰ τῶν αὐτῶν ὅρων." Τῆς μείζονος οὔσης μερικῆς καταφατικῆς ἀναγκαίας τῆς δὲ ἐλάττονος καθόλου ἀποφατικῆς ἐνδεχομένης γίνεται συλλογισμὸς τοῦ ἐνδέχεσθαι μὴ παντί· ἀντιστρεφομένης γὰρ τῆς μερικῆς καταφατικῆς πρὸς ἑαυτὴν1 γίνεται τὸ πρῶτον σχῆμα. εἰ γὰρ τὸ Α τῶν Γ τινὶ ἐξ ἀνάγκης, καὶ τὸ Γ τινὶ τῶν Α ἐξ ἀνάγκης· εἰ οὖν τὸ μὲν Β οὐδενὶ τῶν Γ ἐνδέχεται, τὸ δὲ Γ τινὶ τῶν Α ἐξ ἀνάγκης, τὸ ἄρα Β ἐνδέχεται μὴ παντὶ τῷ Α. τούτου δὲ τοῦ συμπεράσματος ἀντιστραφέντος καὶ τὸ Α ἐνδέχεται μὴ παντὶ τῷ Β· ἀντιστρέφει γὰρ ἡ μερικὴ ἀποφατικὴ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου. ἐὰν δὲ ἡ ἐλάττων καθόλου ἀποφατικὴ ἀναγκαία εἴη, δηλονότι τῆς μείζονος μερικῆς οὔσης καταφατικῆς ἐνδεχομένης, οὐκ ἔσται συλλογισμός. ἀνάγεται μὲν γὰρ εἰς τὸ πρῶτον σχῆμα τῆς μείζονος πάλιν ἀντιστρεφομένης πρὸς ἑαυτήν· εἰ γὰρ τὸ Α ἐνδέχεται τινὶ τῶν Γ, καὶ τὸ Γ τινὶ τῶν Α ἐνδέχεται. ἐπεὶ οὖν τὸ μὲν Β οὐδενὶ τῶν Γ ἐξ ἀνάγκης, τὸ δὲ Γ τινὶ τῶν Α ἐνδέχεται, συνάγεται μὲν τὸ Β μὴ παντὶ τῷ Α ὑπάρχειν· οὐκ ἀντιστρεφούσης δὲ τῆς μερικῆς ἀποφατικῆς ὑπαρχούσης οὐ δυνατὸν ἀντιστρέψαι τὸ συμπέρασμα· ἀντιστρεφομένου γὰρ συνάγεται καὶ τὸ παντὶ καὶ τὸ οὐδενί.2 οἱ δὲ ὅροι τοῦ μὲν παντὶ ὑπάρχειν ὕπνος, ἵππος καὶ κοιμώμενος ἄνθρωπος· ὕπνον γὰρ τινὶ ἵππῳ ἐνδέχεται ὑπάρχειν, ἄνθρωπος δὲ κοιμώμενος οὐδενὶ ἵππῳ ἐξ ἀνάγκης· ἀντιστραφείσης οὖν τῆς μείζονος (ἐνδέχεται γὰρ ἵππον τινὶ ὕπνῳ ὑπάρχειν, τουτέστιν ὑπνοῦντι) συνάγεται ὕπνος παντὶ κοιμωμένῳ ἀνθρώπῳ. τοῦ δὲ μηδενί, εἰ ἀντὶ τοῦ κοιμωμένου ἀνθρώπου ἐγρηγορότα ἄνθρωπον λάβωμεν· ὕπνος γὰρ οὐδενὶ ἐγρηγορότι ἀνθρώπῳ ὑπάρχει. ἀλλὰ κἂν ἡ ἐλάττων εἴη μερικὴ ἀποφατικὴ ἀναγκαία ἡ δὲ μείζων καθόλου καταφατικὴ ἐνδεχομένη, οὐ γίνεται συλλογισμός· πάλιν γὰρ συνάγεται καὶ τὸ παντὶ καὶ τὸ οὐδενί. ὅροι δὲ πάλιν ἀρκέσουσιν οἱ αὐτοί· ὕπνον παντὶ ἵππῳ ὑπάρχειν ἐνδεχέσθω, καθεύδων ἄνθρωπος οὐ παντὶ ἵππῳ ἐξ ἀνάγκης, τῆς μερικῆς νῦν ἀποφατικῆς διὰ τὴν καθόλου ἀποφατικὴν ἀληθευούσης· συνάξεις οὖν ‘ὕπνος παντὶ καθεύδοντι ἀνθρώπῳ’. εἰ δὲ τὸν ἐγρηγορότα λάβωμεν ἄνθρωπον, καὶ τὸ οὐδενὶ συναχθήσεται. ἰστέον δὲ ὅτι τῶν λοιπῶν ἀσυλλογίστων συζυγιῶν οὐκ ἐμνημόνευσε, λέγω δὲ τῶν ἐξ ἀμφοτέρων μερικῶν ἢ ἀπροσδιορίστων καταφατικῶν τε καὶ ἀποφατικῶν καὶ ἀνομοιοσχημόνων, ὡς ἤδη δήλων ὄντων τούτων.

“而当否定[前提]被取为全称并置于小端项时,如果是可能的,将通过换位而成立推论;但如果是必然的,则不成立。证明的方式将与在全称[前提]中相同,并且通过相同的项来进行。” 当大前提是特称肯定必然的,而小前提是全称否定可能的时,产生可能不从属于每一个的推论;因为特称肯定与自身换位,便构成了第一格。因为如果Α出于必然从属于某个Γ,那么Γ也出于必然从属于某个Α;因此,如果Β可能不从属于任何Γ,而Γ出于必然从属于某个Α,那么Β便可能不从属于每一个Α。而当这个结论被换位时,Α也可能不从属于每一个Β;因为按照定义的可能的特称否定是可以换位的。但是,如果小前提是全称否定必然的,显然在大前提是特称肯定可能的情况下,将不会成立推论。因为一方面,通过大前提再次与自身换位,它确实被归约为第一格;因为如果Α可能从属于某个Γ,那么Γ也可能从属于某个Α。既然Β出于必然不从属于任何Γ,而Γ可能从属于某个Α,便推导出Β不从属于每一个Α;但是由于特称否定实际从属不能换位,因此不可能换位结论;因为如果换位,既会推导出从属于每一个,也会推导出不从属于任何一个。而从属于每一个的诸项是睡眠、马和睡眠中的人;因为睡眠可能从属于某匹马,而睡眠中的人出于必然不从属于任何马;因此在大前提被换位之后(因为马可能从属于某种睡眠,即睡眠中的东西),便推导出睡眠从属于每一个睡眠中的人。至于不从属于任何一个,如果我们取清醒的人代替睡眠中的人[即可得出];因为睡眠不从属于任何清醒的人。但是即使小前提是特称否定必然的,而大前提是全称肯定可能的,推论也不成立;因为同样既会推导出从属于每一个,也会推导出不从属于任何一个。相同的项再次足够使用:设睡眠可能从属于每一匹马,睡眠中的人出于必然不从属于每一匹马,而特称否定现在由于全称否定而为真;于是你将推导出“睡眠从属于每一个睡眠中的人”。但如果我们取清醒的人,不从属于任何一个也将被推导出。必须知晓的是,他没有提及其余的非推论组合,我是指那些由两个特称或不定〔前提〕构成的肯定和否定、以及不同形态的组合,因为这些已经很清楚了。

§2.196

"Δῆλον δὲ καὶ ὅτι πάντες ἀτελεῖς, καὶ ὅτι τελειοῦνται διὰ τοῦ πρώτου σχήματος." Οἱ μὲν γὰρ δι’ ἀντιστροφῆς τῶν προτάσεων ἐπὶ τοὺς συλλογιστικοὺς τρόπους τοῦ πρώτου σχήματος ἀνήγοντο, οἱ δὲ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. τοῦτο δὲ ἦν ὃ καὶ ἐπὶ τοῦ δευτέρου σχήματος ἔλεγεν, ὅτι “τελειοῦνται διὰ τῶν προειρημένων σχημάτων” ἀντὶ τοῦ ‘διὰ τοῦ προειρημένου σχήματος’, τουτέστι τοῦ πρώτου, τῷ πληθυντικῷ χρησάμενος ἀντὶ τοῦ ἑνικοῦ, ὡς ἔθος. καὶ σχημάτων λέγοι ἂν τοὺς συλλογιστικοὺς τρόπους3 τοῦ πρώτου σχήματος, εἰς οὓς ἀνάγονται πᾶσαι αἱ συλλογιστικαὶ συζυγίαι καὶ τοῦ δευτέρου καὶ τοῦ τρίτου σχήματος.

“并且同样显然的是,所有[推论]都是不完全的,而且它们通过第一格而得到完成。” 因为有些是通过前提的换位被归约到第一格的推论格式,有些则是通过归谬法。这也是他在谈到第二格时所说的话,即“通过前述的诸格而得到完成”,用来代替“通过前述的格”,也就是第一格,像习惯上那样用复数代替单数。或者所谓“诸格”,他指的可能是第一格的诸推论格式,第二格和第三格的所有推论组合都归约到这些格式中。

语法注3 条
  1. 2.195ἀντιστρεφομένης γὰρ τῆς μερικῆς καταφατικῆς πρὸς ἑαυτὴν

    属格绝对结构。短语 πρὸς ἑαυτήν 表示命题项自身的互换(即特称肯定的单纯换位,从“Α从属于某个Γ”到“Γ从属于某个Α”)。

  2. 2.195ἀντιστρεφομένου γὰρ συνάγεται καὶ τὸ παντὶ καὶ τὸ οὐδενί

    带省略主语 συμπέρασμα 的属格绝对结构(表示条件,“如果[结论]被换位”)。καὶ τὸ παντὶ καὶ τὸ οὐδενί 用带中性单数冠词的名词化短语,表示借助反例项既可推导出全称肯定也可推导出全称否定。

  3. 2.196καὶ σχημάτων λέγοι ἂν τοὺς συλλογιστικοὺς τρόπους

    潜在希求法(λέγοι ἄν),表达注解者对亚里士多德为何使用复数所作的审慎推测与解释。它解释引述的属格复数词 σχημάτων,以 τοὺς συλλογιστικοὺς τρόπους 为直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:239.10-240.20