← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§240.21-242.5

所有推论向三个格的归约

针对亚里士多德在《前分析篇》40b17中开始论证所有推论(定言推论和假言推论)都归约到三个格中的论述,斐洛庞奴斯解释了中项的位置如何必然导出三个格,并阐明假言推论如何通过对其前提假定的定言证明而最终归约到这些格中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.197#1

" Ὅτι μὲν οὖν οἱ ἐν τούτοις τοῖς σχήμασι συλλογισμοὶ τελειοῦνται διὰ τῶν ἐν τῷ πρώτῳ σχήματι καθόλου συλλογισμῶν καὶ εἰς τούτους ἀνάγονται, δῆλον ἐκ τῶν εἰρημένων. ὅτι δ’ ἁπλῶς πᾶς συλλογισμὸς οὕτως ἕξει, νῦν ἔσται φανερόν, ὅταν δειχθῇ πᾶς γινόμενος διὰ τούτων τινὸς τῶν σχημάτων.1" Εἰπὼν περὶ τοῦ ὑπάρχοντος τρόπου καὶ τοῦ ἀναγκαίου καὶ τοῦ ἐνδεχομένου καὶ τούτους μίξας, ἔτι τε ἀναγαγὼν τοὺς ἐκ τοῦ δευτέρου καὶ τρίτου σχήματος συλλογισμοὺς εἰς τοὺς ἐν τῷ πρώτῳ καὶ τοὺς ἐν τῷ πρώτῳ εἰς τοὺς δύο τοὺς καθόλου, νῦν βούλεται δεῖξαι ὅτι ἀδύνατον γενέσθαι συλλογισμόν, ὁμοίως ὑποθετικόν τε καὶ κατηγορικόν, εἰ μὴ δι’ ἑνὸς τῶν τριῶν τούτων σχημάτων. ἵνα δὲ τοῦτο δείξῃ, μεταβαίνει ἐκ τῶν συλλογισμῶν ἐπὶ τὰ συλλογιστὰ ὡς σαφέστερα, καὶ προάγει τὸν λόγον ἐκ διαιρέσεως οὕτως· πᾶν συλλογιστὸν ἢ καθόλου ἐστὶν ἢ κατὰ μέρος, καὶ τοῦτο ἢ καταφατικὸν ἢ ἀποφατικόν. εἶτα καὶ τὸν τρόπον τῆς δείξεως ἐκ διαιρέσεώς φησι· πᾶν γὰρ τὸ δεικνύμενον, φησίν, ἢ δεικτικῶς δείκνυται, τουτέστι διὰ κατηγορικῶν προτάσεων, ἢ ἐξ ὑποθέσεως. τούτων οὖν οὕτως ἐχόντων εἴπωμεν πρῶτον περὶ τῶν δεικτικῶς δεικνυμένων. λαμβάνει δὲ πάλιν τὸ Α καὶ τὸ Β στοιχεῖα ἀντὶ τῶν συλλογιστικῶν ὅρων. ἐὰν οὖν, φησί, βουληθῶμεν δεῖξαι ὅτι τὸ Α τῷ Β ὑπάρχει ἢ οὐχ ὑπάρχει, εἰ μὲν αὐτόθεν τοῦτο λάβοιμεν, ὅτι 〈ὑπάρχει ἢ ὅτι〉 οὐχ ὑπάρχει, τὸ ἐν ἀρχῇ αἰτησόμεθα καὶ τὸ ζητούμενον ὡς ὁμολογούμενον ληψόμεθα. ἐπεὶ οὖν ἀνάγκη δι’ ἑτέρων τὸ ζητούμενον [ὡς ὁμολογούμενον] κατασκευάσαι, ἐὰν λάβωμεν ὅτι τὸ Α τῷ Γ ὑπάρχει ἢ τὸ Γ ἑτέρῳ ἢ τῷ Α ἕτερον ἢ τὸ Β τινὶ ἄλλῳ, οὐδὲν ὁμοίως ἐσόμεθα δεδειχότες·2 μίαν γὰρ πρότασιν εἰλήφαμεν· ὁ δὲ συλλογισμὸς ἐκ δύο τοὐλάχιστόν ἐστι προτάσεων· “τεθέντων γάρ τινων ἕτερον τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει”. πάλιν εἰ δύο λάβωμεν προτάσεις, οἷον τὸ Α κατὰ τοῦ Γ καὶ τὸ Γ κατ’ ἄλλου τινός, ἢ καὶ κατὰ τοῦ Α ἄλλο, ἢ ὅσας ἂν ἄλλας λάβωμεν συμπλεκομένας προτάσεις μὴ συναπτούσας δὲ πρὸς τὸ Β, συλλογισμὸν μὲν ποιήσομεν, οὐ μὴν τοῦ προκειμένου. ἀνάγκη οὖν πᾶσα, εἰ δεῖ δειχθῆναι ὅτι τὸ Α τῷ Β ὑπάρχει ἢ οὐχ ὑπάρχει, λαβεῖν τινα κοινὸν ὅρον, ὃς συνάψει πρὸς τὸ Β καὶ διαβιβάσει δι’ ἑαυτοῦ ἀπὸ τοῦ Α ἐπὶ τὸ Β ἢ τὴν κατηγορίαν ἢ τὴν ἀπόφασιν. ἀνάγκη οὖν τοῦτον τὸν κοινὸν ὅρον ἢ τοῦ μὲν κατηγορεῖσθαι τῷ δὲ ὑποκεῖσθαι ἢ ἀμφοτέρων κατηγορεῖσθαι ἢ ἀμφοτέροις ὑποκεῖσθαι. καὶ οὕτως τὰ τρία ἀναφαίνεται σχήματα. οὕτω μὲν οὖν δῆλον ὅτι πᾶς κατηγορικὸς συλλογισμὸς εἰς ἓν πάντως τῶν τριῶν ἀνάγεται σχημάτων. οὐ μόνον δὲ οὗτοι, φησίν, ἀλλὰ καὶ οἱ ὑποθετικοὶ πάντες εἰς ταῦτα ἀνάγονται τὰ σχήματα. λέγει δὲ τοῦτο, οὐχ ὅτι οἱ ὑποθετικοὶ τὴν αὐτὴν ἀγωγὴν ἔχουσι τῶν ὅρων, ἀλλ’ ὅτι λαμβανόντων ἡμῶν τινα ὑπόθεσιν καὶ ἐκ ταύτης τὰ ἑξῆς κατασκευαζόντων (οἷον εἰ πρόνοια ἔστιν, ἡ ψυχὴ ἀθάνατός ἐστιν· ἀλλὰ μὴν ἔστι πρόνοια· ἀθάνατος ἄρα ἡ ψυχή) ἀνάγκη τὴν εἰλημμένην ὑπόθεσιν ὅτι ἀληθὴς ἀποδεῖξαι,3 ἐπεὶ οὐ συγχωρήσει τὰ ἑξῆς συμπεραίνειν ὁ προσδιαλεγόμενος. πόθεν γὰρ δῆλον ὅτι πρόνοια ἔστιν; εἰ τοίνυν βουλόμενοι δεῖξαι ταύτην τὴν ὑπόθεσιν δι’ ἑτέρας ὑποθέσεως αὐτὴν δείκνυμεν, ἀνάγκη κἀκείνην ἀποδεῖξαι, καὶ τοῦτο ἐπὶ τοσοῦτον, ἕως ἂν εἰς ὡμολογημένον τι καταντήσωμεν, ὅπερ κατηγορικῶς τὴν πρώτην ὑπόθεσιν δείκνυσιν. οἷον ὥσπερ καὶ ὁ Πλάτων ἐποίησεν ἐν τῷ Φαίδωνι· βουλόμενος γὰρ δεῖξαι τὴν ψυχὴν ἀθάνατον λαμβάνει δυνάμει ταύτην τὴν ὑπόθεσιν· εἰ αἱ ψυχαὶ ἡμῶν μετὰ θάνατον ἐν Ἅιδου, οὐκ ἄρα φθείρονται· ἀλλὰ μὴν τὸ πρῶτον· καὶ τὸ δεύτερον ἄρα. πόθεν δ’ ὅτι ἐν Ἅιδου αἱ ψυχαί; δι’ ἑτέρας πάλιν ὑποθέσεως δείκνυσιν· εἰ τὸ ζῶν καὶ τὸ τεθνηκὸς ἐξ ἀλλήλων εἰσίν, ἡμῶν αἱ ψυχαὶ ἐν Ἅιδου· ἀλλὰ μὴν τὸ πρῶτον, καὶ τὸ δεύτερον ἄρα.

“因此,这些格中的推论是通过第一格中的全称推论得到完成并被归约到这些推论中,这从已说过的话中是显而易见的。但是,毫无例外地每一个推论都将是如此,现在当表明每一个[推论]都是通过这些格中的某一个而产生时,将变得明白。” 在论述了实际从属的模式、必然的模式和可能的模式,并将这些模式混合,进而将第二格和第三格的推论归约到第一格中的推论,又将第一格中的推论归约到两个全称推论之后,他现在希望表明,无论是假言推论还是定言推论,除非通过这三个格之一,否则不可能产生推论。而为了证明这一点,他从推论过渡到更清晰的待推论命题,并通过划分如此推进论证:每一个待推论命题要么是全称的,要么是特称的,而这要么是肯定的,要么是否定的。接着他也通过划分陈述证明的方式:因为他说,每一个被证明的事物,要么是直言地、即通过定言前提被证明,要么是从假定被证明。既然这些情况是如此,那么让我们首先谈论直言地被证明的事物。他再次取字母Α和Β来代替推论的诸项。他说,如果我们想要表明Α从属于或不从属于Β,如果我们直接取这个,即取它〈从属于或〉不从属于,我们就会乞求论题,把所探求的事物当作已公认的事物来取。既然必须通过其他事物来确立所探求的事物,那么如果我们取Α从属于Γ,或者Γ从属于另一个,或者另一个从属于Α,或者Β从属于某个其他的,我们同样什么也没有证明;因为我们只取了一个前提;而推论至少由两个前提构成:“因为在设定了某些事物之后,与所设定的事物不同的某种事物必然发生。”再次,如果我们取两个前提,例如Α关于Γ[被述说]且Γ关于某个其他的被述说,或者另一个关于Α[被述说],或者无论我们取多少其他相互联结却不与Β相接的前提,我们确实将做出推论,但绝不是关于摆在我们面前的课题的推论。因此,如果必须表明Α从属于或不从属于Β,就完全必然要取某个共同项,它将与Β相连,并通过自身把肯定或否定从Α传递到Β。因此,这个共同项必然要么被述说于其中之一而作为另一个的主词,要么被述说于两者,要么作为两者的主词。这样,三个格就显现出来了。因此以这种方式,显然每一个定言推论无论如何都被归约到三个格之一。但他说,不仅这些〔推论〕,而且所有假言推论也都归约到这些格。他说这一点,并不是因为假言推论具有相同的诸项排列方式,而是因为当我们采取某个假定并由此确立后继的结论时(例如“如果有摄理,灵魂是不朽的;但确实有摄理;因此灵魂是不朽的”),必须证明所采取的假定是真实的,否则对话者不会容许推导后继的结论。因为从何处显明有摄理呢?如果想要证明这个假定的我们通过另一个假定来证明它,就必须也证明那个假定,并且一直如此进行,直到我们到达某个已被公认的事物,它定言地证明第一个假定。正如柏拉图在《斐多篇》中所做的那样:因为希望证明灵魂是不朽的,他在实质上采取了这样一个假定:“如果我们的灵魂在死后存在于冥府,那么它们就不会被毁灭;但确实是第一者;因此也是第二者。”但是从何处[得知]灵魂在冥府呢?他又通过另一个假定来证明:“如果活着的东西和死去的东西是从彼此产生的,那么我们的灵魂就在冥府;但确实是第一者;因此也是第二者。”

语法注3 条
  1. 2.197ὅταν δειχθῇ πᾶς γινόμενος διὰ τούτων τινὸς τῶν σχημάτων

    主格分词 γινόμενος 与被动语态动词 δειχθῇ 连用,作为主语 πᾶς[συλλογισμός]的补充表语分词,意为“当表明每一个[推论]都是通过这些格中的某一个而产生时”。

  2. 2.197οὐδὲν ὁμοίως ἐσόμεθα δεδειχότες

    由将来时动词 ἐσόμεθα 和完成时分词 δεδειχότες 构成的迂说法将来完成时,带有副词性宾格 οὐδέν,断定性地表示“我们同样什么也没有证明”。

  3. 2.197ἀνάγκη τὴν εἰλημμένην ὑπόθεσιν ὅτι ἀληθὴς ἀποδεῖξαι

    前置先取句式(prolepsis)。本应作为从属子句(ὅτι ἀληθής [ἐστι])逻辑主语的“所采取的假定”(ἡ εἰλημμένη ὑπόθεσις),被前置作为不定词 ἀποδεῖξαι 的直接宾格宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:240.21-242.5