- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:237.20-239.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞论述了大前提为特称可能否定且小前提为全称必然肯定(得出特称可能结论)、以及否定前提为必然且肯定前提为可能(得出特称否定实际从属结论)的推论,阐释了归谬法与换位证明,并评注了亚历山大的解读及通过第一格完善推论的共通原则。
" Καὶ ὅταν τὸ μὲν στερητικὸν ληφθῇ ἐνδεχόμενον τὸ δὲ καταφατικόν, ἀναγκαῖον δὲ τὸ καταφατικόν, τοῦ ἐνδέχεσθαι." Εἰ ἡ μείζων ἐνδεχομένη εἴη μερικὴ ἀποφατικὴ ἡ δὲ ἐλάττων καθόλου καταφατικὴ ἀναγκαία, τὸ συμπέρασμα γίνεται μερικὸν ἐνδεχόμενον, ὁποῖον ἐγίνετο καὶ ὅτε ἦσαν ἀμφότεραι καθόλου. γίνεται δὲ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς· τὸ γὰρ ὁμοίως δὲ ἕξει οὐκ ἐπὶ τῶν δείξεων εἶπεν ἀλλ’ ἐπὶ τοῦ συμπεράσματος.1 τὸ γὰρ Α ἐνδεχέσθω μὴ παντὶ τῷ Γ ὑπάρχειν, τὸ δὲ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης· συνάγεται τὸ Α ἐνδέχεσθαι μὴ παντὶ τῷ Β. εἰ γὰρ τοῦτο ψεῦδος, παντὶ ἐξ ἀνάγκης· ἀλλὰ μὴν τὸ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης· καὶ τὸ Α ἄρα παντὶ τῷ Γ ἐξ ἀνάγκης· ἀλλ’ ὑπέκειτο μὴ παντὶ ἐνδέχεσθαι. ὅροι λευκόν, ἄνθρωπος, ζῷον· λευκὸν ἐνδέχεται μὴ παντὶ ἀνθρώπῳ, ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, καὶ λευκὸν ἐνδέχεται μὴ παντὶ ζῴῳ. εἰ γὰρ τοῦτο ψεῦδος, τὸ παντὶ ἐξ ἀνάγκης ἀληθές· ἀλλὰ καὶ τὸ ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης· καὶ τὸ λευκὸν ἄρα παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, ὅπερ ἐστὶ ψεῦδος· ὑπέκειτο γὰρ ἐνδέχεσθαι μὴ παντί. δυνατὸν δὲ καὶ διὰ τῆς ἐπὶ μέρους ἀντιστροφῆς δεῖξαι τὴν συζυγίαν συλλογιστικήν· ἡ γὰρ μερικὴ ἐνδεχομένη ἀποφατικὴ ἀντιστρέφει εἰς τὴν μερικὴν καταφατικήν. γίνεται τοίνυν ἡ ἀντιστροφὴ τὸν τρόπον τοῦτον· εἰ τὸ Α ἐνδέχεται μὴ παντὶ τῷ Γ, καὶ τὸ Γ τινὶ τῶν Α ἐνδέχεται· ἀλλὰ καὶ τὸ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης· καὶ τὸ Β ἄρα τινὶ τῶν Α ἐνδέχεται. ἀντιστραφέντος οὖν καὶ τοῦ συμπεράσματος εἰς τὴν μερικὴν ἀποφατικὴν ἐνδεχομένην2 καὶ τὸ Α οὐ παντὶ τῷ Β ἐνδέχεται, ὅπερ ἔδει δεῖξαι.
“当一方被取为否定可能的而另一方被取为肯定的,且肯定[前提]是必然的时,[结论]是可能的。” 如果大前提是可能的特称否定,而小前提是全称肯定必然的,结论就成为特称可能的,正如在两者都是全称时所成的那样。而这是通过归谬法得出的;因为他所说的“情况将相同”并不是指证明,而是指结论。因为设Α可能不从属于每一个Γ,而Β出于必然从属于每一个Γ;便推导出Α可能不从属于每一个Β。因为如果这是假的,出于必然从属于每一个;但事实上Β出于必然从属于每一个Γ;因此Α也出于必然从属于每一个Γ;但原本假定了可能不从属于每一个。诸项是白、人、动物:白可能不从属于每一个人,动物出于必然从属于每一个人,白也可能不从属于每一个动物。因为如果这是假的,出于必然从属于每一个就是真的;但动物也出于必然从属于每一个人;因此白也出于必然从属于每一个人,这是假的;因为原本假定了可能不从属于每一个。也可以通过特称换位来证明该组合具有推论效力;因为特称可能否定换位为特称肯定。因此换位以这种方式进行:如果Α可能不从属于每一个Γ,那么Γ也可能从属于某个Α;但Β也出于必然从属于每一个Γ;因此Β也可能从属于某个Α。既然结论也换位为特称否定可能,那么Α也可能不从属于每一个Β,这正是所需要证明的。
"Ὅταν δὲ τὸ στερητικὸν ἀναγκαῖον, καὶ τὸ συμπέρασμα ἔσται τοῦ μὴ ὑπάρχειν· ὁ γὰρ αὐτὸς τρόπος ἔσται τῆς δείξεως καὶ καθόλου τῶν ὅρων ὄντων· ἀνάγκη γὰρ διὰ τοῦ πρώτου σχήματος τελειοῦσθαι τοὺς συλλογισμούς, ὥστε καθάπερ ἐν ἐκείνοις, καὶ ἐπὶ τούτων ἀναγκαῖον συμπίπτειν." Ἐάν, φησί, τὴν στερητικὴν πρότασιν ἀναγκαίαν λάβωμεν τὴν δὲ καταφατικὴν ἐνδεχομένην, δῆλον ὅτι ἐναντίως τῇ πρὸ ταύτης συζυγίᾳ τὸ συμπέρασμα γίνεται μερικὸν ἀποφατικὸν ὑπάρχον. ἔστωσαν δὲ ὅροι ἄνθρωπος μὲν ἐπὶ τοῦ Α, περιπατητικὸν δὲ ἐπὶ τοῦ Β, ζῷον δ’ ἐπὶ τοῦ Γ· ἄνθρωπος μὲν γὰρ οὐ παντὶ ζῴῳ ἐξ ἀνάγκης, περιπατητικὸν δὲ ἐνδέχεται παντὶ ζῴῳ, καὶ ἄνθρωπος οὐ παντὶ ὑπάρχει περιπατητικῷ. συνάγεται δὲ καὶ ἐνδεχόμενον, οὐ τὸ κατὰ τὸν διορισμὸν ἀλλὰ τὸ συντρέχον τῷ ὑπάρχοντι. ὅτι γὰρ οὐ συνάγεται τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον, δῆλον ἐντεῦθεν. εἰ γὰρ τὸ Α ἐνδέχεται μὴ παντὶ τῷ Β ὑπάρχειν, καὶ τὸ Β ἐνδέχεται τινὶ τῶν Α ὑπάρχειν· ἀντιστρέφει γὰρ τὰ μερικὰ τοῦ κυρίως ἐνδεχομένου. ὑπῆρχε δὲ καὶ τῷ Γ παντὶ τὸ Β· τὸ ἄρα Γ τινὶ τῶν Α ἐνδέχεται ὑπάρχειν. εἰ δὲ τοῦτο, καὶ τὸ Α τινὶ τῶν Γ ἐνδέχεται ὑπάρχειν. ὃ δὲ ἐνδέχεται τινί, ἐνδέχεται καὶ μηδενί· ἐνδέχεται ἄρα τὸ Α μηδενὶ τῶν Γ ὑπάρχειν. ὃ δὲ ἐνδέχεται μηδενί, ἐνδέχεται καὶ παντί· ἐνδέχεται γὰρ πάντα ἄνθρωπον καὶ λούεσθαι καὶ μὴ λούεσθαι· ἐνδέχεται ἄρα τὸ Α παντὶ τῷ Γ ὑπάρχειν. ἀλλ’ ὑπέκειτο καὶ μὴ παντὶ ἐξ ἀνάγκης· οὐκ ἄρα ἀληθὲς τὸ ἐνδεχομένως τὸ Α μὴ παντὶ τῷ Β ὑπάρχειν. ὁ δὲ Ἀλέξανδρος ἐνταῦθα τὴν μὲν ἀποφατικὴν ἀναγκαίαν καθόλου λαμβάνει, τὴν δὲ ἐνδεχομένην καταφατικὴν ἐπὶ μέρους· τὸ Α μηδενὶ τῶν Γ ὑπαρχέτω ἐξ ἀνάγκης, οἷον ἵππῳ μηδενὶ ἄνθρωπος, τὸ Β τινὶ τῶν Γ ἐνδεχέσθω ὑπάρχειν, οἷον λευκὸν τινὶ ἵππῳ· συνάξεις τὸ Α, τουτέστι τὸν ἄνθρωπον, μὴ παντὶ λευκῷ ὑπάρχειν, οἷον τῷ ψιμυθίῳ, τῇ χιόνι. καὶ δῆλον ὡς οὐχὶ ἐνδεχομένως ἀλλ’ ἁπλῶς οὐχ ὑπάρξει. τὸ δὲ αἴτιον τοῦ τοιαῦτα γίνεσθαι τὰ συμπεράσματα προσέθηκε τὸ ‘καθάπερ ἐπὶ τῶν ἐξ ἀμφοτέρων καθόλου,3 οὕτω καὶ ἐπὶ τούτων διὰ τοῦ πρώτου σχήματος τελειοῦνται οἱ συλλογισμοί’. τὸ δὲ ὥστε καθάπερ ἐν ἐκείνοις, καὶ ἐπὶ τούτων ἀναγκαῖον συμπίπτειν, τοῦτ’ ἔστιν ὁποῖα ἐπ’ ἐκείνων ὑπῆρχε τὰ συμπεράσματα, τοιαῦτα καὶ ἐπὶ τούτων συμπίπτει’. ἐπιζητήσειε δ’ ἄν τις’, φησὶν ὁ Ἀλέξανδρος, ‘εὐκαίρως ἐνταῦθα, τί δήποτε μὴ καὶ ἐν ταῖς ἐξ ὑπαρχούσης καὶ ἐνδεχομένης μίξεσιν οὕτως εἶπε γίνεσθαι4 ἐν τούτῳ τῷ σχήματι τὰ συμπεράσματα, ὡς καὶ ἐν τῷ πρώτῳ ἐδείκνυτο σχήματι’. φησὶν οὖν ὅτι τὰ νῦν λεγόμενα κοινῶς ἐξακούειν δεῖ ἐπὶ πάντων ἁπλῶς· “ὡς γὰρ ἐν τῷ πρώτῳ σχήματι σχοίη τὸ συμπέρασμα, οὕτω καὶ ἐν τοῖς ἄλλοις ἕξει σχήμασι τοῖς τὴν ὁμοίαν συμπλοκὴν ἔχειν δεικνυμένοις διὰ τῆς ἀντιστροφῆς”.
“而当否定[前提]是必然的时,结论也将是不实际从属的;因为证明的方式将与诸项是全称时相同;因为推论必然通过第一格来完成,因此正如在那些情况中一样,在这些情况中也必然发生。” 他说,如果我们把否定前提取为必然的而把肯定前提取为可能的,显然与在此之前的组合相反,结论成为特称否定的实际从属。设诸项为:Α是人,Β是散步的,Γ是动物;因为人出于必然不从属于每一个动物,散步的可能从属于每一个动物,而人并不实际从属于每一个散步的。也推导出可能的〔结论〕,不是按照定义的可能,而是与实际从属相吻合的可能。因为按照定义的可能不能被推导出,从以下事实即可明了:因为如果Α可能不从属于每一个Β,那么Β也可能从属于某个Α;因为严格意义上的可能之特称是可以换位的。但Β也实际从属于每一个Γ;因此Γ可能从属于某个Α。而如果这样,Α也可能从属于某个Γ。然而可能从属于某个的,也可能不从属于任何一个;因此Α可能不从属于任何Γ。而可能不从属于任何一个的,也可能从属于每一个;因为任何一个人洗澡和不洗澡都是可能的;因此Α可能从属于每一个Γ。但原本也假定了出于必然不从属于每一个;因此Α可能不从属于每一个Β并非真实。然而亚历山大在这里把否定必然[前提]取为全称,把可能肯定[前提]取为特称:设Α出于必然不从属于任何Γ,例如人对于任何马;设Β可能从属于某个Γ,例如白对于某匹马;你将推导出Α即人不从属于每一个白的东西,例如铅白和雪。显然它不是可能地而是单纯地不从属于。关于结论变成这样的原因,他补充道:“正如在由两个全称构成的那些推论中一样,在这些推论中也是如此通过第一格来完成的”。而“因此正如在那些情况中一样,在这些情况中也必然发生”,意思是:“在那些情况中结论是怎样的,在这些情况中结论也成为那样”。亚历山大说:“人们在这里可以合时宜地追问,为什么在由实际从属与可能组成的混合推论中,他没有同样说在这个格中结论的产生方式正如在第一格中所证明的那样”。因此他说,现在所说的话必须普遍地单纯适用于所有情况:“因为结论在第一格中如何成立,在通过换位被证明具有相似结合的其他各格中也将同样成立”。
- 2.193τὸ γὰρ ὁμοίως δὲ ἕξει οὐκ ἐπὶ τῶν δείξεων εἶπεν ἀλλ’ ἐπὶ τοῦ συμπεράσματος
注疏者指明了亚里士多德在上一节(40a39)中短语 ὁμοίως δὲ ἕξει 的句法适用范围。否定词 οὐκ 否定了介词短语 ἐπὶ τῶν δείξεων,并与 ἀλλά 引出的 ἐπὶ τοῦ συμπεράσματος 形成对比。
- 2.193ἀντιστραφέντος οὖν καὶ τοῦ συμπεράσματος εἰς τὴν μερικὴν ἀποφατικὴν ἐνδεχομένην
独立属格结构。逻辑主语是 τὸ συμπέρασμα,被动态分词 ἀντιστραφέντος 与介词短语 εἰς τὴν μερικὴν ἀποφατικὴν ἐνδεχομένην(“转化为特称可能否定命题”)结合,指明了转换后的命题形式。
- 2.194τὸ δὲ αἴτιον τοῦ τοιαῦτα γίνεσθαι τὰ συμπεράσματα προσέθηκε τὸ ‘καθάπερ ἐπὶ τῶν ἐξ ἀμφοτέρων καθόλου
双重宾格或宾语与同位语结构。主控动词 προσέθηκε 的直接宾语是由带冠词的中性引文 τὸ ‘καθάπερ...’ 构成的,而 τὸ δὲ αἴτιον τοῦ τοιαῦτα γίνεσθαι τὰ συμπεράσματα 则作为谓语性宾格(“作为结论变成这样的原因”)发挥功能。
- 2.194ἐπιζητήσειε δ’ ἄν τις’, φησὶν ὁ Ἀλέξανδρος, ‘εὐκαίρως ἐνταῦθα, τί δήποτε μὴ καὶ ἐν ταῖς ἐξ ὑπαρχούσης καὶ ἐνδεχομένης μίξεσιν οὕτως εἶπε γίνεσθαι
潜势希求法结构(ἄν + 希求法 ἐπιζητήσειε),中间插入了引用动词短语 φησὶν ὁ Ἀλέξανδρος。由 τί δήποτε 引出的间接疑问从句充当 ἐπιζητήσειε 的宾语从句,句中否定词 μή 修饰带不定式的动词结构 εἶπε γίνεσθαι。
