← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§236.10-237.19

第三格中全称与特称可能前提的结合

菲洛波庞斯注解亚里士多德《前分析篇》40a39,讨论第三格中一全称一特称前提的可能推论,阐明了需要换位大前提与结论的证明结构,并解释了各推论格的定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.192

" Ὁμοίως δὲ καὶ εἰ ὁ μὲν καθόλου τῶν ὅρων ὁ δ’ ἐν μέρει πρὸς τὸ μέσον." Τὰ αὐτὰ πάλιν λεχθήσεται καὶ ἐπὶ τούτων, ἅπερ καὶ ἐπὶ τῶν ἐξ ἀμφοτέρων καθόλου συλλογισμῶν, περί τε τῶν συμπερασμάτων περί τε τῶν δείξεων. καὶ ἐπὶ μὲν τῶν ἐχουσῶν τὴν μείζονα καθόλου πρότασιν τὴν δὲ ἐλάττονα μερικὴν συλλογιστικῶν συζυγιῶν, λέγω δὴ ἐχουσῶν τὴν μείζονα ἀποφατικὴν ἢ καταφατικὴν τὴν δὲ ἐλάττονα καταφατικήν (αὗται γάρ εἰσι συλλογιστικαὶ ἐν τρίτῳ σχήματι) τοσοῦτον μόνη διαφορὰ τούτων πρὸς τὰς καθόλου συζυγίας, ὅτι1 ἐκεῖναι μὲν τὴν ἐλάττονα καθόλου ἔχουσαι πρὸς τὴν μερικὴν εἶχον αὐτὴν ἀντιστρεφομένην, ἐν ταύταις δὲ μερικῆς οὔσης τῆς ἐλάττονος ἡ ἀντιστροφὴ πάλιν πρὸς αὐτὴν τὴν μερικὴν γίνεται. ἐπὶ δὲ τῶν ἐχουσῶν τὴν ἐλάττονα καθόλου τὴν δὲ μείζονα μερικήν,2 δηλονότι πάλιν συλλογιστικῶν συζυγιῶν, ἀμφοτέρων μὲν οὐσῶν καταφατικῶν ἡ διαφορὰ αὕτη πρὸς τὰς καθόλου, ὅτι ἐκεῖ μὲν τὴν ἐλάττονα ἀντιστρέφομεν, ἐνταῦθα δὲ τὴν μείζονα, καὶ ἐκεῖ μὲν δείξαντες τὸ συμπέρασμα δι’ εὐθείας ἢ διὰ τοῦ ἀδυνάτου οὐδενὸς ἄλλου ἐδεόμεθα, ἐνταῦθα δὲ μετὰ τὸ δεῖξαι καὶ τὸ συμπέρασμα ἀντιστρέφομεν. οἷον ἔστω ἡ μείζων ὑπάρχουσα μερική, ἡ δὲ ἐλάττων καθόλου ἐνδεχομένη, καταφατικαὶ ἀμφότεραι. λέγω οὖν οὕτως· τὸ Α τινὶ τῶν Γ ὑπαρχέτω, τὸ δὲ Β παντὶ τῷ Γ ἐνδεχέσθω ὑπάρχειν. εἶτα ἀντιστρέφω τὴν μείζονα πρότασιν· ἐὰν γὰρ ἀντιστρέψω τὴν ἐλάττονα, ἀσυλλόγιστος γίνεται ἡ συζυγία· ἀμφότεραι γὰρ γίνονται μερικαί. ἐπεὶ οὖν τὸ Α τινὶ τῶν Γ ὑπάρχει, καὶ τὸ Γ τινὶ τῶν Α. εἰ τοίνυν τὸ μὲν Β παντὶ τῷ Γ ἐνδέχεται ὑπάρχειν, τὸ δὲ Γ τινὶ τῶν Α ὑπάρχει, γίνεται τὸ πρῶτον σχῆμα· τὸ ἄρα Β τινὶ τῶν Α ἐνδέχεται ὑπάρχειν. ἀλλ’ οὐ τοῦτο προέκειτο δεῖξαι, ἀλλ’ εἰ τὸ Α τινὶ τῶν Β ἐνδέχεται ὑπάρχειν. ἐπεὶ τοίνυν ἀντιστρέφει τὸ μερικὸν καταφατικόν, ἀντιστρέψας τὸ συμπέρασμα ἔχω τὸ ζητούμενον· εἰ γὰρ τὸ Β τινὶ τῶν Α ἐνδέχεται ὑπάρχειν, καὶ τὸ Α τινὶ τῶν Β ἐνδέχεται ὑπάρχειν, ὅπερ ἔδει δεῖξαι. καὶ ταῦτα μέν, ἐπειδὴ ὑπεθέμεθα τὴν μείζονα ἐνδεχομένην τὴν δὲ ἐλάττονα ἀναγκαίαν. εἰ δὲ ἀνάπαλιν ὑποθώμεθα τὴν μὲν μείζονα ἀναγκαίαν τὴν δὲ ἐλάττονα ἐνδεχομένην, μετὰ τὴν ἀντιστροφὴν τῆς μείζονος προτάσεως οὐκέτι τῇ κατ’ εὐθεῖαν δείξει ἀλλ’ ὡς ἐπὶ τῶν καθόλου συζυγιῶν τῇ εἰς ἀδύνατον ἀπαγωγῇ δείκνυται τὸ Β τῷ Α ἐνδεχομένως τινὶ ὑπάρχον, τουτέστιν ὁ ἐλάττων τῷ μείζονι· καὶ οὕτω τὸ συμπέρασμα ἀντιστρέψαντες εὑρήσομεν καὶ τὸ Α τινὶ τῶν Β ἐνδεχομένως ὑπάρχον, τουτέστι τὸν μείζονα τῷ ἐλάττονι. οὕτω μὲν οὖν, εἰ ἀμφότεραι καταφατικαὶ εἶεν αἱ προτάσεις. εἰ δὲ ἡ μὲν ἀποφατικὴ ἡ δὲ καταφατική, τῆς μείζονος ἀποφατικῆς οὔσης δηλονότι (εἰ γὰρ ἡ ἐλάττων ᾖ, ἀσυλλόγιστος γίνεται ἡ συζυγία), ἐὰν μὲν ἡ μείζων καθόλου ᾖ, ὥσπερ εἶχον αἱ ἐξ ἀμφοτέρων καθόλου, κατὰ τὰ αὐτὰ καὶ αὗται ἕξουσιν ἐν πᾶσιν. εἰ δὲ ἡ μείζων μερικὴ εἴη, ἴδωμεν τὴν λέξιν ὡς ἔχει. ὁμοίως δὲ καὶ εἰ ὁ μὲν καθόλου τῶν ὅρων ὁ δὲ ἐν μέρει πρὸς τὸ μέσον, τουτέστιν εἰ ἡ μὲν τῶν προτάσεων εἴη καθόλου ἡ δὲ μερική· διὰ γὰρ τῶν ὅρων τὰς προτάσεις ἐδήλωσεν· τῷ γὰρ πρὸς τὸ μέσον τοὺς ἄκρους συμπλέξαι τοῦτο δεδήλωκεν.3 ἅμα δὲ καὶ τὸ τρίτον ὑπέγραψε σχῆμα, ἐν ᾧ οἱ δύο ἄκροι τοῦ μέσου κατηγοροῦνται· δεύτερον γὰρ ἐν ᾧ ὁ εἷς τῶν δύο κατηγορεῖται, ὡς καὶ πρῶτον ἐν ᾧ ὁ μέσος θατέρῳ μὲν ὑπέκειτο, θατέρου δὲ κατηγορεῖτο.

“同样,如果关于中项而言诸项中一个是全称的而另一个是特称的。” 关于这些情况,也将再次陈述与由两个全称前提构成的推论中相同的事理,无论是关于结论还是关于证明。在那些具有全称大前提和特称小前提的有效组合中——我是指具有否定或肯定的大前提、并具有肯定的小前提的组合(因为这些组合在第三格中是有推论效力的)——它们与全称组合的唯一区别仅在于:全称组合的小前提是全称的,换位为特称;而在此类组合中,由于小前提本身就是特称的,换位再次进行为特称本身。但在那些具有全称小前提和特称大前提的组合中——显然再次是指有效组合——当两者都是肯定时,与全称组合的区别在于:在全称组合中我们换位小前提,而在这里我们换位大前提;并且在全称组合中,在通过直接证明或归谬法得出结论之后,我们就不再需要任何其他步骤,而在这里,在完成证明之后我们还要将结论换位。例如,设大前提是实际从属的特称,小前提是全称可能的,两者皆为肯定。因此我这样说:设Α实际从属于某个Γ,且Β可能从属于每一个Γ。然后我换位大前提;因为如果我换位小前提,组合就会变成无推论效力的,因为两者都会变成特称。既然Α实际从属于某个Γ,那么Γ也实际从属于某个Α。因此,如果Β可能从属于每一个Γ,而Γ实际从属于某个Α,就构成了第一格;因此Β可能从属于某个Α。但这并不是原本打算证明的,原本要证明的是Α是否可能从属于某个Β。因此,既然特称肯定可以换位,换位结论之后我就得到了所探求的东西;因为如果Β可能从属于某个Α,那么Α也可能从属于某个Β,这正是所需要证明的。这些是因为我们假定了大前提是可能的而小前提是必然的。但如果反过来,我们假定大前提是必然的而小前提是可能的,那么在大前提换位之后,不再是通过直接证明,而是像在全称组合中那样通过归于不可能法,证明了Β可能从属于某个Α,即小端项从属于大端项;这样换位结论之后,我们也将发现Α可能从属于某个Β,即大端项从属于小端项。当诸前提两者皆为肯定时情况便是如此。但如果一项是否定的而另一项是肯定的,显而易见在大前提是否定的情况下(因为如果小前提是否定的,组合就成为无推论效力的),如果大前提是全称的,正如由两个全称构成的组合那样,这些组合在所有方面都将完全相同。但如果大前提是特称的,让我们看看原文是如何表述的。“同样,如果关于中项而言诸项中一个是全称的而另一个是特称的”,也就是说,如果诸前提中一个是全称的而另一个是特称的;因为他是通过诸项指明了诸前提;通过把两端项与中项结合起来,他指明了这一点。同时他也描绘了第三格,在第三格中两端项都关于中项被述说;因为第二格是一项关于两者被述说,正如第一格中项作为一者的底层主体并关于另一者被述说一样。

语法注3 条
  1. 2.192τοσοῦτον μόνη διαφορὰ τούτων πρὸς τὰς καθόλου συζυγίας, ὅτι

    τοσοῦτον 在句中充当表示限制性程度的副词性宾格(或作表语名词),意为“仅仅如此”,其具体内容由随后的 ὅτι 从句同位展开。句子的核心结构为“这些组合与全称组合的唯一区别仅在于……”。

  2. 2.192ἐπὶ δὲ τῶν ἐχουσῶν τὴν ἐλάττονα καθόλου τὴν δὲ μείζονα μερικήν

    介词短语 ἐπὶ δὲ τῶν ἐχουσῶν...(“在具有全称小前提和特称大前提的组合中……”)置于句首,作为主题化的话题标记,统摄其后由主句 ἡ διαφορὰ αὕτη πρὸς τὰς καθόλου, ὅτι...(“与全称组合的区别在于……”)构成的论述框架。

  3. 2.192τῷ γὰρ πρὸς τὸ μέσον τοὺς ἄκρους συμπλέξαι τοῦτο δεδήλωκεν

    带有中性单数与格定冠词的不定词短语 τῷ... συμπλέξαι 作手段或原因与格(“通过把两端项与中项结合起来”),用以说明主动词 δεδήλωκεν 的实现方式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:236.10-237.19