- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:234.19-236.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯讨论了第三格中必然与可能的混合:针对不同样式的诸前提(大前提为可能否定且小前提为必然肯定,以及大前提为必然否定且小前提为可能肯定),通过直接证明和归谬法加以论证;接着考察小前提为否定的情况,指出如果小前提是可能否定则可通过质转换成立推论,而如果是必然否定则无法成立推论,并列举具体词项加以说明。
" Πάλιν ἔστω τὸ μὲν κατηγορικὸν τὸ δὲ στερητικόν, ἀναγκαῖον δὲ τὸ κατηγορικόν." Νῦν τὰς ἀνομοιοσχήμονας παραδίδωσι, καὶ πρώτην ὑποτίθεται τὴν ἔχουσαν τὴν μείζονα ἐνδεχομένην ἀποφατικὴν τὴν δὲ ἐλάττονα καταφατικὴν ἀναγκαίαν. καὶ συνάγει αὕτη ἀντιστραφείσης τῆς ἐλάττονος πρὸς τὴν μερικὴν καταφατικὴν μερικὸν ἀποφατικὸν ἐνδεχόμενον συμπέρασμα. ἡ δὲ δεῖξις διὰ τοῦ κατὰ παντὸς καὶ τοῦ κατὰ μηδενός· αὕτη γάρ ἐστιν ἡ κατ’ εὐθεῖαν. εἰ γὰρ τὸ Α ἐνδέχεται μηδενὶ τῶν Γ, πᾶσιν ἄρα τοῖς μέρεσιν αὐτοῦ οὐχ ὑπάρχει ἐνδεχομένως·1 ἓν δὲ τῶν μερῶν τοῦ Γ τι τῶν Β· τὸ γὰρ Γ τινὶ τῶν Β ὑπῆρχε διὰ τὴν ἀντιστροφήν· τὸ Α ἄρα τινὶ τῶν Β ἐνδεχομένως οὐχ ὑπάρχει.
“再次,设一项是肯定的而另一项是否定的,且肯定是必然的。” 现在他讲授不同样式的组合,并首先假定大前提为可能否定、小前提为必然肯定的组合。在小前提换位为特称肯定之后,该组合推导出了特称否定的可能结论。而证明是通过‘关于全部’和‘关于无一’进行的;因为这就是直接证明。因为如果Α可能不从属于任何Γ,因此在可能意义上它不从属于Γ的所有部分;而Γ的部分之一是某个Β,因为通过换位,Γ从属于某个Β;因此Α在可能意义上不从属于某个Β。
"Εἰ δὲ ἡ στερητικὴ πρότασις ἀναγκαία, τὸ συμπέρασμα ἔσται καὶ ὅτι ἐνδέχεται τινὶ μὴ ὑπάρχειν καὶ ὅτι οὐχ ὑπάρχει." Τῆς μείζονος οὔσης ἀναγκαίας ἀποφατικῆς τῆς δὲ ἐλάττονος καταφατικῆς ἐνδεχομένης τοῦ μὴ ὑπάρχειν γίνεται τὸ συμπέρασμα. ἡ δὲ δεῖξις διὰ τῆς ἀντιστροφῆς τῆς ἐλάττονος καὶ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ. δέδεικται δὲ ταῦτα πλατύτερον ἐν τῷ πρώτῳ σχήματι.
“如果否定前提是必然的,结论将既是可能不从属于某一个,也是不实际从属。” 当大前提是必然否定而小前提是可能肯定时,所产生的结论是不实际从属。而证明是通过小前提的换位以及归于不可能法来进行的。这些在第一格中已被更详尽地证明过了。
"Ὅτε δ’ οὕτως ἔχοιεν αἱ προτάσεις, συνέβαινε τὸ Α τῷ Γ ἐνδέχεσθαι τινὶ μὴ ὑπάρχειν καὶ μὴ ὑπάρχειν, ὥστε τὸ Α τῷ Β ἀνάγκη τινὶ μὴ ὑπάρχειν." Ἀναμιμνήσκων ἡμᾶς τοῦ πρώτου σχήματος καὶ τῶν ἐκεῖ δεδειγμένων, ὅτε, φησίν, ἐν πρώτῳ σχήματι οὕτως εἶχον αἱ προτάσεις, τουτέστιν ἡ μείζων ἀναγκαία ἦν ἀποφατικὴ ἡ δὲ ἐλάττων ἐνδεχομένη καταφατικὴ μερική, συνέβαινε τὸ Α τῷ Γ (οὗτοι γὰρ ἦσαν ἐκεῖ οἱ ἄκροι ὅροι) τινὶ μὴ ὑπάρχειν καὶ ἐνδέχεσθαι μὴ ὑπάρχειν. οὕτως οὖν, φησί, καὶ ἐνταῦθα, ἐπειδὴ ἀντιστρέψαντες τὴν ἐλάττονα πρότασιν τοῦτον πάλιν τὸν τρόπον ἐποιήσαμεν τοῦ πρώτου σχήματος, τὸ αὐτὸ πάλιν ἀνάγκη συνάγεσθαι συμπέρασμα. ὥστε τὸ Α τῷ Β (οὗτοι γάρ εἰσιν ἐνταῦθα οἱ ἄκροι), εἰ τινὶ οὐχ ὑπάρξει, καὶ τινὶ ἐνδέχεται μὴ ὑπάρχειν, δηλονότι τοῦ ἐνδεχομένου οὐκ ὄντος τοῦ κατὰ τὸν διορισμὸν ἀλλὰ τοῦ κατὰ τοῦ ὑπάρχοντος κατηγορουμένου.2
“而当诸前提如此设定时,所得出的结果是Α可能不从属于某个Γ并且不实际从属,因此Α必然不从属于某个Β。” 他在让我们想起第一格以及在那里已被证明的事理时说:当在第一格中诸前提如此设定时——即大前提是必然否定,而小前提是特称可能肯定——所得出的结果是Α不从属于某个Γ并且可能不从属于某个Γ(因为在那里这两项是两端项)。因此他说,在此处亦然,既然我们通过换位小前提再次构成了第一格的这个别式,那么必然再次推导出相同的结论。因此,对于Α关于Β而言(因为在此处它们是两端项),如果它将不从属于某一个,它也就可能不从属于某一个,显而易见,此处的可能并不是依定义的可能,而是关于实际从属被述说的那种可能。
"Ὅταν δὲ τὸ στερητικὸν τεθῇ πρὸς τὸ ἔλαττον ἄκρον, ἐὰν μὲν ἐνδεχόμενον, ἔσται συλλογισμὸς μεταληφθείσης τῆς προτάσεως, καθάπερ ἐν τοῖς πρότερον, ἐὰν δ’ ἀναγκαῖον, οὐκ ἔσται· καὶ γὰρ παντὶ ἀνάγκη καὶ οὐδενὶ ἐνδέχεται ὑπάρχειν. ὅροι τοῦ παντὶ ὑπάρχειν ὕπνος, ἵππος, καθεύδων ἄνθρωπος, τοῦ δὲ μηδενὶ ὕπνος, ἵππος, ἐγρηγορὼς ἄνθρωπος." Ἄνω μὲν καταφατικὴν ὑποθέμενος τὴν ἐλάττονα τὴν μείζονα ἢ καὶ αὐτὴν καταφατικὴν ἐλάμβανεν, ὡς εἶναι ἐξ ἀμφοτέρων καταφατικῶν τὰς συζυγίας, ἢ ἀποφατικήν· ἐνταῦθα δὲ τὴν ἐλάττονα ἀποφατικὴν ὑποθέμενος τὴν μείζονα ἢ ἀποφατικὴν λαμβάνει καὶ αὐτὴν ἢ καταφατικήν. εἰ μὲν οὖν, φησίν, ἀποφατικὴ οὖσα ἡ ἐλάττων ἐνδεχομένη εἴη, συλλογιστικὴ γίνεται ἡ συζυγία μεταληφθείσης τῆς ἐλάττονος ἀποφατικῆς εἰς τὴν καταφατικὴν3 καὶ ἀντιστραφείσης πρὸς τὴν μερικὴν καὶ ποιούσης ἢ τὸν τρίτον τρόπον τοῦ πρώτου σχήματος, ἐὰν ἡ μείζων καταφατικὴ ὑπάρχῃ, ἢ τὸν τέταρτον, ἐὰν ἀποφατική· συνάγουσι δὲ οὗτοι μερικὸν ἐνδεχόμενον. εἰ δὲ ἡ ἐλάττων ἀποφατικὴ οὖσα ἀναγκαία εἴη, ἀσυλλόγιστός ἐστιν ἡ συζυγία· τὸ γὰρ ἴδιον τοῦ τρίτου σχήματος ἀπώλεσε τὸ τὴν ἐλάττονα ἔχειν καταφατικήν. συνάγει τοιγαροῦν καὶ τὸ παντὶ καὶ τὸ οὐδενὶ ἐξ ἀνάγκης. τὸ μὲν παντὶ οὕτως· ὕπνος ἐνδέχεται παντὶ ἵππῳ ἢ μηδενὶ ὑπάρχειν, ἵππος οὐδενὶ καθεύδοντι ἀνθρώπῳ ἐξ ἀνάγκης ὑπάρχει, καὶ συνάγεται ‘ὕπνος παντὶ καθεύδοντι ἀνθρώπῳ ἐξ ἀνάγκης ὑπάρχει’. τοῦ δὲ μηδενί· ὕπνος παντὶ μὲν ἵππῳ ἐνδέχεται ὑπάρχειν, ἵππος οὐδενὶ ἐγρηγορότι ἀνθρώπῳ ἐξ ἀνάγκης ὑπάρχει, καὶ συνάγεται ‘ὕπνος οὐδενὶ ἐγρηγορότι ἀνθρώπῳ ἐξ ἀνάγκης ὑπάρχει’.
“但是当否定项置于较小端项时,如果它是可能的,那么像先前一样,在前提经过变形之后,就会有推论;但如果是必然的,就不会有推论;因为可能必然从属于全部,也可能不从属于任何一个。从属于全部的诸项为:睡眠、马、睡着的人;不从属于任何一个的诸项为:睡眠、马、醒着的人。” 在前面,他假设小前提是肯定的,把大前提要么也取为肯定的(从而使组合由两项肯定前提构成),要么取为否定的;而在这里,他假设小前提是否定的,把大前提要么自身也取为否定的,要么取为肯定的。因此他说,如果作为否定的小前提是可能的,那么在该否定的小前提变形成肯定前提、并换位为特称之后,该组合就成为有推论效力的,如果大前提是肯定的就构成第一格的第三别式,如果大前提是否定的就构成第四别式;而这些别式推导出特称可能的结论。但如果作为否定的小前提是必然的,该组合就是无推论效力的;因为失去了第三格所特有的、让小前提保持肯定的特征。因此,它既能推导出必然属于全部,也能推导出必然不属于任何一个。属于全部的情况如下:睡眠可能属于每一个或者不属于任何马,马必然不属于任何睡着的人,从而推导出‘睡眠必然属于每一个睡着的人’。不属于任何一个的情况如下:睡眠可能属于每一个马,马必然不属于任何醒着的人,从而推导出‘睡眠必然不属于任何醒着的人’。
- 2.188οὐχ ὑπάρχει ἐνδεχομένως
副词 ἐνδεχομένως(“可能地”)与否定词 οὐχ 连用,表示否定从属这一述谓处于可能模态(可能否定)。
- 2.190τοῦ ἐνδεχομένου οὐκ ὄντος τοῦ κατὰ τὸν διορισμὸν ἀλλὰ τοῦ κατὰ τοῦ ὑπάρχοντος κατηγορουμένου
属格独立结构。τοῦ ἐνδεχομένου 作逻辑主语,分词 ὄντος 带有两个带冠词的属格短语(τοῦ κατὰ τὸν διορισμὸν 与 τοῦ κατὰ τοῦ ὑπάρχοντος κατηγορουμένου)作为补足语形成对比。后者指的是与实际从属相并存的广义可能(单向可能)。
- 2.191μεταληφθείσης τῆς ἐλάττονος ἀποφατικῆς εἰς τὴν καταφατικὴν
属格独立结构。μεταληφθείσης 在逻辑学语境中指质的转换(基于双向可能的特性,将否定前提变相转换为肯定前提),介词短语 εἰς τὴν καταφατικὴν 指明了转换的目标形式(肯定)。
