- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:233.6-234.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
论述第三格中必然前提与可能前提的混合,并首先通过归于不可能法证明了大前提为必然、小前提为可能的两项全称肯定前提的格别式(40a4–11)。
" Εἰ δέ ἐστιν ἡ μὲν ἀναγκαία τῶν προτάσεων ἡ δὲ ἐνδεχομένη, κατηγορικῶν μὲν ὄντων τῶν ὅρων ἀεὶ τοῦ ἐνδέχεσθαι ἔσται συλλογισμὸς καὶ τὰ ἑξῆς." Πληρώσας τὴν μῖξιν τοῦ ἐνδεχομένου πρὸς τὸ ὑπάρχον νῦν λοιπὸν τρέπεται ἐπὶ τὴν μῖξιν τοῦ ἐνδεχομένου καὶ τοῦ ἀναγκαίου. ταὐτὰ δὲ συνάγονται ἐν ταύταις ταῖς συζυγίαις τὰ συμπεράσματα, ἃ συνήγοντο καὶ ἐν πρώτῳ σχήματι ἐπὶ τῆς αὐτῆς μίξεως ὁμοίως ἐχουσῶν τῶν προτάσεων. εἰ μὲν γὰρ ἀμφότεραι κατηγορικαὶ ὦσι, τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον συνάγεται συμπέρασμα· εἰ δὲ ἡ μὲν εἴη καταφατικὴ ἡ δὲ ἀποφατική, εἰ μὲν ἡ ἐνδεχομένη ἀποφατικὴ εἴη, τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου πάλιν ἔσται τὸ συμπέρασμα, εἰ δὲ τὸ ἀναγκαῖον εἴη ἀποφατικόν, ἐνδεχόμενον γίνεται τὸ συμπέρασμα, οὐ τὸ κατὰ τὸν διορισμὸν ἀλλὰ τὸ συντρέχον τῷ μὴ ὑπάρχοντι.
“如果前提中一项是必然的而另一项是可能的,在各项都是肯定的情况下,总是会有可能的推论,等等。” 在讲授完了可能与实际从属的混合之后,他现在终于转向了可能与必然的混合。在这些组合中,当诸前提具有类似样式时,所推导出的结论与在相同混合下第一格中所推导出的结论完全相同。因为如果两项都是肯定的,所推导出的就是依定义的可能结论;但如果一项是肯定而另一项是否定,假若可能前提是否定的,结论将再次是依定义的可能的,但假若必然前提是否定的,结论就成为可能的,然而不是依定义的可能,而是与不实际从属相并存的可能。
"Ἔστωσαν δὴ κατηγορικοὶ πρῶτον οἱ ὅροι, καὶ τὸ μὲν Α παντὶ τῷ Γ ὑπαρχέτω ἐξ ἀνάγκης, τὸ δὲ Β παντὶ ἐνδεχέσθω ὑπάρχειν." Πάλιν πρώτας ὑποτίθεται τὰς ἐξ ἀμφοτέρων καταφατικῶν, καὶ ἐν ταύταις πρώτην ὑποτίθεται τὴν ἔχουσαν τὴν μείζονα ἀναγκαίαν τὴν δὲ ἐλάττονα ἐνδεχομένην. καὶ συνάγει μερικὸν ἐνδεχόμενον συμπέρασμα ἀντιστραφείσης τῆς ἐλάττονος πρὸς τὴν μερικὴν καὶ ποιούσης τὸν τρίτον τρόπον τοῦ πρώτου σχήματος. εἰ δὲ καὶ ἐν τούτῳ τῷ σχήματι καὶ ἐν τοῖς ἄλλοις ἐπὶ τῆς μίξεως τοῦ ἀναγκαίου καὶ τοῦ ἐνδεχομένου οὐ βούλεται τῇ μείζονι τῶν προτάσεων ἕπεσθαι τὸ συμπέρασμα ἀλλὰ τῇ χείρονι, δῆλον ἄρα ὅτι1 ἐπὶ τῆς μίξεως τοῦ ἀναγκαίου καὶ τοῦ ὑπάρχοντος, ὅτε ἔλεγε τῇ μείζονι προτάσει ἕπεσθαι τὸ συμπέρασμα καὶ τὰς ἐχούσας τὴν μείζονα ἀναγκαίαν ἀναγκαῖον συμπέρασμα συνάγειν, οὐ τὸ κυρίως ἀναγκαῖον ἐβούλετο συνάγεσθαι ἀλλὰ τὸ ἐξ ὑποθέσεως. ὥσπερ δὲ ἔχει ἡ τὴν μείζονα ἔχουσα ἀναγκαίαν συζυγία κατὰ τὸ συμπέρασμα, οὕτω καὶ ἡ ἀνάπαλιν ἔχουσα, λέγω δὴ ἡ τὴν μείζονα ἐνδεχομένην. ἐν δὲ τῇ δείξει διαφέρουσιν, ὅτι ἡ μὲν ἔχουσα τὴν μείζονα ἐνδεχομένην μετὰ τὴν ἀντιστροφὴν τῆς ἐλάττονος τῇ ἐπ’ εὐθείας δείξει δείκνυται διὰ τοῦ κατὰ παντὸς καὶ τοῦ κατὰ μηδενός, ἡ δὲ τὴν μείζονα ἔχουσα ἀναγκαίαν μετὰ τὴν ἀντιστροφὴν τῆς ἐλάττονος τῇ εἰς ἀδύνατον ἀπαγωγῇ δείκνυται. τὸ γὰρ Α τῷ Γ παντὶ ἐξ ἀνάγκης ὑπαρχέτω, τὸ δὲ Β τῷ Γ παντὶ ἐνδεχέσθω· οὐκοῦν καὶ τὸ Γ τινὶ τῷ Β. γίνεται οὖν τὸ πρῶτον σχῆμα τοῦ μὲν Α τῷ Γ παντὶ ὑπάρχοντος ἐξ ἀνάγκης, τοῦ δὲ Γ τῷ Β τινὶ ἐνδεχομένου· συνάγει οὖν, φημί, τὸ ‘ἐνδέχεται τινί’. καὶ τοῦτο δείκνυμι τῇ εἰς ἀδύνατον ἀπαγωγῇ· εἰ γὰρ ψεῦδος τὸ ‘ἐνδέχεται τινί’, ἀληθὲς τὸ ‘ἀνάγκη μηδενί’· εἰ τοίνυν τὸ Α τῷ Β ἀνάγκη μηδενί, τὸ δὲ Β τῷ Γ ἐνδέχεται παντί, τὸ Α ἄρα τῷ Γ ἐνδέχεται μηδενί· τοῦτο γὰρ δέδεικται ἐν τῷ πρώτῳ σχήματι· ἦν δὲ καὶ ἐξ ἀνάγκης παντί, ὅπερ ἀδύνατον, ὅτι ὃ ἐνδέχεται μηδενί, τοῦτο ἐνδέχεται παντί.2 ὁμοίως δὲ ἔχουσιν αἱ τοιαῦται προτάσεις ἐπὶ ταύτης τῆς μίξεως 〈ὡς ἐπὶ τῆς μίξεως〉 τοῦ ἐνδεχομένου καὶ τοῦ ὑπάρχοντος· πᾶσαι γὰρ αἱ τὴν μείζονα ἔχουσαι ἢ ὑπάρχουσαν ἢ ἀναγκαίαν τὴν δὲ ἐλάττονα ἐνδεχομένην διὰ τοῦ ἀδυνάτου δείκνυνται.
“首先让各项都是肯定的,且设Α必然从属于每一个Γ,而Β可能从属于全部。” 他又把由两项肯定前提构成的组合放在最前,并在其中首先假定大前提为必然、小前提为可能的组合。在小前提换位为特称并构成第一格第三别式之后,他推导出了特称可能的结论。然而,如果在该格以及其他各格中,在必然与可能的混合中,他并不主张结论跟随前提中较主要的大前提,而是跟随较劣的一方,那么很显然,在必然与实际从属的混合中,当他说结论跟随大前提且大前提为必然者推导出必然结论时,他所主张推导出的并非严格意义上的必然,而是基于假设的必然。大前提为必然的组合在结论方面的情况如何,相反的组合,即大前提为可能的组合,情况亦然。但它们在证明上有所不同:因为大前提为可能的组合在小前提换位之后,是通过‘关于全部’和‘关于无一’以直接证明法来证明的,而大前提为必然的组合在小前提换位之后,则是通过归于不可能法来证明的。因为设Α必然从属于每一个Γ,而Β可能从属于每一个Γ;因此Γ也[可能从属于]某个Β。于是产生了一个第一格:Α必然从属于每一个Γ,而Γ可能从属于某个Β;因此,我说,它推导出了‘可能属于某一个’。我通过归于不可能法来证明这一点:因为如果‘可能属于某一个’为假,则‘必然不属于任何一个’为真;因此,如果Α必然不属于任何Β,而Β可能属于每一个Γ,那么Α就可能不属于任何Γ;因为这一点在第一格中已被证明;但它先前也必然属于每一个〔Γ〕,这是不可能的,因为可能不属于任何一个的事物,也就可能属于每一个。而在这种混合中的此类前提,与在可能和实际从属的混合中一样;因为所有大前提为实际从属或必然、而小前提为可能的组合,都是通过不可能法来证明的。
- 2.187εἰ δὲ καὶ ἐν τούτῳ τῷ σχήματι καὶ ἐν τοῖς ἄλλοις ἐπὶ τῆς μίξεως τοῦ ἀναγκαίου καὶ τοῦ ἐνδεχομένου οὐ βούλεται τῇ μείζονι τῶν προτάσεων ἕπεσθαι τὸ συμπέρασμα ἀλλὰ τῇ χείρονι, δῆλον ἄρα ὅτι
全句的主句自 δῆλον ἄρα ὅτι 开始,而 εἰ 引导的从句(εἰ δὲ καὶ ... οὐ βούλεται ...)构成基于已知事实的推理性条件从句(“如果……确实不主张……”)。该长句骨架用于展开菲洛波诺斯对亚里士多德在先前模态混合论述中自洽性的审视。
- 2.187ὅπερ ἀδύνατον, ὅτι ὃ ἐνδέχεται μηδενί, τοῦτο ἐνδέχεται παντί
ὅπερ 是指代前述前提(ἦν δὲ καὶ ἐξ ἀνάγκης παντί)与推导结果(τὸ Α ἄρα τῷ Γ ἐνδέχεται μηδενί)相冲突的关系代词,与形容词 ἀδύνατον 共同构成插入语。随后的 ὅτι 从句为原因副词从句,解释为何这是不可能的(因为否定可能必然蕴含肯定可能,从而与必然肯定相矛盾)。
