← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§231.20-233.5

第三格可能与实然混合中否定及特称前提

菲洛庞努斯讨论了在实际从属与可能前提混合的第三格中,根据否定前提位置不同产生推论的条件,全称与特称前提组合向第一格的还原法及归于不可能法的证明,并通过反例项和对亚历山大文本异文的考订论证了两前提均为特称或不定时的无效性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.182

" Εἰ δὲ τὸ στερητικὸν τεθείη πρὸς τὸ ἔλαττον ἄκρον ἢ καὶ ἄμφω τεθείη στερητικά, δι’ αὐτῶν μὲν τῶν κειμένων οὐκ ἔσται συλλογισμός, ἀντιστραφέντων δ’ ἔσται, καθάπερ ἐν τοῖς πρότερον." Δεῖ προσθεῖναι τῷ στερητικὸν ‘ἐνδεχόμενον’·1 εἰ γὰρ ἡ ὑπάρχουσα στερητικὴ εἴη ἡ ἐλάττων, ἀσυλλόγιστος γίνεται ἡ συζυγία μὴ δυναμένη μεταληφθῆναι εἰς καταφατικήν.

“如果否定前提被置于小项,或者两项都被置为否定,通过所设定前提本身不会有三段论,但在换位之后则会有,正如在先前的情形中一样。” 必须在‘否定’上加上‘可能’;因为如果小前提是否定的实际从属前提,该组合就变得没有推论效力,因为它无法被转化为肯定。

§2.183

"Εἰ δὲ ἡ μὲν καθόλου τῶν προτάσεων ἡ δὲ ἐν μέρει καὶ τὰ ἑξῆς." Παραδοὺς τὰς ἐξ ἀμφοτέρων καθόλου νῦν τὰς ἐκ τῆς ἑτέρας καθόλου τῆς δὲ ἑτέρας μερικῆς παραδίδωσιν. αἱ μὲν οὖν ἐξ ἀμφοτέρων καταφατικῶν, φησίν, ἢ τῆς μείζονος ἀποφατικῆς καθόλου πᾶσαι διὰ τῆς ἀντιστροφῆς τῆς ἐλάττονος ἀνάγονται εἰς τὸ πρῶτον σχῆμα, αἱ μὲν ἐξ ἀμφοτέρων κατηγορικῶν εἰς τὸν τρίτον τρόπον, αἱ δὲ ἐκ τῆς μείζονος ἀποφατικῆς καθόλου εἰς τὸν τέταρτον.

“如果前提中一项是全称而另一项是特称,等等。” 在讲授了由两项全称前提构成的组合之后,他现在讲授由一项全称和另一项特称构成的组合。他说,两项皆为肯定的组合,或者大前提为全称否定的组合,全都是通过小前提的换位被还原为第一格:两项皆为肯定的组合被还原为第三格别式,而大前提为全称否定的组合被还原为第四格别式。

§2.184

"Εἰ δὲ ἡ μὲν καταφατικὴ καθόλου ἡ δὲ στερητικὴ ἐν μέρει, διὰ τοῦ ἀδυνάτου ἔσται ἡ ἀπόδειξις." Ἐάν, φησίν, ἡ μὲν ἐλάττων καθόλου εἴη καταφατικὴ ἡ δὲ μείζων μερικὴ ἀποφατική, συλλογιστικὴ μὲν γίνεται ἡ συζυγία, οὐ μὴν δι’ ἀντιστροφῆς δείκνυται ἀλλὰ διὰ τῆς εἰς τὸ ἀδύνατον ἀπαγωγῆς. κείσθω γὰρ τὸ μὲν Β παντὶ τῷ Γ ὑπάρχειν, τὸ δὲ Α ἐνδεχέσθω μὴ παντὶ τῷ Γ ὑπάρχειν· συνάγεται ὅτι τὸ Α ἐνδέχεται μὴ παντὶ τῷ Β ὑπάρχειν. εἰ γὰρ τοῦτο ψεῦδος, τὸ ἀντικείμενον ἀληθὲς ἔσται, ὅτι ἐξ ἀνάγκης τὸ Α παντὶ τῷ Β ὑπάρχει· ὑπέκειτο δὲ καὶ τὸ Β παντὶ τῷ Γ ὑπάρχειν· τὸ ἄρα Α ἐξ ἀνάγκης παντὶ τῷ Γ ὑπάρξει· γίνεται γὰρ τὸ πρῶτον σχῆμα ἐξ ἀναγκαίας καθόλου καταφατικῆς τῆς μείζονος καὶ ὑπαρχούσης καθόλου καταφατικῆς τῆς ἐλάττονος, ἐφ’ ἧς συνήγετο καθόλου καταφατικὸν ἀναγκαῖον συμπέρασμα. ἀλλ’ ἀδύνατον παντὶ τῷ Γ ὑπάρχειν ἐξ ἀνάγκης· ὑπέκειτο γὰρ ἐνδέχεσθαι μὴ παντὶ ὑπάρχειν αὐτῷ. τὸ δὲ ἀδύνατον ἠκολούθησε διὰ τὸ ὑποθέσθαι ἐξ ἀνάγκης ὑπάρχειν τὸ Α τῷ Β. μήποτε δὲ δυνατὸν καὶ δι’ ἀντιστροφῆς δεῖξαι συλλογιστικὴν τὴν συζυγίαν,2 εἴγε κατ’ αὐτὸν ἡ μερικὴ ἀποφατικὴ ἐνδεχομένη ἀντιστρέφει εἰς τὴν μερικὴν καταφατικὴν ἐνδεχομένην. εἰ οὖν τὸ Α ἐνδέχεται μὴ παντὶ τῷ Γ ὑπάρχειν, καὶ τὸ Γ τινὶ τῶν Α ἐνδέχεται ὑπάρχειν· ἀλλὰ μὴν τὸ Β παντὶ τῷ Γ ὑπῆρχε· τὸ Γ δὲ τινὶ τῶν Α ἐνδέχεται ὑπάρχειν· 〈τὸ Β ἄρα τινὶ τῶν Α ἐνδέχεται ὑπάρχειν·〉 οὐκοῦν καὶ τὸ Α ἐνδέχεται 〈μὴ〉 παντὶ τῷ Β ὑπάρχειν, ὅπερ ἔδει δεῖξαι.

“如果肯定前提是全称的而否定前提是特称的,证明将通过不可能法进行。” 他说,如果小前提是全称肯定而大前提是特称否定,该组合确实具有推论效力,但并非通过换位来展示,而是通过归于不可能法来证明。因为设Β实际从属于每一个Γ,而Α可能不属于每一个Γ;推导出Α可能不属于每一个Β。因为如果这是假的,对立面将是真的,即Α必然属于每一个Β;但之前也设定了Β实际属于每一个Γ;因此Α将必然属于每一个Γ;因为产生了一个由全称肯定必然大前提和全称肯定实际从属小前提构成的第一格,在此格中推导出了全称肯定的必然结论。但必然属于每一个Γ是不可能的;因为之前设定了可能不属于其全部。而这一不可能的结果是由于假定了Α必然属于Β而产生的。然而,也许通过换位来表明该组合具有推论效力也是可能的,如果按照他本人的说法,特称否定的可能前提可以换位为特称肯定的可能前提的话。因此,如果Α可能不属于每一个Γ,则Γ也可能属于某个Α;但是Β实际属于每一个Γ;且Γ可能属于某个Α;[因此Β可能属于某个Α;]所以Α也可能[不]属于每一个Β,这正是所要证明的。

§2.185

"Ὅταν δὲ ἀδιόριστοι ἢ ἐν μέρει ληφθῶσιν ἀμφότεραι, οὐκ ἔσται συλλογισμός. ἀπόδειξις δὲ ἡ αὐτὴ ἣ καὶ ἐν τοῖς καθόλου καὶ διὰ τῶν αὐτῶν ὅρων." Καθόλου νῦν λέγει τὰς ἐξ ἀμφοτέρων ἐνδεχομένων, ὡς ἂν εἰ ἔλεγε ‘δι’ ὧν ὅρων ἐδείχθησαν καὶ αἱ δι’ ὅλου ἐνδεχόμεναι δύο ἐπὶ μέρους συζυγίαι οὖσαι ἀσυλλόγιστοι’. ἦσαν δὲ ὅροι τοῦ μὲν παντὶ ὑπάρχειν ζῷον, ἄνθρωπος, λευκόν· ζῷον ἐνδέχεται μὴ παντὶ λευκῷ, ἄνθρωπος ἐνδέχεται τινὶ λευκῷ, καὶ ζῷον ἀνάγκη παντὶ ἀνθρώπῳ ὑπάρχειν. τοῦ δὲ μηδενὶ ἵππος, ἄνθρωπος, λευκόν· ἵππος οὐ παντὶ λευκῷ ἐνδεχομένως, ἄνθρωπος τινὶ λευκῷ ἐνδέχεται, καὶ ἵππος οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. μήποτε δὲ καὶ ἡ λέξις ἡμάρτηται, φησὶν ὁ Ἀλέξανδρος, καὶ δέον εἶναι ‘ἀπόδειξις δὲ ἡ αὐτὴ ἢ καὶ ἐν ταῖς ἐξ ἀμφοτέρων ἐνδεχομένων’ τὸ ἢ καὶ ἐν τοῖς καθόλου μεταγέγραπται.3

“当两项前提都被取为不定或特称时,不会有三段论;证明与全称情形中相同,且通过相同的诸项来进行。” 他现在把由两项可能前提构成的组合称为‘全称’,就好像他说‘通过证明由完全可能前提构成的两个特称组合无推论效力的相同诸项’一样。表明属于全部的诸项是动物、人、白色:动物可能不属于每一个白色的事物,人可能属于某个白色的事物,而动物必然属于每一个人。表明不属于任何一个的诸项是马、人、白色:马可能不属于每一个白色的事物,人可能属于某个白色的事物,而马必然不属于任何一个人。但是亚历山大说,也许文本本身出现了讹误,原本应当是‘证明与由两项可能前提构成的组合中相同’,却被传抄成了‘如同在全称情形中’。

语法注3 条
  1. 2.182Δεῖ προσθεῖναι τῷ στερητικὸν ‘ἐνδεχόμενον’

    与格冠词 τῷ 支配被引用的词语 στερητικόν(‘否定’),而 ‘ἐνδεχόμενον’(‘可能’)作为 προσθεῖναι 的直接宾语。这表明必须将亚里斯多德原文中的‘否定’具体限定为‘可能否定’,以与会导致无效组合的‘实际从属否定’小前提区别开来。

  2. 2.184μήποτε δὲ δυνατὸν καὶ δι’ ἀντιστροφῆς δεῖξαι συλλογιστικὴν τὴν συζυγίαν

    副词 μήποτε 引出委婉的推测或反思(‘然而也许……是可能的’),支配带有省略动词 ἐστί 的不定式结构 δυνατὸν [...] δεῖξαι。针对亚里斯多德仅给出归谬法证明的情况,菲洛庞努斯提出利用可能前提的互补换位进行直接证明的另一种路径。

  3. 2.185καὶ δέον εἶναι ‘ἀπόδειξις δὲ ἡ αὐτὴ ἢ καὶ ἐν ταῖς ἐξ ἀμφοτέρων ἐνδεχομένων’ τὸ ἢ καὶ ἐν τοῖς καθόλου μεταγέγραπται

    δέον εἶναι 构成独立分词结构(非人称动词 δεῖ 的分词),表达‘本应当是……’的对照性前提。主句为 τὸ [...] μεταγέγραπται,被引用的短语 τὸ ἢ καὶ ἐν τοῖς καθόλου 充当被动动词 μεταγέγραπται 的主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:231.20-233.5