← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§230.1-231.19

第三格中可能前提与实然前提的结合

菲洛波庞讨论了第三格中由一全称一特称的可能前提构成的三段论条件,随后转向可能前提与实际从属前提的混合,注视肯定组合以及异质组合均必然得出可能结论,并通过向第一格的归约对此加以证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.177

" Εἰ δὲ ὁ μέν ἐστι καθόλου τῶν ὅρων ὁ δὲ ἐν μέρει, τὸν αὐτὸν τρόπον ἐχόντων τῶν ὅρων ὅνπερ ἐπὶ τοῦ ὑπάρχειν, ἔσται τε καὶ οὐκ ἔσται συλλογισμός." Ὡς εἶχον, φησίν, αἱ ἐξ ἀμφοτέρων ὑπαρχουσῶν προτάσεων συζυγίαι, οὕτως ἔχουσι καὶ αἱ ἐξ ἀμφοτέρων ἐνδεχομένων τῆς ἑτέρας μερικῆς οὔσης τῆς δὲ ἑτέρας καθόλου. πλὴν διαφέρουσιν αὗται πρὸς ἐκείνας, ὅτι ἐν ταῖς ἐνδεχομέναις καὶ ἀμφοτέρων οὐσῶν ἀποφατικῶν γίνεται συλλογισμὸς μεταλαμβανομένης τῆς ἐλάττονος ἀποφατικῆς εἰς τὴν καταφατικήν. εἰ δὲ μεταλαμβάνεται ἡ ἐλάττων ἀποφατικὴ εἰς τὴν καταφατικὴν ἐπὶ τῶν ἐνδεχομένων, ἵνα γένηται συλλογιστικὴ ἡ συζυγία, οὐδὲν ἄρα διαφέρουσι πρὸς ἀλλήλας.1

“如果项中一项是全称的而另一项是特称的,当诸项处于与实际从属时相同的状态时,便会有三段论,也不会有三段论。” 他说,由两项实际从属前提构成的组合处于何种状态,由两项可能前提(其中一项为特称而另一项为全称)构成的组合也处于相同的状态。所不同的是,这些组合与那些组合相比,在于可能前提中即使两项皆为否定,由于否定小前提被转化为肯定,也会产生三段论。但如果在可能前提中,否定小前提被转化为肯定以使该组合具有推论效力,那么它们彼此之间实际上就毫无差别了。

§2.178

"Ἐὰν δὲ ἡ μὲν ὑπάρχειν ἡ δὲ ἐνδέχεσθαι σημαίνῃ τῶν προτάσεων, τὸ μὲν συμπέρασμα ἔσται ὅτι ἐνδέχεται καὶ οὐχ ὅτι ὑπάρχει· συλλογισμὸς δὲ ἔσται τὸν αὐτὸν τρόπον ἐχόντων τῶν ὅρων ὅνπερ καὶ ἐν τοῖς πρότερον." Παραδοὺς τὰς τοῦ ἐνδεχομένου αὐτοῦ καθ’ αὑτοῦ συζυγίας ἐν τρίτῳ σχήματι νῦν μίγνυσιν αὐτὸ πρὸς τὸ ὑπάρχον, καὶ φησὶ τὸ μὲν συμπέρασμα ἐν τούτοις οὐδαμῶς εἶναι ὑπάρχον· οὐδὲ γὰρ ἐν πρώτῳ σχήματι ἐπὶ τῆς τοιαύτης μίξεως ὑπάρχον ἐγίνετο τὸ συμπέρασμα ἀλλὰ μόνως ἐνδεχόμενον· οὕτως οὖν καὶ ἐνταῦθα. ἐνδεχόμενον δὲ δῆλον ὅτι οὐκ ἐν πάσαις συζυγίαις τὸ αὐτό, ἀλλ’ ὅσαι μὲν ἔχουσι τὴν ὑπάρχουσαν, φησί, καταφατικήν, τὸ κατὰ τὸν διορισμὸν συνάγουσιν ἐνδεχόμενον· ὅσαι δὲ ἀποφατικὴν ἔχουσι τὴν ὑπάρχουσαν, αὗται οὐ τὸ κατὰ τὸν διορισμὸν συνάγουσιν, ὡς εἴρηται ἡμῖν πλατύτερον ἐν τῷ πρώτῳ σχήματι. συλλογιστικαὶ δὲ γίνονται συζυγίαι〈αἱ〉 αὐταὶ αἵτινες καὶ ἐν τῷ πρώτῳ σχήματι ἦσαν, τουτέστι πᾶσαι αἱ ἄλλαι χωρὶς τῶν ἐχουσῶν τὴν ἐλάττονα ἀποφατικὴν ὑπάρχουσαν.

“如果前提中一项表示实际从属而另一项表示可能,结论将是可能而不是实际从属;当诸项处于与先前相同的方式时,就会有三段论。” 在传授了第三格中可能前提本身的各项组合之后,他现在将其与实际从属前提相混合,并说在这些组合中结论绝不是实际从属的;因为即使在第一格的此类混合中,结论也不是实际从属的,而仅仅是可能的;因此在这里也是如此。显然,“可能”在所有组合中并不是同一种,他说,凡具有肯定实际从属前提的组合,推导出按照定义的可能性;而凡具有否定实际从属前提的组合,则不推导出按照定义的可能性,正如我们在第一格中更详尽地说明过的那样。而具有推论效力的组合,正是那些在第一格中也有效的组合,即除了具有否定实际从属小前提的组合之外的所有其他组合。

§2.179

"Ἔστωσαν γὰρ πρῶτον κατηγορικοί, καὶ τὸ μὲν Α παντὶ τῷ Γ ὑπαρχέτω, τὸ δὲ Β παντὶ τῷ Γ ἐνδεχέσθω." Πάλιν τὰς ἐξ ἀμφοτέρων καταφατικῶν πρώτας παραδίδωσιν, ἐν ταύταις δὲ πρώτην τὴν ἐκ τῆς μείζονος ὑπαρχούσης τῆς δὲ ἐλάττονος ἐνδεχομένης, καὶ συνάγειν φησὶν ἐνδεχόμενον συμπέρασμα· τῇ γὰρ χείρονι τῶν προτάσεων ἕπεται τὸ συμπέρασμα. δείκνυται δὲ διὰ τῆς ἀντιστροφῆς τῆς ἐλάττονος προτάσεως ἀντιστρεφομένης πρὸς τὴν μερικὴν καταφατικὴν τῆς ἐλάττονος προτάσεως καὶ ποιούσης τὸν τρίτον τρόπον τοῦ πρώτου σχήματος.

“首先设它们皆为肯定,设Α属于每一个Γ,而Β可能属于每一个Γ。” 他再次首先讲授两项皆为肯定的组合,并在其中首先讲授由实际从属大前提和可能小前提构成的组合,并说它推导出可能的结论;因为结论跟随前提中较劣的一方。这是通过小前提的换位来证明的,即小前提被换位为特称肯定并构成第一格的第三格别式。

§2.180

"Ὁμοίως δὲ καὶ εἰ τὸ μὲν ΒΓ ὑπάρχειν τὸ δὲ ΑΓ ἐνδέχεσθαι." Ὑποθέμενος τὴν μείζονα ὑπάρχουσαν τὴν δὲ ἐλάττονα ἐνδεχομένην νῦν τὸ ἀνάπαλιν ὑποτίθεται τὴν μὲν μείζονα ἐνδεχομένην τὴν δὲ ἐλάττονα ὑπάρχουσαν. συνάγει δὲ καὶ αὕτη τὸ αὐτὸ συμπέρασμα καὶ διὰ τῆς αὐτῆς δείξεως.

“同样,如果ΒΓ是实际从属而ΑΓ是可能。” 在假定了大前提为实际从属而小前提为可能之后,他现在反过来假定大前提为可能而小前提为实际从属。这一个组合也推导出相同的结论,并且是通过相同的证明。

§2.181

"Καὶ εἰ τὸ μὲν ΑΓ στερητικὸν τὸ δὲ ΒΓ κατηγορικόν, ὑπάρχοι δ’ ὁποτερονοῦν, ἀμφοτέρως ἐνδεχόμενον ἔσται τὸ συμπέρασμα." Εἰρηκὼς τὰς ἐξ ἀμφοτέρων κατηγορικῶν δύο συλλογιστικὰς συζυγίας νῦν τὰς ἀνομοιοσχήμονας δύο παραδίδωσιν ἅμα. τῆς γὰρ μείζονος, φησίν, ἀποφατικῆς οὔσης τῆς δὲ ἐλάττονος καταφατικῆς, τῆς ὑπαρχούσης ἢ πρὸς τῇ μείζονι τιθεμένης ἢ πρὸς τῇ ἐλάττονι δύο γίνονται συζυγίαι. συνάγουσι δὲ ἀμφότεραι ἐνδεχόμενον συμπέρασμα, ἀλλ’ ἡ μὲν ἔχουσα τὴν μείζονα ἐνδεχομένην τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον, ἡ δὲ ὑπάρχουσαν τὸ οὐδενὶ ἐξ ἀνάγκης,2 ὡς δέδεικται ἐν τῷ πρώτῳ σχήματι. ἡ δὲ δεῖξις ἡ αὐτὴ ἐπ’ ἀμφοτέρων ἀντιστρεφομένης τῆς ἐλάττονος προτάσεως πρὸς τὴν μερικὴν καταφατικὴν καὶ ποιούσης τὸν τέταρτον τρόπον τοῦ πρώτου σχήματος.

“如果ΑΓ是否定而ΒΓ是肯定,且无论哪一个属于实际从属,在两种情况下结论都将是可能的。” 在讲授了由两项肯定前提构成的两个有效组合之后,他现在同时讲授两个异质组合。因为他说,当大前提为否定而小前提为肯定时,根据实际从属前提置于大前提还是置于小前提,产生两种组合。两项组合都推导出可能的结论,但具有可能大前提的组合推导出按照定义的可能,而具有实际从属大前提的组合推导出‘对任何一个都不必然属于’,正如在第一格中所表明的那样。两者中的证明是相同的,都是通过将小前提换位为特称肯定,并构成第一格的第四格别式。

语法注2 条
  1. 2.177εἰ δὲ μεταλαμβάνεται ἡ ἐλάττων ἀποφατικὴ εἰς τὴν καταφατικὴν ἐπὶ τῶν ἐνδεχομένων, ἵνα γένηται συλλογιστικὴ ἡ συζυγία, οὐδὲν ἄρα διαφέρουσι πρὸς ἀλλήλας.

    针对前文所述“在可能前提中即使两项皆为否定,通过转化为肯定亦可构成三段论(从而有别于实际从属前提)”,此句用 ἄρα 引出推论:如果否定小前提转化为肯定以使组合有效,则它满足了与实际从属前提相同的形式条件,因此两者在实质上毫无差别。

  2. 2.181τὸ οὐδενὶ ἐξ ἀνάγκης

    省略结构,作为名词短语与前文的 τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον(按定义而言的可能)相对照,指“对任何一个都不必然属于”(即否定了必然的肯定命题意义上的可能性)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:230.1-231.19