- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:228.1-229.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞总结了第二格关于不定与特称前提的组合以及三段论不完全性的讨论(38b29–39a3),进而转向第三格(39a4–23),探讨两项前提皆为可能时的全称肯定、全称否定及两项否定的各组合及其向第一格的归约。
" Οὐδ’ ὅταν ἀμφότεραι ληφθῶσι καταφατικαί." Ὥσπερ καὶ ἐν ταῖς καθόλου, οὕτως καὶ ἐὰν ὁμοιοσχήμονες εἶεν αἱ προτάσεις, καταφατικαὶ μὲν οὖσαι ἀσυλλόγιστοί εἰσιν, ἀποφατικαὶ δὲ γίνονται συλλογιστικαὶ διὰ τῆς μεταλήψεως τῆς ἐνδεχομένης ἀποφατικῆς, δηλονότι τοῦ καθόλου ἐν τῇ μείζονι προτάσει τιθεμένου,1 ἐπειδὴ τοῦτο ἴδιόν ἐστι τοῦ δευτέρου σχήματος.
“当两项前提都被取为肯定时也不会〔有三段论〕。” 正如在全称组合中一样,如果前提是同质的,那么当它们为肯定时是无推论效力的,但当它们为否定时,则通过可能否定前提的转化而成为有推论效力的;显然,这是在全称前提置于大前提的位置时,因为这是第二格的特有规则。
"Ἐὰν δὲ ἀμφότεραι ἀδιόριστοι ἢ ἐν μέρει τεθῶσιν, οὐκ ἔσται συλλογισμός." Οὔτε γὰρ ἐξ ἀμφοτέρων μερικῶν γίνεται τι συμπέρασμα οὔτε ἐξ ἀμφοτέρων ἀπροσδιορίστων διὰ τὸ ἰσοδυναμεῖν αὐτὰς ταῖς μερικαῖς.
“如果两项前提都被设定为不定或特称,则不会有三段论。” 因为从两项特称前提既不能产生任何结论,从两项不定前提也不能产生任何结论,这是由于不定前提等同于特称前提。
"Δῆλον δὲ καὶ ὅτι πάντες ἀτελεῖς οἱ συλλογισμοί, καὶ ὅτι τελειοῦνται διὰ τῶν προειρημένων σχημάτων." Ἀτελεῖς εἰκότως· οὐδεὶς γὰρ αὐτῶν διὰ τοῦ κατὰ παντὸς καὶ τοῦ κατὰ μηδενὸς δείκνυται, ἀλλὰ δέονται πάντες τῆς εἰς τὸ πρῶτον σχῆμα ἀναγωγῆς. σχημάτων δὲ εἶπε πληθυντικῶς,2 οὐχ ὅτι εἰς πλείονα σχήματα ἀνάγονται (πάντες γὰρ εἰς τὸ πρῶτον ἀνάγονται), ἀλλ’ ὅτι ἕκαστος τῶν ἐν δευτέρῳ σχήματι εἰς τὸ πρῶτον σχῆμα τῆς οἰκείας μίξεως ἀνάγεται.
“显然,所有这些三段论都是不完全的,并且它们是通过前述诸格得以完全的。” 说它们是不完全的是理所当然的;因为它们中没有一个是通过“关于所有”和“关于无一”来证明的,而是全都依赖向第一格的归约。他用复数说“诸格”,并不是因为它们被归约到多个格(因为它们全都归约到第一格),而是因为第二格中的每一个三段论都归约到属于其自身混合的第一格。
"Ἐν δὲ τῷ τελευταίῳ σχήματι καὶ ἀμφοτέρων ἐνδεχομένων καὶ τῆς ἑτέρας ἔσται συλλογισμός." Ἐπλήρωσε τὸ δεύτερον σχῆμα· ἐντεῦθεν δὲ ἄρχεται τοῦ τρίτου. εἶναι οὖν φησιν ἐν τούτῳ τῷ σχήματι συλλογιστικὰς συζυγίας καὶ τὰς ἐξ ἀμφοτέρων τῶν προτάσεων ἐνδεχομένων, διότι καὶ ἀνομοιοσχημόνων οὐσῶν τῶν προτάσεων καὶ ὁμοιοσχημόνων ἐν τούτῳ τῷ σχήματι συλλογισμὸς γίνεται· μόνην γὰρ δεῖ τὴν ἐλάττονα καταφατικὴν φυλάττειν, τὰ δὲ ἄλλα πάντα ὅπως ἂν ἔχωσιν αἱ προτάσεις, οὐδὲν διαφέρει. συνάγεσθαι δέ φησιν ἐν τούτῳ τῷ σχήματι ἀμφοτέρων μὲν οὐσῶν ἐνδεχομένων ἢ τῆς μὲν ἐνδεχομένης τῆς δὲ ὑπαρχούσης ἐνδεχόμενον συμπέρασμα. ἐὰν δὲ ἡ μὲν ἀναγκαία ᾖ ἡ δὲ ἐνδεχομένη, εἰ μὲν καταφατικὴ εἴη ἡ ἀναγκαία, ἐνδεχόμενον πάλιν φησὶ γίνεσθαι τὸ συμπέρασμα, εἰ δὲ ἡ ἀναγκαία ἀποφατικὴ εἴη, τοῦ μὴ ὑπάρχοντος καὶ τοῦ ἐνδεχομένου τοῦ ἰσοδυναμοῦντος αὐτῷ.
“在最后一个格中,无论两项前提皆为可能还是一项为可能,都会产生三段论。” 他结束了第二格,从这里开始讨论第三格。因此他说,在这个格中,由两项皆为可能的前提构成的组合也是有推论效力的,因为在这个格中,无论前提是异质的还是同质的,都会产生三段论;因为只要保持小前提是肯定的即可,而在其他所有方面前提如何构成都毫无差别。并且他说,在这个格中,当两项前提皆为可能,或一项为可能而另一项为实际从属时,推导出可能的结论。但如果一项是必然的而另一项是可能的,若必然前提是肯定的,他再次说结论是可能的;但若必然前提是否定的,则推导出不属于[即实际从属的否定]以及与之等同的可能结论。
"Ληπτέον δὲ καὶ ἐν τούτοις ὁμοίως τὸ ἐν τοῖς συμπεράσμασιν ἐνδεχόμενον." Τοιοῦτον καὶ ἐν τοῖς προλαβοῦσιν ἐπεσημήνατο, ὅτι οὐ τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον ἐν τοῖς συμπεράσμασιν εἴληπται ἀλλὰ τὸ ἑπόμενον τῷ ὑπάρχοντι καὶ κατ’ αὐτοῦ λεγόμενον ἀληθῶς.
“在这些情况中,结论中的可能性也应当同样地理解。” 这正如他在前文中所指出的那样:结论中所取的不是按照定义的可能性,而是跟随实际从属者并真实地针对它而言说的可能性。
"Ἔστωσαν δὴ πρῶτον ἐνδεχόμεναι, καὶ τὸ Α καὶ τὸ Β παντὶ τῷ Γ ἐνδεχέσθω ὑπάρχειν." Πρώτας τίθησι τὰς ἐξ ἀμφοτέρων τῶν προτάσεων ἐνδεχομένων συζυγίας· δεῖ γὰρ προηγεῖσθαι τὰς ἁπλᾶς προτάσεις τῶν μικτῶν. ἐν ταύταις οὖν πρώτας τὰς καθόλου καταφατικὰς παραδίδωσι. συνάγειν δέ φησιν αὐτὰς ἐνδεχόμενον καταφατικὸν μερικὸν συμπέρασμα. δείκνυσι δὲ τὴν συζυγίαν ἀντιστρέφων τὴν ἐλάττονα πρότασιν καὶ ἀνάγων εἰς τὸν τρίτον τρόπον τοῦ πρώτου σχήματος.
“首先假定它们皆为可能,并且设Α和Β可能属于每一个Γ。” 他首先设定两项前提皆为可能的组合;因为单纯前提必须先于混合前提。因此在这些组合中,他首先讲授全称肯定前提。他说它们推导出特称可能肯定的结论。他通过对小前提进行换位并将其归约到第一格的第三格别式来证明这个组合。
"Καὶ εἰ τὸ μὲν Α ἐνδέχεται μηδενὶ τῷ Γ ὑπάρχειν, τὸ δὲ Β ἐνδέχεται παντὶ τῷ Γ, ἀνάγκη τὸ Α τινὶ τῶν Β ἐνδέχεσθαι μὴ ὑπάρχειν." Δευτέραν τίθησι τὴν ἐκ τῆς μείζονος ἀποφατικῆς καθόλου τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς. συνάγει οὖν καὶ αὕτη μερικὸν ἀποφατικὸν συμπέρασμα ἀντιστρεφομένης πάλιν τῆς ἐλάττονος προτάσεως καὶ ἀναγομένη εἰς τὸν τέταρτον τρόπον τοῦ πρώτου σχήματος.
“而如果Α可能不属于任何Γ,且Β可能属于每一个Γ,则必然有Α可能不属于某些Β。” 他将由全称否定大前提和全称肯定小前提构成的组合置于第二位。因此,在小前提再次被换位的情况下,通过归约到第一格的第四格别式,这个组合也推导出特称否定结论。
"Εἰ δὲ ἀμφότεραι στερητικαὶ τεθείησαν, ἐξ αὐτῶν μὲν τῶν εἰλημμένων οὐκ ἔσται τὸ ἀναγκαῖον·3 ἀντιστραφεισῶν δὲ τῶν προτάσεων ἔσται συλλογισμός, καθάπερ ἐν τοῖς πρότερον." Ἐξ αὐτῶν μέν φησι μηδὲν συνάγεσθαι συμπέρασμα, διότι ἀμφοτέρων οὐσῶν ἀποφατικῶν ἡ ἐλάττων οὐ σώζει τὸ ἴδιον τοῦ σχήματος τοῦ τρίτου. μεταλαμβανομένης δὲ τῆς ἐλάττονος εἰς καταφατικὴν καὶ ἀντιστρεφομένης πρὸς τὴν μερικὴν ἀνάγεται πάλιν ἡ συζυγία εἰς τὸν τέταρτον τρόπον τοῦ πρώτου σχήματος καὶ συνάγει μερικὸν ἀποφατικὸν ἐνδεχόμενον συμπέρασμα.
“但如果两项都被设定为否定,从所取的前提本身不会产生必然的结论;但在前提被换位之后,将会产生三段论,正如在先前的情况中那样。” 他说从前提本身推导不出任何结论,是因为在两项皆为否定的情况下,小前提没有保持第三格的特有规则。但当小前提转化为肯定并且换位为特称时,该组合再次被归约到第一格的第四格别式,并推导出特称可能否定的结论。
- 2.169δηλονότι τοῦ καθόλου ἐν τῇ μείζονι προτάσει τιθεμένου
这是一个带有连接副词 δηλονότι 的独立属格结构(τοῦ καθόλου... τιθεμένου),用作限定性补充说明。中性单数名词化的 τοῦ καθόλου 是分词的逻辑主语,意为“(当)全称前提(被置于大前提时)”。
- 2.171σχημάτων δὲ εἶπε πληθυντικῶς
菲洛波庞在此解释亚里士多德原文中的复数表述“通过前述诸格”(διὰ τῶν προειρημένων σχημάτων)。他说明之所以用复数,并非因为归约到了多个不同的格(因为全都是归约到第一格),而是因为第二格中的每一种情况都归约到其相应模态混合的第一格。
- 2.176ἐξ αὐτῶν μὲν τῶν εἰλημμένων οὐκ ἔσται τὸ ἀναγκαῖον
在亚里士多德的引文中,τὸ ἀναγκαῖον 名词化地指“必然的归结”(即有效的三段论结论)。该短语意为“仅从所取的前提自身,并不会产生必然的结论”。
