← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§226.4-227.33

第二格必然可能同质前提与特称前提考察

探讨第二格中必然与可能前提的组合在两项前提同质(同为否定或同为肯定)以及其中一项前提为特称时的情况,通过具体项、换位与换质阐明无推论效力的依据及成立推论的条件(38b3–38b24)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.163

" Οὐδὲ δὴ τῶν ἀντικειμένων καταφάσεων." Διττὴ φέρεται ἡ γραφή· ἢ φάσεων ἢ καταφάσεων.1 εἰ μὲν οὖν φάσεων, πρὸς τὸ ἀνωτέρω εἰρημένον ἡ ἀπάντησις, τό τε ‘ἀνάγκη παντί’ καὶ τὸ ‘ἀνάγκη οὐδενί’· ἀντίκεινται γὰρ ταύταις, τῇ μὲν ‘ἀνάγκη παντί’ ἡ ‘ἐνδέχεται μὴ παντί’, τῇ δὲ ‘ἀνάγκη οὐδενί’ ἡ ‘ἐνδέχεται τινί’. εἰ μὲν οὖν φάσεων, οὕτως. εἰ δὲ καταφάσεων, πρὸς τὸ ‘ὑπάρχει οὐδενί’ καὶ ‘ἀνάγκη οὐδενί’ ἡ ἀπάντησις. ἐπειδὴ γὰρ εὗρεν ὅρους συνάγοντας τὸ ‘ἀνάγκη παντί’ καὶ διὰ τούτων ἀνεῖλε τό τε ἀναγκαῖον ἀποφατικὸν καθόλου καὶ τὸ ὑπάρχον, ἐπήγαγεν ὅτι οὐδὲ αἱ ἀντικείμεναι ταύταις καταφάσεις συνάγονται· ἀντίκειται δὲ τῇ μὲν ‘ἀνάγκη μηδενί’, ὡς εἴρηται, ἡ ‘ἐνδέχεται τινί’, τῇ δὲ ‘ὑπάρχει οὐδενί’ ἡ ‘ὑπάρχει τινί’.

“当然也不推导相对立的肯定命题。” 流传着两种异文:要么是“言明”,要么是“肯定”。如果读作“言明”,那么这是对上面所说的“必然属于所有”和“必然不属于任何一个”的呼应;因为与这些相对立的,对于“必然属于所有”是“可能不属于所有”,对于“必然不属于任何一个”是“可能属于某些”。因此,如果读作“言明”,情况便是如此。但如果读作“肯定”,那么这是对“不属于任何一个”和“必然不属于任何一个”的呼应。因为既然他找到了推导出“必然属于所有”的具体项,并由此消除了全称必然否定与实际从属的否定,他就补充说,与这些相对立的肯定命题也推导不出来;而如前所述,与“必然不属于任何一个”相对立的是“可能属于某些”,与“不属于任何一个”相对立的是“属于某些”。

§2.164

"Ὁμοίως δὲ δειχθήσεται καὶ ἀνάπαλιν τεθείσης τῆς καταφατικῆς." Ἀνωτέρω μὲν ὑποτίθεται τὴν μείζονα ἐνδεχομένην ἀποφατικὴν τὴν δὲ ἐλάττονα καταφατικὴν ἀναγκαίαν καθόλου· νῦν δὲ τὸ ἀνάπαλιν ὑποτίθεται τὴν μὲν ἐλάττονα ἐνδεχομένην ἀποφατικὴν τὴν δὲ μείζονα ἀναγκαίαν καταφατικήν, καὶ αὐτὴν ἀσυλλόγιστόν φησιν εἶναι διὰ τῶν αὐτῶν δείξεων δι’ ὧν καὶ τὴν πρὸ ταύτης ἔδειξεν.

“如果肯定前提颠倒设定,情况也同样可以被证明。” 上面他假设大前提为可能否定,小前提为全称必然肯定;而现在他反过来假设小前提为可能否定,大前提为必然肯定,并且他说这一组合通过证明前一组合的相同证明,其自身也是无推论效力的。

§2.165

"Ἐὰν δὲ ὁμοιοσχήμονες ὦσιν αἱ προτάσεις, στερητικῶν μὲν οὐσῶν ἀεὶ γίνεται συλλογισμὸς ἀντιστραφείσης τῆς κατὰ τὸ ἐνδέχεσθαι προτάσεως." Παραδοὺς τὰς ἐξ ἀνομοιοσχημόνων τῶν προτάσεων νῦν παραδίδωσι τὰς ὁμοιοσχήμονας. πάλιν οὖν φησιν ὅτι ἀμφοτέρων μὲν οὐσῶν ἀποφατικῶν συλλογιστικαὶ γίνονται αἱ συζυγίαι, οὐ διὰ τῶν εἰλημμένων προτάσεων ἀλλὰ διὰ τῆς μεταλήψεως2 τῆς ἐνδεχομένης ἀποφατικῆς εἰς τὴν καταφατικήν. καὶ τὰ συμπεράσματα τὰ αὐτὰ συνάγονται ταῖς ἤδη παραδεδομέναις προτάσεσι καὶ διὰ τῶν αὐτῶν δείξεων, ἐπειδὴ καὶ μεταληφθείσης τῆς ἐνδεχομένης ἀποφατικῆς εἰς τὴν καταφατικὴν αἱ αὐταὶ γίνονται συζυγίαι. εἰ μέντοι ἀμφότεραι ληφθῶσι καταφατικαί, ἀσυλλόγιστοί εἰσι πᾶσαι διὰ τὸ μὴ μεταλαμβάνεσθαι τὴν ἐνδεχομένην καταφατικὴν εἰς τὴν ἀποφατικήν, ὡς πολλάκις εἰρήκαμεν.

“如果前提是同质的,那么当它们是否定时,一旦可能前提被换质,总是产生三段论。” 在讲授了由不同质的前提构成的组合之后,他现在讲授同质的前提。因此他再次说,当两项前提皆为否定时,这些组合就成为有推论效力的,但不是直接通过所取的前提,而是通过将可能否定前提转化为肯定前提。并且推导出的结论与已经讲授的前提〔下的结论〕相同,并通过相同的证明,因为当可能否定转化为肯定时,产生了相同的组合。然而,如果两项前提都被取为肯定,那么正如我们多次说过的那样,由于可能肯定不会转化为否定,所有组合都是无推论效力的。

§2.166

"Τοῦ μὲν γὰρ μὴ ὑπάρχειν ἢ τοῦ ἐξ ἀνάγκης μὴ ὑπάρχειν φανερὸν ὅτι οὐκ ἔσται διὰ τὸ μὴ εἰλῆφθαι στερητικὴν πρότασιν μήτε ἐν τῷ ὑπάρχειν μήτε ἐν τῷ ἐξ ἀνάγκης ὑπάρχειν." Ὅτι, φησίν, ἀμφοτέρων οὐσῶν καταφατικῶν οὐδὲν συνάγεται συμπέρασμα, δῆλον· οὐ συνάγεται γὰρ ἀποφατικὸν οὐδὲν οὔτε ἀναγκαῖον οὔτε ὑπάρχον διὰ τὸ μηδετέραν πρότασιν ἀποφατικὴν εἰλῆφθαι, μήτε τὴν ἀναγκαίαν μήτε τὴν ἐνδεχομένην. ὅτι δέ, φησίν, οὐδὲ ἐνδεχόμενον ἀποφατικὸν συνάγεται, δῆλον· εὐπορήσομεν γὰρ ὅρων τὸ ‘ἀνάγκη μηδενί’ συναγόντων· τούτου δὲ συναχθέντος ἀναιρεῖται πάντα τὰ ἐνδεχόμενα. οἱ δὲ ὅροι λευκόν, κύκνος, ἄνθρωπος· λευκὸν γὰρ κύκνῳ μὲν ἐξ ἀνάγκης παντί, ἀνθρώπῳ δὲ ἐνδέχεται παντί, καὶ κύκνος ἐξ ἀνάγκης οὐδενὶ ἀνθρώπῳ ὑπάρχει.

“因为显然不会推导出不属于或必然不属于,这是由于无论在实际从属中还是在必然从属中都没有选取否定前提。” 他说,当两项前提皆为肯定时,推导不出任何结论是显然的;因为由于两项前提中没有任何一项被取为否定(无论必然前提还是可能前提),所以既推导不出必然否定结论,也推导不出实际从属的否定结论。他说,显然也推导不出任何可能否定的结论;因为我们将容易找到推导出“必然不属于任何一个”的具体项;而一旦这个结论被推导出来,所有的可能结论就都被消除了。这些具体项是白、天鹅、人;因为白必然属于每一只天鹅,但可能属于每一个人,而天鹅必然不属于任何人。

§2.167

"Οὐδέ γε τῶν ἀντικειμένων ἀποφάσεων, ἐπειδὴ δέδεικται τὸ Β τῷ Γ ἐξ ἀνάγκης οὐχ ὑπάρχειν. οὐκ ἄρα γίνεται συλλογισμὸς ὅλως." Τοῦ γὰρ ‘ἀνάγκη μηδενί’ διὰ τῶν ὅρων συναχθέντος πάντα τὰ καταφατικὰ ἀνῄρηται συμπεράσματα, καὶ ἀναγκαῖα καὶ ὑπάρχοντα καὶ ἐνδεχόμενα· ἀποφάσεις γὰρ ἀντικειμένας λέγει τὰς καταφάσεις τῶν προσεχῶς εἰρημένων ἀποφάσεων.3

“当然也不推导相对立的否定命题,因为已经证明了Β必然不属于Γ。因此根本不产生三段论。” 因为通过具体项推导出了“必然不属于任何一个”,所有的肯定结论都被消除了,无论是必然的、实际从属的还是可能的;因为所谓相对立的否定,他指的是与刚才所说的否定命题相对立的那些肯定命题。

§2.168

"Ὁμοίως δὲ ἕξει καὶ ἐπὶ τῶν ἐν μέρει συλλογισμῶν· ὅταν μὲν γὰρ ᾖ τὸ στερητικὸν καθόλου τε καὶ ἀναγκαῖον, ἀεὶ συλλογισμὸς ἔσται καὶ τοῦ ἐνδέχεσθαι καὶ τοῦ μὴ ὑπάρχειν· ἀπόδειξις δὲ διὰ τῆς ἀντιστροφῆς." Ἀπήρτισε τὸν ἐξ ἀμφοτέρων καθόλου λόγον, καὶ νῦν τὰς ἐχούσας τὴν ἑτέραν μερικὴν παραδίδωσιν. ὥσπερ δέ, φησίν, εἶχον αἱ καθόλου, οὕτως ἔχουσι καὶ αὗται· αἵτινες γὰρ ἐκεῖ ἦσαν συλλογιστικαί, αἱ αὐταὶ καὶ ἐνταῦθα γίνονται· ὁμοίως καὶ ἀσυλλόγιστοι. εἰ μὲν γὰρ τὸ ἀποφατικὸν ἀναγκαῖον εἴη καθόλου ἐν τῇ μείζονι κείμενον προτάσει, ἀεὶ ποιεῖ συλλογιστικὴν συζυγίαν, καὶ τὸ αὐτὸ συμπέρασμα συνάγει ταῖς καθόλου, λέγω δὴ τὸ ἐνδεχόμενον τὸ ἰσοδυναμοῦν τῷ ὑπάρχοντι·4 εἰ δὲ καταφατικὸν ᾖ τὸ ἀναγκαῖον, οὐδέποτε γίνεται συλλογιστικὴ συζυγία διὰ τὸ μεταλαμβάνεσθαι τὴν ἀποφατικὴν ἐνδεχομένην εἰς τὴν καταφατικήν.

“在特称三段论中情况也将类似;因为当否定前提既是全称又是必然的时,对于可能性和不属于而言总会产生三段论;而证明是通过换位进行的。” 他完成了关于两项前提皆为全称的论述,现在讲授有一项前提为特称的组合。他说,正如全称组合那样,这些组合也是如此;因为在那里有推论效力的,在这里同样也是有推论效力的,对于无推论效力的也同样如此。因为如果必然否定前提作为全称被置于大前提中,它总是构成有推论效力的组合,并推导出与全称组合相同的结论,我指的是等同于实际从属结论的可能结论;但如果必然前提是肯定的,那么由于可能否定前提被转化为肯定前提,决不会产生有推论效力的组合。

语法注4 条
  1. 2.163Διττὴ φέρεται ἡ γραφή· ἢ φάσεων ἢ καταφάσεων

    此处呈现了写本异文(φάσεων“言明”与 καταφάσεων“肯定”),并依据每种读法展开语法与逻辑解释。菲洛波诺斯使用对贞条件句结构“εἰ μὲν οὖν φάσεων... εἰ δὲ καταφάσεων...”条理分明地解释了两种读法分别呼应前文中的哪些命题。

  2. 2.165οὐ διὰ τῶν εἰλημμένων προτάσεων ἀλλὰ διὰ τῆς μεταλήψεως

    通过对比连词“οὐ... ἀλλά...”,介词短语“διὰ τῶν εἰλημμένων προτάσεων”(直接通过所设定的前提本身)与“διὰ τῆς μεταλήψεως”(通过[可能否定向肯定的]转化/换质)形成对贞。表明推论效力的依据不在于前提原本的形态,而在于通过换质操作。

  3. 2.167ἀποφάσεις γὰρ ἀντικειμένας λέγει τὰς καταφάσεις τῶν προσεχῶς εἰρημένων ἀποφάσεων

    菲洛波诺斯在此对亚里士多德经文中的“ἀποφάσεων”(否定)在句法和语义上做出澄清。“λέγει”的宾语为“τὰς καταφάσεις τῶν προσεχῶς εἰρημένων ἀποφάσεων”(与刚才提到的否定命题相对立的那些肯定命题),而“ἀποφάσεις ἀντικειμένας”作其宾语补足语。他以此解释亚里士多德何以将与前述否定命题相对立的命题(即肯定命题)称作“对立的否定”。

  4. 2.168λέγω δὴ τὸ ἐνδεχόμενον τὸ ἰσοδυναμοῦν τῷ ὑπάρχοντι

    短语“λέγω δή”(我指的是)是一个解释性的插入句,用于具体阐明前面的“τὸ αὐτὸ συμπέρασμα”(相同的结论)。中心词“τὸ ἐνδεχόμενον”(可能结论)被同位分词短语“τὸ ἰσοδυναμοῦν τῷ ὑπάρχοντι”(等同于实际从属结论的)所修饰。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:226.4-227.33