- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:224.21-226.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者对亚里士多德论证第二格中肯定前提为必然、否定前提为可能的组合没有推论效力的一节(38a26–38b2)进行阐释,说明为何无论可能、必然还是实际从属的结论均不能得出,并从前提不可同时为真的角度指出了亚里士多德所选取具体项的缺陷。
" Πάλιν ἔστω τὸ μὲν κατηγορικὸν ἀναγκαῖον, θάτερον δὲ ἐνδεχόμενον." Ὑποθέμενος τὴν ἀποφατικὴν ἀναγκαίαν τὴν δὲ κατηγορικὴν ἐνδεχομένην καὶ παραδοὺς τὰς γινομένας ἐκ τῶν τοιούτων προτάσεων δύο συζυγίας νῦν τὸ ἀνάπαλιν ὑποτίθεται τὰς ἐχούσας τὴν μὲν ἀναγκαίαν καταφατικὴν τὴν δὲ ἐνδεχομένην ἀποφατικήν. καὶ φησὶ ταύτας ἀσυλλογίστους εἶναι τὰς συζυγίας διὰ τὸ τὴν ἀποφατικὴν ἐνδεχομένην μεταλαμβάνεσθαι εἰς τὴν καταφατικὴν καὶ ποιεῖν ὁμοιοσχήμονας τὰς συζυγίας· αὗται δὲ ἐν δευτέρῳ σχήματι ἀσυλλόγιστοί εἰσι. δείκνυσιν οὖν ταύτας διὰ τῶν ὅρων μηδὲν συμπέρασμα συναγούσας, μήτε ἐνδεχόμενον μήτε ὑπάρχον μήτε ἀναγκαῖον· λευκὸν παντὶ κύκνῳ ἐξ ἀνάγκης ὑπάρχει, ἀνθρώπῳ δὲ ἐνδέχεται μηδενί, οἷον τοῖς ἐν Ἀλεξανδρείᾳ, καὶ ὅμως κύκνος ἐξ ἀνάγκης οὐδενὶ ἀνθρώπῳ. οὕτω μὲν οὖν διὰ τῶν ὅρων ‘τὸ ἀνάγκη μηδενί’ δείκνυσι συναγόμενον, καὶ ἐκ τούτου κατασκευάζει ὅτι οὐδὲν συνάγουσιν αἱ τοιαῦται προτάσεις συμπέρασμα. ὅτι μὲν γάρ, φησίν, ἐνδεχόμενον οὐδὲν συνάγεται, δῆλον ἐξ ὧν ἀναγκαῖον ἀποφατικὸν συνῆκται συμπέρασμα,1 τὸ δὲ ἀναγκαῖον πάντων τῶν ἐνδεχομένων ἐστὶν ἀναιρετικόν. ὅτι δὲ οὐδὲ ἀναγκαῖον, φησί, συνάγεται, δῆλον ἐντεῦθεν· τὸ γὰρ ἀναγκαῖον συμπέρασμα ἢ ἐξ ἀμφοτέρων ἀναγκαίων προτάσεων συνήγετο ἢ τῆς ἀποφατικῆς ἀναγκαίας οὔσης· νῦν δὲ οὐδέτερον τούτων ἐστίν.
“再次,设肯定前提是必然的,而另一个是可能的。” 在假设否定前提为必然、肯定前提为可能,并讲授了由此类前提产生的两种组合之后,他现在反过来假设那些肯定前提为必然、可能前提为否定的组合。他说这些组合是无推论效力的,因为可能否定前提可以转化为肯定前提,从而使这些组合成为同质的;而这在第二格中是无推论效力的。因此,他通过具体项表明,这些组合推导不出任何结论,无论是可能的、实际从属的还是必然的:白必然属于每一只天鹅,但可能不属于任何人类(例如亚历山大里亚的人);然而天鹅必然不属于任何人类。因此,他通过这些具体项表明推导出了“必然不属于任何一个”,并据此确立此类前提推导不出任何结论。因为他说,推导不出任何可能结论,从推导出了必然否定结论这一点来看是显而易见的,而必然结论是对所有可能结论的否定。他说,推导不出必然结论,从下述情况来看也是显而易见的:因为必然结论要么从两项必然前提推导出来,要么在否定前提为必然时推导出来;但现在这两者都不是。
"Ἔτι δὲ καὶ ἐγχωρεῖ τούτων κειμένων τὸ Β τῷ Γ ὑπάρχειν." Δείξας ὅτι ἀναγκαῖον οὐδὲν συνάγεται συμπέρασμα τῷ μήτε ἀμφοτέρας ἀναγκαίας εἶναι μήτε τὴν ἀποφατικήν,2 ἵνα μή τις ὑπολάβοι, ἐπειδὴ ὅλως ἀνωτέρω τὸ ‘ἀνάγκη μηδενί’ διὰ τῶν ὅρων συνήγετο, τοῦτο ἀεὶ ὡρισμένως συνάγεσθαι, νῦν δείκνυσιν ὅτι τῶν αὐτῶν οὐσῶν προτάσεων ἐγχωρεῖ εὐπορῆσαι ὅρων τὸ ἐξ ἀνάγκης παντὶ συναγόντων, ὥστε καὶ ταύτῃ πάντα ἀναιρεῖσθαι τὰ ἀναγκαῖα συμπεράσματα· διὰ μὲν γὰρ τοῦ ἀποφατικοῦ καθόλου ἀναιρεῖται πάντα τὰ καταφατικά, διὰ δὲ τοῦ καθόλου καταφατικοῦ πάντα τὰ ἀποφατικά. τίθησιν οὖν ὅρους τὸ ἐξ ἀνάγκης παντὶ συνάγοντας τούτους, κίνησιν, ἐγρήγορσιν, ζῷον· κίνησιν γὰρ παντὶ ζῴῳ ἐνδέχεται ὑπάρχειν, ἐγρηγορότι δὲ ἐξ ἀνάγκης παντί, καὶ ὁμοίως ζῷον παντὶ ἐγρηγορότι ἐξ ἀνάγκης. ἐπιστῆσαι δὲ χρὴ τοῖς ὅροις· οὐ γάρ εἰσι καλῶς εἰλημμένοι. εἴρηται γὰρ ἡμῖν ἀνωτέρω ὅτι δεῖ κατὰ τὸν αὐτὸν χρόνον ἀληθευούσας λαμβάνεσθαι τὰς προτάσεις· ἐν δὲ τοῖς εἰλημμένοις ὅροις οὐ δυνατὸν κατὰ τὸν αὐτὸν χρόνον ἀμφοτέρας λαβεῖν ἀληθευούσας τὰς προτάσεις. εἰ γὰρ παντὶ ζῴῳ ἐνδέχεται ὑπάρχειν κίνησιν, οὐκ ἔσται τι ζῷον ἐξ ἀνάγκης κινούμενον· καὶ τὴν ἐγρήγορσιν γὰρ κίνησιν ἔλαβεν ἐξ ἀνάγκης ὑπάρχουσαν τῷ ἐγρηγορότι. εἰ δὲ ἔσται τι ἐγρηγορὸς ὡς ἐξ ἀνάγκης ὑπάρχειν αὐτῷ τὴν κατὰ τὸ ἐγρηγορέναι κίνησιν (ἐν ᾧ γὰρ ἐγρήγορεν, ἐξ ἀνάγκης † ἐγρήγορε),3 ψευδὴς ἡ μείζων πρότασις ἡ λέγουσα ἐνδέχεσθαι παντὶ ζῴῳ κίνησιν ὑπάρχειν· τινὶ γὰρ ζῴῳ ἐξ ἀνάγκης ὑπάρχει, τῷ ἐγρηγορότι· τὸ γὰρ ἐγρηγορὸς ζῷον ἐστιν. ὥστε οὐ καλῶς διὰ τούτων τῶν ὅρων τὸ ἐξ ἀνάγκης παντὶ συνήγαγεν.
“此外,在这些前提被设定的情况下,Β也可能属于Γ。” 既然证明了由于既非两项前提皆为必然、亦非否定前提为必然,因而推导不出任何必然结论,为了不让任何人因为上面通过具体项毕竟推导出了“必然不属于任何一个”,便以为这总是确定地推导出来的,他现在表明,在前提相同的情况下,有可能找到推导出“必然属于所有”的具体项,从而也以这种方式消除了所有必然结论。因为通过全称否定,所有肯定结论都被消除;通过全称肯定,所有否定结论都被消除。因此他设定了推导出“必然属于所有”的这些具体项:运动、清醒、动物。因为运动可能属于每一只动物,但必然属于每一清醒者,同样动物也必然属于每一清醒者。但必须对这些具体项加以注意,因为它们选取并不恰当。因为我们上面说过,前提必须被设定为在同一时间内皆为真;但在所选取的这些具体项中,不可能在同一时间内将两项前提皆取为真。因为如果运动可能属于每一动物,就不会有任何动物必然在运动;因为他也把清醒作为必然属于清醒者的运动来选取。但是,如果有某个清醒者使得依其清醒的运动必然属于它(因为在它清醒期间,它必然是清醒的),那么主张运动可能属于每一动物的大前提就是假的;因为运动必然属于某种动物,即清醒者;因为清醒者是动物。因此,他通过这些具体项推导出“必然属于所有”是不恰当的。
"Φανερὸν οὖν ὅτι οὐδὲ τοῦ μὴ ὑπάρχειν, εἴπερ οὕτως ἐχόντων ἀνάγκη ὑπάρχειν." Δείκνυσι διὰ τούτων ὅτι οὐδὲ ὑπάρχον οὐδὲν συνάγεται συμπέρασμα· τὰ μὲν γὰρ καταφατικὰ πάντα ἀναιρεῖται ὑπὸ τῆς ἀναγκαίας ἀποφατικῆς, τὰ δὲ ἀποφατικὰ διὰ τῆς καταφατικῆς ἀναγκαίας, ὥστε οὐδὲ ὑπάρχον οὐδὲν συνάγεται.
“由此显然,如果在此种情况下必然属于,那么不属于也推导不出来。” 他通过这些话表明,甚至连任何实际从属的结论也推导不出来;因为所有的肯定结论都被必然否定所消除,而所有的否定结论都被必然肯定所消除,因此连任何实际从属的结论也推导不出来。
- 2.160ἐξ ὧν ἀναγκαῖον ἀποφατικὸν συνῆκται συμπέρασμα
关系代词 ὧν 的先行词被省略(相当于 ἐκ τούτων ὅτι 或吸收了属格先行词 τούτων),表示“从推导出了必然否定结论这一事实来看[是显然的]”。
- 2.161τῷ μήτε ἀμφοτέρας ἀναγκαίας εἶναι μήτε τὴν ἀποφατικήν
带冠词不定式的与格(τῷ ... εἶναι)表示原因,修饰前面的分词短语 Δείξας ὅτι ἀναγκαῖον οὐδὲν συνάγεται συμπέρασμα,意为“由于既非两项前提皆为必然、亦非否定前提为必然”。
- 2.161ἐν ᾧ γὰρ ἐγρήγορεν, ἐξ ἀνάγκης † ἐγρήγορε
关系从句 ἐν ᾧ 是与格(中性单数),表示时间限制(“在它清醒的时间内/期间”)。底本中 ἐγρήγορε 所带的剑号(†)提示存在文本讹误或重复,但在句法上它充当插入语的主动词,表达条件必然性(“因为在它清醒期间,它必然是清醒的”)。
