- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:223.1-224.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阐述第二格中一个前提为必然、另一个前提为可能时的全称前提组合,说明当大前提为必然否定或小前提为必然否定时,通过换位法和归谬法均可得出“不属于任何一个”以及“可能不属于任何一个”的结论。
" Κείσθω γὰρ τὸ Α τῷ μὲν Β ἐξ ἀνάγκης μηδενὶ ὑπάρχειν, τῷ δὲ Γ παντὶ ἐνδέχεσθαι· ἀντιστραφείσης οὖν τῆς στερητικῆς οὐδὲ τὸ Β τῷ Α οὐδενὶ ὑπάρξει1 καὶ τὰ ἑξῆς." Πρώτην τίθησι τὴν ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς ἀναγκαίας τῆς δὲ ἐλάττονος ἐνδεχομένης καταφατικῆς, καὶ συνάγειν φησὶν αὐτὴν τὸ ἐνδέχεσθαι μηδενί. δείκνυσι δὲ αὐτὴν ἀντιστρέφων τὴν μείζονα πρότασιν καὶ ἀνάγων εἰς τὸ πρῶτον σχῆμα. εἰ γὰρ τὸ Α, φησίν, ἀνάγκη μηδενὶ τῶν Β, καὶ τὸ Β ἀνάγκη μηδενὶ τῶν Α· τὸ δὲ Α παντὶ τῷ Γ ἐνεδέχετο· γίνεται ἄρα τὸ πρῶτον σχῆμα τῆς μείζονος ἀναγκαίας καθόλου ἀποφατικῆς οὔσης τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς ἐνδεχομένης. συνῆγε δὲ αὕτη ἡ συζυγία τῇ εἰς ἀδύνατον ἀπαγωγῇ τὸ ‘ἐνδέχεται μηδενί’ τὸ ἰσοδυναμοῦν τῷ ‘ὑπάρχει μηδενί’.2 μέμνηται δὲ ἐνταῦθα τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ἧς ἐμνήσθη καὶ ἐν τῷ πρώτῳ σχήματι, δι’ ἧς δείκνυσιν ὑπάρχον εἶναι τὸ συμπέρασμα.
“因为设Α必然不属于任何Β,但可能属于所有Γ;因此,当否定前提被换位之后,Β也将不属于任何Α,等等。” 他把大前提为全称否定必然、小前提为肯定可能的前提组合置为第一种,并说它推导出“可能不属于任何一个”。他通过换位大前提并将其归约到第一格来证明它。因为他说道,如果Α必然不属于任何Β,那么Β也必然不属于任何Α;而Α原来可能属于所有Γ;因此构成了大前提为全称否定必然、小前提为全称肯定可能的第一格。而这种组合通过归谬法推导出了“可能不属于任何一个”,它等同于“实际不属于任何一个”。他在这里提到了在第一格中也曾提到的归谬法,通过它证明结论是实际从属的。
"Ἅμα δὲ δῆλον ὅτι οὐδ’ ὑπάρξει τὸ Β οὐδενὶ τῷ Γ." Τουτέστιν οὐ μόνον τὸ ‘ἐνδέχεται μηδενί’ συνάγεται ἀλλὰ καὶ τὸ ‘ὑπάρχει οὐδενί’. δείκνυσιν οὖν τοῦτο τῇ διὰ τοῦ ἀδυνάτου δείξει.
“同时显然,Β也不会属于任何Γ。” 也就是说,不仅推导出“可能不属于任何一个”,而且推导出“不属于任何一个”。因此,他通过归谬证明来证明这一点。
"Κείσθω γὰρ ὑπάρχειν· οὐκοῦν εἰ τὸ Α τῷ Β μηδενὶ ἐνδέχεται, τὸ δὲ Β ὑπάρχει τινὶ τῶν Γ, τὸ Α τινὶ τῶν Γ οὐκ ἐνδέχεται· ἀλλὰ παντὶ ὑπέκειτο ἐνδέχεσθαι." Εἴ τις, φησίν, ἀντιλέγοι ὅτι οὐ συνάγει τὸ ὑπάρχειν οὐδενί, δῆλον ὅτι τὸ ἀντιφατικῶς ἀντικείμενον συναχθήσεται τὸ ὑπάρχειν τινὶ τῶν Γ τὸ Β.3 εἰ τοίνυν τὸ μὲν Α οὐδενὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχει, τὸ δὲ Β τινὶ τῶν Γ ὑπάρχει, γίνεται δὴ ὁ τέταρτος τρόπος τοῦ πρώτου σχήματος ἐξ ἀμφοτέρων ἀναγκαίων, τῆς μείζονος ἀποφατικῆς καθόλου τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς, καὶ συνάγει τὸ Α οὐ παντὶ τῷ Γ ἐξ ἀνάγκης ὑπάρχειν· ὑπέκειτο δὲ καὶ ἐνδέχεσθαι παντί, ὅπερ ἀδύνατον. τὸ ἀδύνατον διὰ τὸ ὑποθέσθαι ἡμᾶς τὸ ὑπάρχειν τινὶ συνάγεσθαι4 ἠκολούθησεν· οὐκοῦν τοῦτο μὲν ψεῦδος, ἀληθὲς δὲ τὸ ὑπάρχειν οὐδενί, ὅπερ ἔδει δεῖξαι.
“因为设它实际属于;因此,如果Α不可能属于任何Β,而Β实际属于某个Γ,则Α不可能属于某个Γ;但是原先设定它是可能属于所有的。” 他说,如果有人反对说它并不推导出“不属于任何一个”,显然在矛盾上对立的命题将被引入,即Β实际属于某个Γ。那么,如果Α必然不属于任何Β,而Β实际属于某个Γ,便构成了第一格由两项必然前提构成的第四式,大前提为全称否定,小前提为特称肯定,它推导出Α必然不属于所有Γ;但原先设定它也可能属于所有,这是不可能的。这一不可能的结论是由于我们假设推导出“属于某个”而随之产生的;因此这是假的,而“不属于任何一个”是真的,这正是所需要证明的。
"Τὸν αὐτὸν δὲ τρόπον δειχθήσεται, καὶ εἰ πρὸς τῷ Γ τεθείη τὸ στερητικόν." Παραδοὺς τὴν ἐκ τῆς μείζονος ἀναγκαίας ἀποφατικῆς τῆς δὲ ἐλάττονος ἐνδεχομένης καταφατικῆς νῦν ἑτέραν συζυγίαν παραδίδωσιν ἐναντίως ἔχουσαν τῇ τάξει τῶν προτάσεων, τουτέστι τὴν μὲν μείζονα καθόλου καταφατικὴν ἐνδεχομένην τὴν δὲ ἐλάττονα καθόλου ἀποφατικὴν ἀναγκαίαν. ἣν καὶ αὐτήν φησι τὸ αὐτὸ συνάγειν συμπέρασμα, λέγω δὴ τὸ ὑπάρχειν μηδενὶ καὶ τὸ ἐνδέχεσθαι μηδενί, διὰ τοῦ αὐτοῦ τρόπου τῆς δείξεως· τὸ Α παντὶ τῷ Β ἐνδέχεται, τῷ δὲ Γ ἀνάγκη μηδενί· οὐκοῦν καὶ τὸ Γ τῷ Α ἀνάγκη μηδενί· τὸ δὲ Α τῷ Β ἐνδέχεται παντί· λέγω ὅτι καὶ τὸ Γ τῷ Β ὑπάρχει οὐδενί. ἀλλ’ οὐ τοῦτο ἐβουλόμεθα δεῖξαι, ἀλλ’ εἰ τὸ Β τῷ Γ ὑπάρχει οὐδενί.5 ἐπεὶ τοίνυν ἀντιστρέφει ἡ καθόλου ἀπόφασις, καὶ τὸ Β τῷ Γ ὑπάρχει οὐδενί. δείξομεν δὲ πάλιν τοῦτο διὰ τοῦ ἀδυνάτου. εἰ γὰρ ψεῦδος ὅτι τὸ Β τῷ Γ ὑπάρχει οὐδενί, ἀληθὲς τὸ ‘ὑπάρχει τινί’· ἐπειδὴ τοίνυν τὸ Α ἐνδέχεται παντὶ τῷ Β, τὸ δὲ Β ὑπάρχει τινὶ τῶν Γ, γίνεται τὸ πρῶτον σχῆμα ἐξ ἀμφοτέρων καταφατικῶν, τῆς μείζονος καθόλου τῆς δὲ ἐλάττονος μερικῆς· τὸ ἄρα Α τινὶ τῶν Γ ἐνδέχεται ὑπάρχειν. ἦν δὲ καὶ ἀνάγκη μηδενί, ὅπερ ἀδύνατον. τὸ ἀδύνατον ἠκολούθησε διὰ τὸ ὑποθέσθαι τὸ Β τῷ Γ ὑπάρχειν τινί· οὐκοῦν ψεῦδος τοῦτο, ἀληθὲς δὲ τὸ ‘ὑπάρχει οὐδενί’.
“即使否定前提置于Γ,也将以同样的方式被证明。” 在讲授了大前提为否定必然、小前提为肯定可能的组合之后,他现在讲授在前提次序上相反的另一种组合,即大前提为全称肯定可能,小前提为全称否定必然。他说这一组合本身通过同样的证明方式也推导出相同的结论,即“不属于任何一个”和“可能不属于任何一个”:Α可能属于所有Β,但必然不属于任何Γ;因此Γ也必然不属于任何Α;而Α可能属于所有Β;我说Γ也不属于任何Β。但我们想证明的不是这个,而是Β是否不属于任何Γ。因此,由于全称否定可以换位,Β也不属于任何Γ。我们将再次通过归谬法来证明这一点。因为如果Β不属于任何Γ是假的,则“属于某个”是真的;那么,既然Α可能属于所有Β,而Β实际属于某个Γ,便构成了两项皆为肯定的第一格,大前提为全称,小前提为特称;因此Α可能属于某个Γ。但它原先也是必然不属于任何一个,这是不可能的。这一不可能的结论是由于假设Β属于某个Γ而随之产生的;因此这是假的,而“不属于任何一个”是真的。
- 2.156ἀντιστραφείσης οὖν τῆς στερητικῆς οὐδὲ τὸ Β τῷ Α οὐδενὶ ὑπάρξει
独立属格 ἀντιστραφείσης ... τῆς στερητικῆς 起条件从句作用(“当否定前提被换位之后”),修饰主句 οὐδὲ τὸ Β τῷ Α οὐδενὶ ὑπάρξει;主句中的 οὐδέ 表示“也……不”。
- 2.156τὸ ‘ἐνδέχεται μηδενί’ τὸ ἰσοδυναμοῦν τῷ ‘ὑπάρχει μηδενί’
中性定冠词 τὸ 将短语 ‘ἐνδέχεται μηδενί’ 名词化充当 συνῆγε 的直接宾语,随后的分词短语 τὸ ἰσοδυναμοῦν 作同位语修饰它。与格短语 τῷ ‘ὑπάρχει μηδενί’ 受 ἰσοδυναμοῦν 支配。
- 2.158τὸ ἀντιφατικῶς ἀντικείμενον συναχθήσεται τὸ ὑπάρχειν τινὶ τῶν Γ τὸ Β
带冠词不定式短语 τὸ ὑπάρχειν τινὶ τῶν Γ τὸ Β 与主语 τὸ ἀντιφατικῶς ἀντικείμενον(矛盾对立的命题)构成同位语,说明其具体内容。被动语态动词 συναχθήσεται 指归谬法推导中假定的引入。
- 2.158διὰ τὸ ὑποθέσθαι ἡμᾶς τὸ ὑπάρχειν τινὶ συνάγεσθαι
介词 διά 连同带冠词不定式 τὸ ὑποθέσθαι 构成表示原因的结构(“由于我们假设……”)。宾格 ἡμᾶς 是 ὑποθέσθαι 的逻辑主语,嵌在其后的不定式短语 τὸ ὑπάρχειν τινὶ συνάγεσθαι 作 ὑποθέσθαι 的宾语。
- 2.159ἀλλ’ οὐ τοῦτο ἐβουλόμεθα δεῖξαι, ἀλλ’ εἰ τὸ Β τῷ Γ ὑπάρχει οὐδενί
与前半部分的 οὐ τοῦτο ἐβουλόμεθα δεῖξαι(我们并不是想证明这个)相对照,后半句 ἀλλ’ εἰ ... 引导间接疑问句作宾语(省略了 ἐβουλόμεθα δεῖξαι),表示“而是想证明Β是否不属于任何Γ”。
