- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:220.24-222.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯阐明在第二格中可能与实际从属的混合里,全称肯定结合、实际从属前提为肯定的特称结合以及实际从属前提为特称否定的结合都是无推论的,随后转入对可能与必然混合的讨论。
" Ἐὰν δὲ ἀμφότεραι τεθῶσι κατηγορικαί, οὐκ ἔσται συλλογισμός. ὅροι τοῦ μὲν ὑπάρχειν ὑγίεια, ζῷον, ἄνθρωπος, τοῦ δὲ μὴ ὑπάρχειν ὑγίεια, ἵππος, ἄνθρωπος." Παραδοὺς ἐν δευτέρῳ σχήματι τὰς καθόλου συλλογιστικὰς συζυγίας τῆς μίξεως τοῦ ἐνδεχομένου καὶ τοῦ ὑπάρχοντος νῦν φησιν ὅτι πᾶσαι αἱ ὁμοιοσχήμονες καταφατικαὶ οὖσαι ἀσυλλόγιστοί εἰσιν, εἰκότως· οὐδὲ γὰρ βούλεται μεταλαμβάνεσθαι τὴν ἐνδεχομένην καταφατικὴν εἰς τὴν ἐνδεχομένην ἀποφατικήν, ἵνα, ὥσπερ ἐξ ἀμφοτέρων ἀποφατικῶν τῶν προτάσεων μεταληφθείσης τῆς ἐνδεχομένης ἀποφατικῆς εἰς τὴν καταφατικὴν γίνεται συλλογισμός, οὕτω καὶ ἐκ τῆς καταφατικῆς πάλιν εἰς τὴν ἀποφατικὴν ἡ μετάληψις ποιήσει συλλογιστικὴν τὴν συζυγίαν.1 παρατίθεται οὖν πάλιν ὅρους δι’ ὧν δείκνυσι συναγούσας αὐτὰς καὶ τὸ παντὶ καὶ τὸ μηδενί· ὑγίεια παντὶ ζῴῳ ἐνδεχομένως ὑπαρχέτω, ἀνθρώπῳ δὲ ὑπαρχέτω παντί· καὶ συνάγεται ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης· πάλιν ὑγίεια ἵππῳ μὲν παντὶ ἐνδεχέσθω, ἀνθρώπῳ δὲ ὑπαρχέτω παντί, καὶ ἵππος οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης.
“但是,如果两项前提都被置为肯定,将不会有推论。[必然]从属的词项是健康、动物、人;不从属的词项是健康、马、人。” 在讲授了第二格中可能与实际从属混合的全称产生推论的结合之后,他现在说,所有同构且为肯定的结合都是无推论的,这很合乎情理;因为他并不认为肯定的可能前提应该被转换为否定的可能前提,以便正如在两个前提皆为否定时通过将否定的可能前提转换为肯定前提会产生推论那样,从肯定再转换回否定也能使该结合成为产生推论的结合。因此,他再次列举词项,通过这些词项证明它们既能推导出“属于全”,也能推导出“不属于任何一个”:设健康可能属于所有动物,但实际属于所有人;于是动物必然属于所有人便被推导出来。反之,设健康可能属于所有的马,但实际属于所有人;于是马必然不属于任何人便被推导出来。
"Τὸν αὐτὸν δὲ τρόπον ἕξει καὶ ἐπὶ τῶν ἐν μέρει συλλογισμῶν· ὅταν μὲν γὰρ ᾖ τὸ καταφατικὸν ὑπάρχον, εἴτε καθόλου εἴτ’ ἐν μέρει ληφθέν, οὐδεὶς ἔσται συλλογισμός." Εἰκότως· τῆς γὰρ ἀποφατικῆς ἐνδεχομένης οὔσης καὶ διὰ τοῦτο μεταλαμβανομένης εἰς τὴν καταφατικὴν γίνονται ὁμοιοσχήμονες αἱ συζυγίαι· αἱ δὲ τοιαῦται πᾶσαι ἐν δευτέρῳ σχήματι ἀσυλλόγιστοί εἰσιν.
“在特称推论的情况下,情况也将相同;因为当肯定前提是实际从属时,无论被取为全称还是特称,都不会有任何推论。” 这很合乎情理;因为如果否定前提是可能的并因此被转换为肯定前提,结合就会变成同构的;而所有这样的结合在第二格中都是无推论的。
"Ὅταν δὲ τὸ στερητικόν, ἔσται διὰ τῆς ἀντιστροφῆς, καθάπερ ἐν τοῖς πρότερον." Δηλονότι καθόλου οὔσης τῆς ἀποφατικῆς ὑπαρχούσης· οὕτω γὰρ ἐχούσης αὐτῆς καὶ πρὸς τῇ μείζονι προτάσει κειμένης ἀεὶ γίνεται συλλογισμὸς διὰ τῆς ἀντιστροφῆς ἀναγομένης αὐτῆς εἰς τὸ πρῶτον σχῆμα. ὅπως δὲ ἔχουσιν αἱ συζυγίαι αἱ τὴν ὑπάρχουσαν ἔχουσαι μερικὴν ἀποφατικήν, προϊὼν διδάξει.
“但是当否定前提是[实际从属]时,通过换位将有[推论],正如在前面的情况中一样。” 显然是在否定的实际从属前提为全称时;因为当它是这种情况并作为大前提置放时,通过换位将其归约到第一格,总是会产生推论。但是,至于那些以实际从属命题为特称否定的结合情况如何,他将在后文阐明。
"Πάλιν ἐὰν ἄμφω μὲν τὰ διαστήματα στερητικὰ ληφθῇ, καθόλου δὲ τὸ μὴ ὑπάρχειν, ἐξ αὐτῶν μὲν τῶν προτάσεων οὐκ ἔσται τὸ ἀναγκαῖον, ἀντιστραφέντος δὲ τοῦ ἐνδέχεσθαι, καθάπερ ἐν τοῖς πρότερον, ἔσται συλλογισμός." Πάλιν τὸ ἀντιστραφείσης ἀντὶ τοῦ ‘μεταληφθείσης’ φησὶ τῆς ἐνδεχομένης ἀποφατικῆς εἰς τὴν καταφατικήν. δεῖ δὲ τὴν ὑπάρχουσαν ἐν τούτοις ἀεὶ μείζονα εἶναι, ἵνα καὶ σώζηται τὸ ἴδιον τοῦ δευτέρου σχήματος. πάλιν δὲ τὰ αὐτὰ συνάγεται συμπεράσματα οἷα καὶ αὐτόθεν ἀνομοιοσχήμοσιν οὔσαις μερικαῖς συζυγίαις.
“再次,如果两个间距都被取为否定,且不实际从属是全称的,从这些前提本身不会产生必然的结论,但是正如在前面的情况中一样,在可能前提被换位之后,将会产生推论。” 他又用“在被换位之后”代替否定的可能命题向肯定命题的“被转换”。在这些情况中,实际从属前提必须始终是大前提,以便第二格的特有性质得以保全。并且再次推导出与异构的特称结合本身所推导出的相同结论。
"Ἐὰν δὲ ὑπάρχον μὲν ᾖ τὸ στερητικόν, ἐν μέρει δὲ ληφθῇ, οὐκ ἔσται συλλογισμός, οὔτε καταφατικῆς οὔτε στερητικῆς οὔσης τῆς ἑτέρας προτάσεως." Ἐάν, φησίν, ἡ ὑπάρχουσα στερητικὴ μὲν ληφθῇ μερικὴ δέ, τῆς ἑτέρας προτάσεως καθόλου καταφατικῆς οὔσης ἐνδεχομένης ἢ ἀποφατικῆς οὐδεὶς γίνεται συλλογισμός. καὶ τοῦτο εἰκότως· δεῖ μὲν γὰρ ἀντιστραφῆναι τὴν μερικήν, ἵνα εἰς τὸ πρῶτον ἀναγάγωμεν σχῆμα τὴν συζυγίαν· οὐκ ἀντιστρέφει δὲ ἡ μερικὴ ἀποφατικὴ ὑπάρχουσα ἐπὶ πάσης ὕλης, ὡς ἐδείχθη, καὶ ἀντιστρεφομένη μερικὴν ἐποίει τὴν μείζονα2 καὶ ἀσυλλόγιστον διὰ τοῦτο τὴν συζυγίαν. εἰκότως ἄρα οὐδεὶς ἐν τούτῳ γίνεται συλλογισμός. Ἀλλ’ οὐδ’ εἰ ἀμφότεραι μερικαὶ ληφθῶσιν ἢ ἀμφότεραι ἀδιόριστοι, ὅπως ἂν ἔχωσι κατὰ τὸ ποιόν, οὐδεὶς ἔσται συλλογισμός, ἐπεὶ καὶ αἱ ἀπροσδιόριστοι ταῖς μερικαῖς ἰσοδυναμοῦσιν. δείκνυσθαι δὲ ταῦτά φησι διὰ τῶν αὐτῶν ὅρων· ὑγίεια, ζῷον, ἄνθρωπος.
“但是,如果否定前提是实际从属的,但被取为特称,那么无论另一项前提是肯定还是否定,都不会有推论。” 他说,如果实际从属前提被取为否定且为特称,而另一项前提是全称肯定或否定的可能前提,就不会产生任何推论。这同样很合乎情理;因为为了把结合归约到第一格,必须换位特称前提;但正如已证明的那样,特称否定的实际从属前提并非在所有质料中都能换位,而且即使被换位,它也会使大前提变成特称,并因此使结合成为无推论的。因此,在这种情况下不产生任何推论是合乎情理的。但是,如果两者都被取为特称,或者两者都被取为不定,无论它们在质上处于何种状态,都不会有任何推论,因为不定命题等同于特称命题。并且他说这些是通过相同的词项被证明的:健康、动物、人。
"Ἐὰν δὲ ἡ μὲν ἐξ ἀνάγκης ἡ δ’ ἐνδέχεσθαι σημαίνῃ τῶν προτάσεων, τῆς μὲν στερητικῆς οὔσης ἀναγκαίας ἔσται συλλογισμός, οὐ μόνον ὅτι ἐνδέχεται μὴ ὑπάρχειν, ἀλλὰ καὶ ὅτι οὐχ ὑπάρχει, τῆς δὲ καταφατικῆς οὐκ ἔσται." Πληρώσας τὰς μίξεις τοῦ ἐνδεχομένου καὶ τοῦ ὑπάρχοντος τὰς ἐν δευτέρῳ σχήματι μέτεισιν ἀκολούθως ἐπὶ τὴν μῖξιν τοῦ ἐνδεχομένου πρὸς τὸ ἀναγκαῖον τοῦ αὐτοῦ δευτέρου σχήματος. καὶ φησὶν ὅτι, εἰ μὲν ἡ ἀναγκαία ἀποφατικὴ εἴη εἴτε μείζων οὖσα εἴτε ἐλάττων, πάντως γίνεται συλλογισμὸς τοῦ ἐνδεχομένου, οὐ τοῦ κατὰ τὸν διορισμὸν ἀλλὰ τοῦ κατηγορουμένου κατὰ τοῦ μὴ ὑπάρχοντος· εἰ μέντοι ἡ ἀναγκαία καταφατικὴ εἴη, δηλονότι ἀποφατικῆς οὔσης τῆς ἐνδεχομένης, ἀσυλλόγιστοι πᾶσαι αἱ τοιαῦταί εἰσι συζυγίαι. ἡ δὲ αὐτὴ αἰτία πάλιν, τὸ μεταλαμβάνεσθαι τὴν ἀποφατικὴν ἐνδεχομένην εἰς τὴν καταφατικὴν καὶ διὰ τοῦτο γίνεσθαι ὁμοιοσχήμονας τὰς συζυγίας.
“但是,如果诸前提中一者表示必然,另一者表示可能,当否定前提是必然的时,不仅会有可能不属于的推论,而且也会有不属于的推论;但当肯定前提是[必然的]时,则不会有。” 在讲完了第二格中可能与实际从属的诸混合之后,他依序过渡到同一第二格中可能与必然的混合。并且他说,如果必然前提是否定的,无论它是大前提还是小前提,必定都会产生关于可能的推论——不是按照定义的可能,而是关于不属于者述说的可能;然而,如果必然前提是肯定的,可能前提显然就是否定的,所有这样的结合都是无推论的。其原因同样是:否定的可能前提被转换为肯定前提,结合因此变为同构的。
- 2.150οὐδὲ γὰρ βούλεται μεταλαμβάνεσθαι τὴν ἐνδεχομένην καταφατικὴν εἰς τὴν ἐνδεχομένην ἀποφατικήν, ἵνα, ὥσπερ ἐξ ἀμφοτέρων ἀποφατικῶν τῶν προτάσεων μεταληφθείσης τῆς ἐνδεχομένης ἀποφατικῆς εἰς τὴν καταφατικὴν γίνεται συλλογισμός, οὕτω καὶ ἐκ τῆς καταφατικῆς πάλιν εἰς τὴν ἀποφατικὴν ἡ μετάληψις ποιήσει συλλογιστικὴν τὴν συζυγίαν
ἵνα 引出的目的从句依附于受 βούλεται 支配的不定式 μεταλαμβάνεσθαι。在 ὥσπερ 从句内部嵌入了独立属格结构 μεταληφθείσης...,并与后文以 οὕτω καὶ 引出的主干(主语为 ἡ μετάληψις,谓语动词为 ποιήσει)相对称。
- 2.154καὶ ἀντιστρεφομένη μερικὴν ἐποίει τὴν μείζονα
分词 ἀντιστρεφομένη 带有与事实相反的条件意味(“即使被换位”),未完成过去时 ἐποίει 则在结果从句意义上表示潜在或非现实的状态(“就会使大前提成为特称命题”)。
