← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§219.11-220.23

第二格中否定实然与肯定可能前提混合的有效性

评注亚里士多德《前分析篇》37b23–29,论证在第二格中否定的实际从属前提与肯定的可能前提的混合能够产生推论。此外还讨论了当小前提为否定实际从属时关于结论换位的疑难及亚历山大的解法,并解释了在两道前提皆为否定时如何通过可能命题的转换形成有效推论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.147

" Ὅταν δὲ ἡ μὲν καταφατικὴ ἐνδέχεσθαι ἡ δὲ στερητικὴ ὑπάρχειν, ἔσται συλλογισμός." Δείξας ὅτι αἱ τὴν ὑπάρχουσαν καταφατικὴν ἔχουσαι συζυγίαι ἀσυλλόγιστοί εἰσι, νῦν δείκνυσιν ὅτι αἱ ἀνάπαλιν ἔχουσαι κατὰ τοὺς τρόπους συλλογιστικαί εἰσι, τουτέστιν αἱ τὴν ὑπάρχουσαν πρότασιν ἀποφατικὴν ἔχουσαι τὴν δὲ ἐνδεχομένην καταφατικήν. συνάγουσι δὲ αἱ τοιαῦται συζυγίαι ἐνδεχόμενον ἀποφατικὸν συμπέρασμα, οὐ τὸ κατὰ τὸν διορισμὸν ἀλλὰ τὸ συντρέχον τῷ οὐδενὶ ἐξ ἀνάγκης, ὅπερ ἐστὶ τὸ ἥμισυ τοῦ ἐνδεχομένου.1 καὶ τέως δείκνυσι τὴν ἐκ τῆς μείζονος ὑπαρχούσης τῆς δὲ ἐλάττονος ἐνδεχομένης· τὸ γὰρ Α, φησί, τῷ μὲν Β μηδενὶ ὑπαρχέτω, τῷ δὲ Γ παντὶ ἐνδεχέσθω. ἐὰν οὖν ἀντιστρέψωμεν τὴν μείζονα πρότασιν, γίνεται τὸ πρῶτον σχῆμα· εἰ γὰρ τὸ Α οὐδενὶ τῶν Β ὑπάρχει, οὐδὲ τὸ Β οὐδενὶ τῶν Α ὑπάρξει· τὸ δὲ Α παντὶ τῷ Γ ἐνδέχεται. δέδεικται δὲ ἡ τοιαύτη συζυγία ἐν πρώτῳ σχήματι τῇ εἰς ἀδύνατον ἀπαγωγῇ τὸ οὐδενὶ ἐξ ἀνάγκης συνάγουσα, ὅπερ ἦν τὸ ἥμισυ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου, ἵνα μὴ πολλάκις τὰ αὐτὰ λέγωμεν.

“但是,当肯定前提表示可能而否定前提表示实际从属时,将有推论。” 在证明了具有肯定的实际从属前提的结合是无推论的之后,他现在证明模态相反的结合是产生推论的,也就是说,那些具有否定的实际从属前提和肯定的可能前提的结合。而且这样的结合推导出一个否定的可能结论,不是按照定义的可能,而是与必然不属于任何一个相重合的可能,即可能的一半。此时他首先证明由大前提为实际从属而小前提为可能构成的结合;因为他说,设Α实际不属于任何Β,但可能属于所有的Γ。如果我们转换大前提,就会产生第一格;因为如果Α不属于任何Β,则Β也不属于任何Α;而Α可能属于所有的Γ。而这样的结合在第一格中通过归谬法推导出必然不属于任何一个,这已经得到证明,这也就是按照定义的可能的一半,免得我们反复说相同的话。

§2.148

"Ὁμοίως δὲ καὶ εἰ πρὸς τῷ Γ τεθείη τὸ στερητικόν." Ἐὰν ἡ ἐλάττων, φησί, ληφθῇ καθόλου ἀποφατικὴ ὑπάρχουσα ἡ δὲ μείζων καθόλου καταφατικὴ ἐνδεχομένη, ὁ αὐτὸς γίνεται συλλογισμὸς ἀντιστρεφομένης τῆς ἀποφατικῆς ὑπαρχούσης. οἷον τὸ Α τῷ Β μὲν παντὶ ἐνδεχέσθω ὑπάρχειν, μηδενὶ δὲ τῶν Γ ὑπαρχέτω. εἰ οὖν τὸ Α οὐδενὶ τῶν Γ ὑπάρχει, οὐδὲ τὸ Γ οὐδενὶ τῶν Α ὑπάρξει· τὸ δὲ Α παντὶ τῷ Β ἐνδεχομένως ὑπῆρχε· τὸ ἄρα Γ ἐνδέχεται μηδενὶ τῶν Β ὑπάρχειν. ζητοῦμεν δὲ δεῖξαι ὅτι τὸ Β οὐδενὶ τῶν Γ ἐνδέχεται· δέδεικται δὲ τὸ ἐναντίον ὅτι τὸ Γ οὐδενὶ τῶν Β ἐνδέχεται. καὶ ἐπειδήπερ τοῦ ἐνδέχεσθαι ὁ συλλογισμός, τὸ δὲ ἐνδεχόμενον ἀποφατικὸν οὐκ ἀντιστρέφει πρὸς ἑαυτό, πῶς ἔτι συνάξομεν τὸ ζητούμενον μὴ δυνάμενοι τὸ συμπέρασμα ἀντιστρέψαι; ‘μήποτε οὖν’, φησὶν ὁ Ἀλέξανδρος, ‘τὸ ἐνδεχόμενον ἔλαβεν οὐ τὸ κατὰ τὸν διορισμὸν ἀλλὰ τὸ κατὰ τοῦ ὑπάρχοντος ἀληθευόμενον· ἐδείχθη γὰρ ἐν τῷ πρώτῳ σχήματι τὸ τοιοῦτον συναγόμενον τῆς μείζονος ἀποφατικῆς ληφθείσης· ἡ δὲ τοιαύτη ἀπόφασις πρὸς ἑαυτὴν ἀντιστρέφει. ὥστε καὶ τὸ συμπέρασμα ἀντιστραφήσεται καθόλου ἀποφατικὸν ὑπάρχον (ὄν). ὅτι δὲ τοιοῦτον γίνεται τὸ συμπέρασμα καὶ οὐχὶ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου, καὶ διὰ τῶν ἑξῆς μὲν δῆλον ποιεῖ· προείρηκε δὲ καὶ ἀρχόμενος τοῦ δευτέρου σχήματος, ἔνθα ἔλεγε “δεῖ δὲ καὶ ἐν τούτοις λαμβάνειν τὸ ἐν τοῖς συμπεράσμασιν ἐνδεχόμενον ὥσπερ ἐν τοῖς πρότερον”’. τὰς δὲ εἰς τοῦτο κεκινημένας ἀπορίας ἐν τοῖς Ἀλεξάνδρου εὑρήσεις.

“如果否定命题加在Γ上,情况同样如此。” 他说,如果小前提被取为全称否定的实际从属前提,而大前提被取为全称肯定的可能前提,通过转换否定的实际从属前提,就会产生相同的推论。例如,设Α可能属于所有的Β,但不属于任何Γ。因此,如果Α不属于任何Γ,则Γ也不属于任何Α;而Α原本可能属于所有的Β;所以,Γ可能不属于任何Β。然而我们寻求证明的是,Β可能不属于任何Γ;但所证明的恰恰相反,是Γ可能不属于任何Β。而且既然推论是关于可能的,而否定的可能命题不能与其自身换位,那么在我们无法换位结论的情况下,我们又如何能推导出所寻求的结论呢?亚历山大说:“因此,或许他采纳的可能并不是按照定义的可能,而是在实际从属上被证实为真的可能;因为在第一格中已经证明,当大前提被取为否定时会推导出这样的结论;而这样的否定命题与其自身换位。因此,作为全称否定的实际从属命题的结论也将被换位。结论成为这样一种命题而非按照定义的可能命题,他通过接下来的叙述也阐明了这一点;而且在第二格开始时他也曾预先说过,他在那里说‘在这些推论中也必须像在前面的推论中一样理解结论中的可能’。”至于针对这一点所提出的疑难,你可以在亚历山大的著作中找到。

§2.149

"Ἐὰν δὲ ἀμφότεραι μὲν ὦσι στερητικαί, σημαίνῃ δὲ ἡ μὲν μὴ ὑπάρχειν ἡ δὲ ἐνδέχεσθαι, δι’ αὐτῶν μὲν τῶν εἰλημμένων οὐδὲν συμβαίνει ἀναγκαῖον· ἀντιστραφείσης δὲ τῆς κατὰ τὸ ἐνδέχεσθαι προτάσεως γίνεται συλλογισμός, ὅτι τὸ Β τῷ Γ ἐνδέχεται μηδενὶ ὑπάρχειν, καθάπερ ἐν τοῖς πρότερον· ἔσται γὰρ πάλιν τὸ πρῶτον σχῆμα." Τὸ ἀντιστραφείσης φησὶν ἀντὶ τοῦ ‘μεταληφθείσης τῆς ἐνδεχομένης ἀποφατικῆς εἰς τὴν καταφατικήν’·2 τούτου γὰρ γινομένου γίνονται πάλιν αἱ πρότεραι δύο συλλογιστικαὶ συζυγίαι τὰ αὐτὰ συνάγουσαι συμπεράσματα.

“如果两者皆为否定,一者表示不实际从属而另一者表示可能,仅凭所采纳的这些前提,不会产生任何必然的结论;但是当按照可能的前提被换位时,就会产生一个推论,即Β可能不属于任何Γ,正如在前面的情况中一样;因为这又将是第一格。” 他说“被换位时”是用来代替“当否定的可能前提被转换为肯定前提时”;因为一旦做到这一点,前面的两种产生推论的结合就会重新产生,推导出相同的结论。

语法注3 条
  1. 2.147οὐ τὸ κατὰ τὸν διορισμὸν ἀλλὰ τὸ συντρέχον τῷ οὐδενὶ ἐξ ἀνάγκης, ὅπερ ἐστὶ τὸ ἥμισυ τοῦ ἐνδεχομένου

    此为同位语结构。与“按照定义的可能”(双向可能)相对立,提出了“与必然不属于任何一个相重合的可能”(单向可能),关系代词 ὅπερ 的先行词为后者(即否定可能包含必然否定的那一半维度)。

  2. 2.149Τὸ ἀντιστραφείσης φησὶν ἀντὶ τοῦ ‘μεταληφθείσης τῆς ἐνδεχομένης ἀποφατικῆς εἰς τὴν καταφατικήν’

    针对亚里士多德经文中的词语 ἀντιστραφείσης(被换位时)的句法释义结构。结构 ἀντὶ τοῦ 引出菲洛波努斯的澄清,指出亚里士多德在此并非指通常的词项换位(ἀντιστροφή),而是指否定可能命题向肯定可能命题的性质转换(μετάληψις)。

  3. 2.148μήποτε οὖν

    μήποτε 在此作为副词性短语,表示审慎的推测或建议(“或许……”),用以引出亚历山大对疑难问题所提出的解释方案。

    未在正文中定位

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:219.11-220.23