- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:21.21-22.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者针对亚里士多德从事物本性与用法(探问与直接采纳)两方面区分证明前提与辩证前提的文本(24a22–24a24)进行阐释,并说明断言、前提、问题、结论与异议五者在基底上同一,仅因关系不同而得名。
" Διαφέρει δὲ ἡ ἀποδεικτικὴ πρότασις τῆς διαλεκτικῆς." Τὸν ὁρισμὸν πάσης προτάσεως κοινὸν ἔμπροσθεν ἀποδεδωκὼς νῦν τὰς διαφορὰς αὐτῶν παραδίδωσι λέγων εἶναι τῶν προτάσεων τὴν μὲν ἀποδεικτικὴν τὴν δὲ διαλεκτικήν· παρέλειπε δὲ τὴν σοφιστικὴν ὡς διὰ παντὸς ἄχρηστον οὖσαν. λαμβάνει δὲ διαφορὰς δύο, μίαν μὲν ἐκ τῆς χρήσεως τῆς ἡμετέρας, ἑτέραν δὲ ἐκ τῆς φύσεως τῶν πραγμάτων· ἐκ μὲν τῆς φύσεως τῶν πραγμάτων, ὅτι ὁ μὲν διαλεκτικὸς οὐ πάντως τἀληθῆ λαμβάνει ἀλλὰ τὰ δοκοῦντα τοῖς προσδιαλεγομένοις, εἴτε ἀληθῆ εἴη εἴτε ψευδῆ, ὁ δὲ ἀποδεικτικὸς μόνα τἀληθῆ, κἂν μηδενὶ δοκῇ· ἐκ δὲ τῆς χρήσεως, ὅτι ὁ μὲν διαλεκτικὸς τὴν ὅλην ἀντίφασιν ἐρωτᾷ καὶ ὃ ἂν δόξῃ τῷ προσδιαλεγομένῳ λαβὼν ἐκ τούτου εἰς ἀντίφασιν αὐτὸν ἀπάγει (εἰς γὰρ δόξαν ὁρῶν καταβάλλειν ἀεὶ βούλεται τὸν προσδιαλεγόμενον), ὁ δὲ ἀποδεικτικὸς πρὸς τὴν ἀλήθειαν βλέπων ἀεὶ οὐκ ἐρωτᾷ, ἀλλὰ τὸ δοκοῦν αὐτῷ καὶ ἀληθὲς λαμβάνει, καὶ οὔτε τὴν ὅλην ἀντίφασιν λαμβάνει ἀλλὰ τὸ ἕτερον μόριον τὸ ἀληθές. ἄξιον δὲ ζητῆσαι διὰ τί ἐν τῷ προλαβόντι βιβλίῳ τῷ Περὶ ἑρμηνείας περὶ προτάσεων διαλεχθεὶς πάλιν ἐνταῦθα τί ἐστι πρότασις ἡμᾶς διδάσκει. φαμὲν οὖν, ὡς ἤδη εἴρηται, ὅτι ἀπόφανσις, πρότασις, πρόβλημα, συμπέρασμα, ἔνστασις τῷ μὲν ὑποκειμένῳ ταὐτά εἰσι, τῇ δὲ σχέσει μόνον διαφέρουσιν.1 φέρε γὰρ τὸ ‘ἡ ψυχὴ ἀθάνατος’· πάντα ταὐτά ἐστιν· ἡνίκα μὲν γὰρ ὡς ἀποφαινόμενος λέγω, καλεῖται ἀπόφανσις, ὅταν δὲ ὡς μέρος συλλογισμοῦ, πρότασις· καὶ γὰρ τοὺς συλλογισμούς φαμεν ἐκ δύο προτάσεων συγκεῖσθαι τοὐλάχιστον· ὅταν δὲ ὡς ἀπορῶν τις οὕτως εἴπῃ ‘ἆρα ἡ ψυχὴ ἀθάνατος;’, τότε πρόβλημα λέγεται· ὅταν δὲ ἐκ συλλογισμοῦ συναχθῇ, τότε συμπέρασμα· ὅταν δέ τινος ἀποδείξαντος, ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστιν, ἐνστῇ ἄλλος2 καὶ εἴπῃ ὅτι οὐκ ἀθάνατος, τότε ἔνστασις. ἐν μὲν οὖν τῷ Περὶ ἑρμηνείας ὡς περὶ ἀποφάνσεως διελέγετο, ἐνταῦθα δὲ ὡς περὶ μέρους συλλογισμοῦ.
“证明的前提与辩证的前提不同。” 在先前给出了适用于一切前提的共同定义之后,他现在传授它们的差别,说前提有一类是证明的,另一类是辩证的;而他略过了诡辩的前提,因为它是完全无用的。他采纳了两种差别,一种来自我们的用法,另一种来自事物的本性:来自事物的本性在于,辩证家绝非总采纳真实者,而是采纳对话者所认可者,无论那是真的还是假的,而证明者则唯独采纳真实者,哪怕没有任何人这样认为;来自用法在于,辩证家探问整个矛盾的两端,并在采纳了对话者认可的无论何种意见后,由此引申而将其逼入矛盾(因为他着眼于名声,总是想要击倒对话者),而证明者总是着眼于真理,并不发问,而是采纳自己所认可且真实者,并且采纳的不是整个矛盾的两端,而是真实的那一部分。然而值得探究的是,为何在先前的《解释篇》中讨论了前提之后,他又在这里再次教导我们什么是前提。因此我们说,正如已经说过的,断言、前提、问题、结论、异议在基底上是同一的,仅仅在关系上有所不同。试举‘灵魂是不朽的’为例:所有这些都是同一的。因为每当我作为断言者而说时,它被称为断言,而当作为三段论的一个部分时,它被称为前提(因为我们说三段论至少由两个前提构成);而当有人作为怀疑者这样说‘灵魂是不朽的吗?’时,它就称为问题;而当它由三段论推导得出时,它就是结论;而当某人证明了灵魂是不朽的之后,另一人提出反对并说它不是不朽的,这便称为异议。因此,在《解释篇》中他是将其作为断言来讨论的,而在这里则是作为三段论的一个部分来讨论的。
"Οὐ γὰρ ἐρωτᾷ ἀλλὰ λαμβάνει ὁ ἀποδεικνύων." Λαμβάνει, ἀφ’ ἑαυτοῦ δηλονότι, ὥσπερ εἴρηται, τῆς ἀληθείας ἀντιποιούμενος,3 κἂν μὴ δοκῇ τῷ ἀκροατῇ ἢ μηδ’ ὅλως ᾖ ἀκροατής· λήψεται γάρ, εἰ τύχοι, ὁ ἀποδεικτικὸς ὅτι ὁ ἥλιος μείζων τῆς γῆς ἐστι, καὶ εἰ πολλοῖς δοκεῖ ποδιαῖος εἶναι, οὐχ ὡς ὁ διαλεκτικὸς βουλόμενος ἀεὶ κρατεῖν τοῦ προσδιαλεγομένου ἐκ τῶν παρ’ αὐτοῦ ὁμολογουμένων, ἄν τε ἀληθῆ εἴη ἄν τε ψευδῆ.
“因为进行证明者并不发问,而是直接采纳。” 直接采纳,显然如前所述是凭自己采纳,追求真理,哪怕听者不这样认为,或者哪怕根本没有任何听者。因为比方说,证明者会采纳‘太阳比地球大’,哪怕在许多人看来它只有一尺大小,而不像辩证家总是想要依据对话者所承认的意见来制服对方,无论那是真的还是假的。
- 1.9τῷ μὲν ὑποκειμένῳ ταὐτά εἰσι, τῇ δὲ σχέσει μόνον διαφέρουσιν
与格 τῷ ὑποκειμένῳ 与 τῇ σχέσει 是依附于谓语 ταὐτά 及 διαφέρουσιν 的关涉与格(限定与格)。二者构成对比,表明这些逻辑概念在实质内容(基底)上是同一陈述,仅在论证脉络中所承担的关系和功能上有所区分。
- 1.9ὅταν δέ τινος ἀποδείξαντος, ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστιν, ἐνστῇ ἄλλος
短语 τινος ἀποδείξαντος 为属格绝对结构,其后接的 ὅτι 从句作其宾语,表达在从句主语 ἄλλος 及主动词 ἐνστῇ 所指动作发生之前的先决时间或条件背景。
- 1.10τῆς ἀληθείας ἀντιποιούμενος
中动动词 ἀντιποιέομαι 支配属格宾语(此处为 τῆς ἀληθείας),意为“主张/追求真理”,与前述介词短语连用,表明证明者不同于辩证家的内在目标与立场。
