← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§217.22-219.10

第二格可能结合的完全无效性与实然可能混合

注解亚里士多德《前分析篇》37b7–19,阐明在第二格中两道前提皆为可能的全部结合(质、量与次序的转换)均是无推论的,并且在实际从属与可能的混合中,肯定的实际从属前提与否定的可能前提的结合同样通过词项例示与转换被证明为无推论的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.142

" Ὅτι μὲν οὖν ὑπάρχειν οὐκ ἐγχωρεῖ, φανερόν· οὐδεὶς γὰρ ἵππος ἄνθρωπος. ἀλλ’ οὐδὲ ἐνδέχεσθαι μὴ ὑπάρχειν· ἀνάγκη γὰρ μηδένα ἵππον ἄνθρωπον εἶναι· τὸ δ’ ἀναγκαῖον οὐκ ἦν ἐνδεχόμενον. οὐκ ἄρα γίνεται συλλογισμός." Ὅτι μὲν οὖν, φησί, καταφατικὸν οὐ συνάγεται συμπέρασμα, δῆλον ἐκ τῶν ὅρων· συνῆκται γὰρ ὅτι ἐξ ἀνάγκης οὐδενὶ ἵππῳ ἄνθρωπος ὑπάρχει. ὅτι δὲ οὐδὲ ἀποφατικόν, φησίν, ἐνδεχόμενον συμπέρασμα δυνατὸν συναγαγεῖν, δῆλον ἐξ ὧν ἀναγκαῖόν ἐστιν ἀποφατικὸν τὸ συνηγμένον·1 ὁριζόμενοι δὲ τὸ ἐνδεχόμενον ἐλέγομεν αὐτὸ μὴ εἶναι ἀναγκαῖον.

“因此,显然不可能属于;因为没有马是人类。但甚至也不可能不属于;因为任何马必然不是人类;而必然的并不是可能的。所以不产生推论。” 他说,肯定的结论不能被推导出来,这从词项中是显而易见的;因为已经推导出人类必然不属于任何马。而且他说,甚至不可能推导出否定的可能结论,这从所推导出的结论是必然否定命题来看是显而易见的;因为在定义可能时,我们说过它不是必然的。

§2.143

"Ὁμοίως δὲ δειχθήσεται, κἂν ἀνάπαλιν τεθῇ τὸ στερητικόν, καὶ ἐὰν ἀμφότεραι καταφατικαὶ ληφθῶσιν ἢ στερητικαί· διὰ γὰρ τῶν αὐτῶν ὅρων ἔσται ἡ ἀπόδειξις." Ταῦτα μέν, φησίν, εἴρηται τῆς μείζονος ἀποφατικῆς οὔσης ἐνδεχομένης τῆς δὲ ἐλάττονος καταφατικῆς. ἀλλὰ δὴ κἂν ἀμειφθῇ ἡ τάξις τῶν προτάσεων καὶ ἡ μὲν μείζων ᾖ καταφατικὴ ἡ δὲ ἐλάττων ἀποφατική, καὶ οὕτως ἀσυλλόγιστος ἔσται ἡ συζυγία. ὁμοίως δὲ κἂν ὁμοιοσχήμονες ὦσιν αἱ προτάσεις· ἐπὶ πασῶν γὰρ τούτων τῶν συζυγιῶν οἱ προσεχῶς εἰρημένοι ὅροι πρὸς τὸ δεῖξαι αὐτὰς ἀσυλλογίστους ἀρκέσουσι τὸ ἀναγκαῖον ἀποφατικὸν συνάγοντες.

“而即使否定命题被反向放置,以及即使两者都被作为肯定或否定采纳,情况同样将被证明;因为证明将通过相同的词项进行。” 他说,这些话是在大前提为否定可能命题而小前提为肯定命题的情况下说的。但即使前提的次序颠倒,大前提为肯定而小前提为否定,即便如此这种结合也将是无推论的。同样地,即使前提是同形的也是如此;因为在所有这些结合中,刚才提到的词项通过推导出必然否定命题,便足以证明它们是无推论的。

§2.144

"Καὶ ὅταν ἡ μὲν καθόλου ἡ δ’ ἐν μέρει, ἢ ἀμφότεραι κατὰ μέρος ἢ ἀδιόριστοι, ἢ ὁσαχῶς ἄλλως ἐνδέχεται μεταλαβεῖν τὰς προτάσεις· ἀεὶ γὰρ ἔσται διὰ τῶν αὐτῶν ὅρων ἡ δεῖξις." Δείξας πάσας τὰς συζυγίας τὰς ἐξ ἀμφοτέρων τῶν προτάσεων ἐνδεχομένων καθόλου ἐν δευτέρῳ σχήματι ἀσυλλογίστους νῦν τὰς λοιπὰς πάσας ἐκτίθεται, καὶ φησὶ καὶ αὐτὰς ἀσυλλογίστους εἶναι· συνάγειν γὰρ διὰ τῶν αὐτῶν ὅρων καὶ τὸ παντὶ καὶ τὸ οὐδενὶ ἐξ ἀνάγκης.

“而且当一为全称而另一为特称,或者两者皆为特称或不定,或者无论有多少其他方式可以转换前提;因为证明将始终通过相同的词项进行。” 在证明了第二格中两道前提皆为全称可能命题的所有结合都是无推论的之后,他现在列举了所有其余的结合,并说它们也是无推论的;因为通过相同的词项,它们推导出必然地既“属于所有”又“不属于任何一个”。

§2.145

"Φανερὸν οὖν ὅτι ἀμφοτέρων τῶν προτάσεων κατὰ τὸ ἐνδέχεσθαι τιθεμένων οὐδεὶς γίνεται συλλογισμός." Τοῦτο συμπέρασμά ἐστι τῶν εἰρημένων.

“因此显然,当两道前提都按照可能被设定时,不产生任何推论。” 这是对所论述内容的结论。

§2.146

"Εἰ δὲ ἡ μὲν ὑπάρχειν ἡ δὲ ἐνδέχεσθαι σημαίνει, τῆς μὲν κατηγορικῆς ὑπάρχειν τεθείσης τῆς δὲ στερητικῆς ἐνδέχεσθαι οὐδέποτε ἔσται συλλογισμός, οὔτε καθόλου τῶν ὅρων οὔτ’ ἐν μέρει λαμβανομένων. ἀπόδειξις δὲ ἡ αὐτὴ καὶ διὰ τῶν αὐτῶν ὅρων." Ἐκθέμενος τὰς ἐξ ἀμφοτέρων τῶν προτάσεων ἐνδεχομένων συζυγίας νῦν βούλεται περὶ τῆς μίξεως τοῦ ὑπάρχοντος καὶ ἐνδεχομένου διαλαβεῖν. φησὶν οὖν ταύτας εἶναι ἀσυλλογίστους συζυγίας ἐπὶ ταύτης τῆς μίξεως ἐν τούτῳ τῷ σχήματι, λέγω δὴ τῷ δευτέρῳ, ὅσαι καταφατικὴν μὲν ἔχουσι τὴν ὑπάρχουσαν ἀποφατικὴν δὲ τὴν ἐνδεχομένην, ἐπειδὴ γὰρ μεταλαμβάνεται ἡ ἀποφατικὴ ἐνδεχομένη εἰς τὴν καταφατικήν, μεταληφθείσης δὲ γίνονται ὁμοιοσχήμονες αἱ προτάσεις, ἐν δὲ τῷ δευτέρῳ σχήματι πᾶσαι αἱ ἐξ ὁμοιοσχημόνων προτάσεων συζυγίαι ἀσυλλόγιστοί εἰσιν. ὅτι δέ, φησίν, ἀσυλλόγιστοί εἰσιν αἱ τοιαῦται συζυγίαι, οἱ αὐτοὶ ὅροι οἱ προσεχῶς ἡμῖν εἰρημένοι ἀρκέσουσιν ἡμῖν πρὸς τὸ δεῖξαι αὐτὰς συναγούσας καὶ τὸ παντὶ καὶ τὸ οὐδενὶ ἐξ ἀνάγκης· λευκὸν παντὶ ἵππῳ ὑπαρχέτω, ἀνθρώπῳ δὲ μηδενὶ ἐνδεχέσθω, καὶ συνάγεται ἵππος οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. τοῦτο δὲ ἀναιρετικόν ἐστι πάντων τῶν ἐνδεχομένων καὶ τῶν ὑπαρχόντων· ὥσπερ γὰρ ὃ ἐνδέχεται μηδενί, τοῦτο ἐνδέχεται παντί, οὕτω καὶ ὃ ὑπάρχει μηδενί, τοῦτο ὑπάρξαι ποτὲ παντί·2 τὸ γὰρ ὑπάρχον ἐνδεχόμενόν ἐστιν ἐκβεβηκός· ὃ δὲ ἀνάγκη μηδενί, τοῦτο οὔτε ὑπάρξαι ποτὲ παντὶ οὔτε ἐνδέχεσθαι δυνήσεται παντί.

“但是,如果一者表示实际从属而另一者表示可能,当肯定命题被设定为实际从属而否定命题被设定为可能时,无论词项是被全称地还是被特称地采纳,都绝不会有推论。而证明是相同的,并且是通过相同的词项进行的。” 在列举了两道前提皆为可能的结合之后,他现在希望论述实际从属与可能的混合。因此他说,在这一格中——我指第二格——对于这种混合而言,那些具有肯定的实际从属前提和否定的可能前提的结合是无推论的;因为否定的可能命题被转换为肯定命题,而一旦被转换,前提就变成了同形的,但在第二格中,所有由同形前提构成的结合都是无推论的。他说,这类结合是无推论的,我们刚才提到的相同词项将足以向我们证明它们推导出必然地既属于所有又不属于任何一个:设白实际属于所有的马,但可能不属于任何人类,于是推导出马必然不属于任何人类。而这是对所有可能命题和实际从属命题的否定;因为正如可能不属于任何一个的事物也可以可能属于所有,同样地,实际不属于任何一个的事物,也可以在某个时候属于所有(因为实际从属是实现了的可能);但是必然不属于任何一个的事物,既绝不能在某个时候属于所有,也不能可能属于所有。

语法注2 条
  1. 2.142ἐξ ὧν ἀναγκαῖόν ἐστιν ἀποφατικὸν τὸ συνηγμένον

    ἐξ ὧν 是包含先行词的关系分句,意为“从所推导出的结论是必然否定命题这一事实来看”,构成说明 δῆλον 之依据的介词短语。

  2. 2.146οὕτω καὶ ὃ ὑπάρχει μηδενί, τοῦτο ὑπάρξαι ποτὲ παντί

    不定式 ὑπάρξαι 在句法上承接前一并列分句的谓语动词 ἐνδέχεται,表达“不属于任何一个的事物可能在某个时候属于所有”的可能性推论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:217.22-219.10