← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§216.6-217.21

第二格可能结合的词项列举与对亚历山大的批判

约安尼斯·斐洛庞诺斯解释了亚里士多德如何通过列举推导必然否定结论的词项来证明第二格中两个可能前提的结合是无推论的,并从两前提不可共存的角度反驳了亚历山大关于也能列举出推导“必然属于所有”之词项的主张。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.141

" Ὅλως δέ, εἰ ἔστι συλλογισμός, δῆλον ὅτι τοῦ ἐνδέχεσθαι ἂν εἴη διὰ τὸ μηδετέραν τῶν προτάσεων εἰλῆφθαι ἐν τῷ ὑπάρχειν, καὶ οὗτος ἢ καταφατικὸς ἢ στερητικός." Νυνὶ διὰ τῶν ὅρων βούλεται δεῖξαι ἀσυλλογίστους τὰς τοῦ ἐνδεχομένου συζυγίας ἐν δευτέρῳ σχήματι. εἰ γὰρ ὅλως, φησί, συνάγουσί τι συμπέρασμα αἱ τοῦ ἐνδεχομένου προτάσεις ἐν δευτέρῳ σχήματι, ἐνδεχόμενον συνάγουσιν, ἐπεὶ ἀμφότεραι εἰσιν ἐνδεχόμεναι, καὶ τοῦτο πᾶσα ἀνάγκη ἢ καταφατικὸν εἶναι ἢ ἀποφατικόν. εἰ μὲν οὖν καταφατικόν τις ὑπόθοιτο εἶναι τὸ συμπέρασμα, πρῶτον μὲν ἄλογον τῆς μιᾶς ἀποφατικῆς οὔσης μὴ ἀποφατικὸν εἶναι τὸ συμπέρασμα, εἴγε ἀληθὴς ὁ λόγος ὁ λέγων τῇ χείρονι τῶν προτάσεων ἕπεσθαι τὸ συμπέρασμα. ἔπειτα ἐλέγχεται τὸ τοιοῦτον τῇ τῶν ὅρων παραθέσει. ἐκτίθεται γὰρ ὅρους συνάγοντας τὸ ‘ἀνάγκη μηδενί’· λευκὸν γὰρ ἐνδέχεται ἵππῳ μὲν μηδενὶ ὑπάρχειν ἀνθρώπῳ δὲ παντί, καὶ ὁμοίως ἵππος ἐξ ἀνάγκης οὐδενὶ ἀνθρώπῳ ὑπάρχει. ὅτι μὲν οὖν οὐ γίνεται καταφατικὸν συμπέρασμα, δῆλον ἐξ ὧν διὰ τῶν ὅρων εὑρήκαμεν τὸ ἐξ ἀνάγκης μηδενὶ συναγόμενον· τοῦτο γὰρ ἀναιρετικόν ἐστι πάντων τῶν καταφατικῶν. ὅτι δὲ οὐδὲ ἀποφατικὸν ἐνδεχόμενον συνάγεται, δῆλον ἐξ ὧν τὸ ἀναγκαῖον ἀποφατικὸν διὰ τῶν ὅρων συνηγάγομεν· τοῦτο γὰρ ἀναιρετικόν ἐστι πασῶν τῶν τοῦ ἐνδεχομένου προτάσεων. ὥστε οὔτε καταφατικὸν οὔτε ἀποφατικὸν ἐνδεχόμενον συνάγεται. οὕτω μὲν οὖν ὁ Ἀριστοτέλης διὰ τῶν ὅρων δείξας ἀποφατικὸν καθόλου ἀναγκαῖον συναγόμενον συμπέρασμα ἀσυλλογίστους δείκνυσι τὰς ἐν δευτέρῳ σχήματι τοῦ ἐνδεχομένου συζυγίας, οὐ καθὼς εἶχεν ἔθος ποιήσας· ἀεὶ γὰρ ἐδείκνυεν ἀσυλλογίστους τὰς ἀσυλλογίστους συζυγίας δεικνὺς αὐτὰς συναγούσας καὶ τὸ παντὶ καὶ τὸ μηδενὶ ἐξ ἀνάγκης· ἐνταῦθα δὲ ὅρους παρέθηκε μόνον τὸ ἐξ ἀνάγκης μηδενὶ συνάγοντας. φησὶ δὲ ὁ Ἀλέξανδρος ὅτι δυνατὸν καὶ ἐνταῦθα εὐπορῆσαι ὅρων καὶ τὸ παντὶ ἐξ ἀνάγκης συναγόντων. ἔστωσαν γὰρ ὅροι λευκόν, ζῷον καὶ εἶδός τι τῶν ὑπὸ τὸ ζῷον, οἷον ἄνθρωπος· λευκὸν μηδενὶ ζῴῳ ἐνδεχέσθω, λευκὸν παντὶ ἀνθρώπῳ ἐνδεχέσθω, καὶ συνάγεται ζῷον ἐξ ἀνάγκης παντὶ ἀνθρώπῳ. ταῦτα μὲν οὖν ὁ Ἀλέξανδρος βουλόμενος δεῖξαι ὡς δυνατὸν καὶ ταύτας τὰς συζυγίας διὰ τοῦ συνάγειν τὸ παντὶ καὶ μηδενὶ ἐξ ἀνάγκης ἀσυλλογίστους δεικνύναι. οὐκ ἀποδεκτέον δὲ αὐτὸν ἐν τούτῳ. δεῖ γάρ, ὡς πολλάκις εἴρηται, ἀμφοτέρας τὰς προτάσεις κατὰ τὸν αὐτὸν χρόνον ἀληθεῖς εἶναι· αἱ δὲ εἰλημμέναι ὑπὸ τοῦ Ἀλεξάνδρου προτάσεις ὡς συνάγουσαι τὸ ἐξ ἀνάγκης παντὶ οὐ δύνανται κατὰ τὸν αὐτὸν χρόνον ἀμφότεραι ἀληθεῖς εἶναι. εἰ γὰρ τὸ ἐνδέχεσθαι μηδενὶ ζῴῳ τὸ λευκὸν ὑποκέοιτο ἀληθὲς εἶναι, ψεῦδος ἂν εἴη τὸ λέγειν ἐνδέχεσθαι παντὶ ἀνθρώπῳ τὸ λευκὸν ὑπάρχειν· ὁ γὰρ ἄνθρωπος ὑπὸ τὸ ζῷόν ἐστιν, εἴρηται δὲ μηδενὶ ζῴῳ ἐνδέχεσθαι τὸ λευκόν. πλὴν αὐτῷ τούτῳ μετὰ πολλὰ καὶ ὁ Ἀλέξανδρος ἐπέστησεν, ὅτι οὐ δυνατὸν λαβεῖν ὅρους τοῦ ἐξ ἀνάγκης καὶ παντὶ ὑπάρχειν, καὶ μάλα εἰκότως. πῶς γὰρ ἐγχωρεῖ τὸ ‘ἀνάγκη παντί’ συνάγεσθαι; εἰ γὰρ συνάγοιτο τὸ ‘ἀνάγκη παντί’, ἀνάγκη τὸν ἐλάττονα ὅρον εἶδος εἶναι τοῦ μείζονος ἢ ἄλλως πως ἀεὶ ὑπ’ αὐτὸν εἶναι· εἰ δὲ τοῦτο, πᾶσα ἦν ἀνάγκη1 τὸν μέσον, ὡς ἂν κατηγοροῖτο τοῦ μείζονος, οὕτω κατηγορεῖσθαι καὶ τοῦ ἐλάττονος, ἐπειδὴ παντὸς τοῦ μείζονος κατηγορεῖται, παντὸς δὲ κατηγορούμενος περιέχει ἐν τῇ κατηγορίᾳ καὶ τὸν ἐλάττονα· ἐν δὲ τῷ δευτέρῳ σχήματι ἀνομοιοσχήμονές εἰσιν αἱ προτάσεις. εἰ τοίνυν λάβωμεν εἶδος τοῦ μείζονος ὅρου ὄντα τὸν ἐλάττονα, ψευδῆ πάντως ἀνάγκη λαμβάνειν τὴν ἑτέραν πρότασιν· ψευδὴς δὲ λαμβανομένη αὐτόθεν διὰ τὴν ὕλην καὶ οὐ διὰ τὸ σχῆμα ἕξει τὸ ἀσυλλόγιστον.2

“总的来说,如果有推论,显然由于两个前提都没有在实际从属中被采纳,[推论]将属于可能,并且这一推论要么是肯定的,要么是否定的。” 现在他希望通过词项来证明第二格中可能的结合是无推论的。他说,因为如果总的来说第二格中可能命题的前提推导出某种结论,既然两者都是可能命题,它们就推导出可能的结论,并且这结论完全必然地要么是肯定的,要么是否定的。那么,如果有人假设结论是肯定的,首先,在一项前提为否定的情况下结论却不是否定的,这是不合情理的,如果断言结论随从前提中较劣者的命题为真的话。其次,这样的事情通过词项的列举被反驳。因为他列举了推导出“必然不属于任何一个”的词项;因为白可能不属于任何马,但可能属于所有人类,并且同样地,马必然不属于任何人类。因此,肯定的结论并不产生,这从我们通过词项发现了推导出“必然不属于任何一个”来看是显而易见的;因为这排除了所有肯定命题。而且甚至可能否定命题也不能被推导出,这从我们通过词项推导出了必然否定命题来看是显而易见的;因为这排除了所有可能命题。所以既不能推导出肯定的可能命题,也不能推导出否定的可能命题。因此亚里士多德就这样通过词项证明推导出了全称必然否定结论,从而证明第二格中可能的结合是无推论的,尽管他并没有照他所习惯的方式来做;因为他总是通过证明那些无推论的结合推导出必然地“属于所有”与“不属于任何一个”,来证明它们是无推论的;但在此处他仅列举了推导出必然不属于任何一个的词项。然而亚历山大说,在此处同样有可能找到也推导出必然“属于所有”的词项。因为设词项为白、动物以及动物之下的某个种,例如人类;设白可能不属于任何动物,白可能属于所有人类,于是推导出动物必然属于所有人类。亚历山大说这些话,是希望表明同样可能通过推导出必然属于所有与不属于任何一个来证明这些结合是无推论的。但在这点上不应赞同他。因为正如屡次所说,两道前提必须在同一时间为真;但被亚历山大采纳为推导出必然属于所有的前提,不可能两者在同一时间皆为真。因为如果假设白可能不属于任何动物为真,那么说白可能属于所有人类就将是假的;因为人类在动物之下,而已经说过白可能不属于任何动物。不过亚历山大自己在许多论述之后也注意到了这一点本身,即不可能采纳必然且属于所有的词项,并且这是极为合乎常理的。因为怎么可能推导出“必然属于所有”呢?因为如果推导出“必然属于所有”,小词就必然是大词的种,或者在某种其他方式下始终在其之下;如果这样的话,中词完全必然地像对大词被断言那样,对小词也如此被断言,既然它是对大词的全部被断言的,而在对全部被断言时,它在断言中也包容了小词;但在第二格中各前提在形式上是相异的。因此,如果我们把小词设为大词的种,就完全必然把另一前提作为虚假的来采纳;而当前提被作为虚假的来采纳时,它将直接因质料而非因格而具有无推论性。

语法注2 条
  1. 2.141πᾶσα ἦν ἀνάγκη

    直陈式过去时 ἦν 处于紧随非真实条件假设(εἰ δὲ τοῦτο)的归结从句中,表示若条件满足本必然会出现的情形(带有必然性含义的动词省去 ἄν 的惯用法)。

  2. 2.141ψευδὴς δὲ λαμβανομένη αὐτόθεν διὰ τὴν ὕλην καὶ οὐ διὰ τὸ σχῆμα ἕξει τὸ ἀσυλλόγιστον

    λαμβανομένη 为表示条件的环境分词(“如果/当前提被采纳为虚假时”)。主语由上下文的前文 ἡ ἑτέρα πρότασις(另一前提)或整个推论所补充;此句说明由此产生的无推论性直接源于所选词项的内容(质料),而非出自推论形式(格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:216.6-217.21