- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:214.6-216.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《前分析篇》37a26–37a35,阐明作为全称可能否定命题不换位的推论,第二格中两个前提皆为可能命题的推论既不能通过换位也不能通过归谬法得以成立。
" Δῆλον οὖν ὅτι πρὸς τὸ οὕτως ἐνδεχόμενον καὶ μὴ ἐνδεχόμενον, ὡς ἐν ἀρχῇ διωρίσαμεν, οὐ μόνον τὸ ἐξ ἀνάγκης τινὶ ὑπάρχειν ἀλλὰ καὶ τὸ ἐξ ἀνάγκης τινὶ μὴ ὑπάρχειν ληπτέον. τούτου δὲ ληφθέντος οὐδὲν συμβαίνει ἀδύνατον, ὥστε οὐ γίνεται συλλογισμός. φανερὸν οὖν ἐκ τῶν εἰρημένων ὅτι οὐκ ἀντιστρέφει τὸ στερητικόν." Συμπέρασμα ἐπιφέρει τῶν εἰρημένων. ἐκ τῶν εἰρημένων, φησί, δῆλόν ἐστιν ἡμῖν ὅτι τοῦ διορισθέντος ἡμῖν ἐξ ἀρχῆς ἐνδεχομένου (“οὗ μὴ ὄντος ἀναγκαίου τεθέντος δὲ οὐδὲν ἀδύνατον ἀκολουθεῖ”· ἔστι γὰρ καὶ τὸ κοινοτέρως λεγόμενον ἐνδεχόμενον, ὡς πολλάκις εἰρήκαμεν) καὶ τῇ ἀποφάσει τῇ ‘ἐνδέχεται μηδενί’ καὶ τῇ καταφάσει τῇ ‘ἐνδέχεται παντί’ δύο εἰσὶ καὶ τὰ αὐτὰ ἑκάστῳ τὰ ἀντικείμενα, τὸ ‘ἀνάγκη τινί’ καὶ ‘ἀνάγκη μὴ παντί’. ὥστε τοὺς κεχρημένους τῇ εἰς ἀδύνατον ἀπαγωγῇ ἐφ’ ἑκατέρᾳ τῶν προτάσεων τούτων ἀμφότερα δεῖ λαμβάνειν τὰ ἀντικείμενα. ὑποτεθέντος δὲ τοῦ ‘ἀνάγκη μὴ παντί’ οὐδὲν ἀδύνατον ἠκολούθει· ὥστε, φησίν, οὐ γίνεται συλλογισμός, τουτέστιν οὐδὲν ἀδύνατον συμπέρασμα ἡμῖν ἀκολουθήσει· συλλογισμὸν γὰρ ἐνταῦθα ἐκάλεσε τὸ συμπέρασμα.1 εἰ δὲ μὴ ἀκολουθεῖ τι ἀδύνατον, οὐδὲ διὰ τούτου ἄρα δειχθήσεται ἀντιστρέφουσα πρὸς ἑαυτὴν ἡ τοῦ ἐνδεχομένου καθόλου ἀπόφασις.
“因此显然,对于如我们在起初所规定的这样可能与不可能,不仅应当采纳必然属于某个,而且应当采纳必然不属于某个。而当采纳了这个时,不会导致任何不可能,因此推论不会产生。所以由所述之事显而易见,否定命题并不换位。” 他引出了所述之事的结论。他说,由所述之事对我们而言显而易见:对于我们在起初所规定的可能(即“在不是必然的、但被设定时不会随之产生任何不可能之物”;因为正如我们屡次所说,也存在着在更一般意义上被言说的可能),无论对于否定命题“可能不属于任何一个”,还是肯定命题“可能属于所有”,各自相对立的项都是相同的两个,即“必然属于某个”与“必然不属于所有”。所以,对于这两道命题中的每一道采用归谬法的人,都必须采纳这两个对立项。而在假设了“必然不属于所有”时,并未随之产生任何不可能之物;因此,他说,“推论不会产生”,也就是对我们而言不会随之产生任何不可能的结论;因为他在此处将结论称为“推论”。而如果不随之产生任何不可能之物,那么全称可能否定命题借此也就不会被证明能够与自身换位。
"Τούτου δὲ δειχθέντος κείσθω τὸ Α τῷ μὲν Β ἐνδέχεσθαι μηδενὶ τῷ δὲ Γ παντί. διὰ μὲν οὖν τῆς ἀντιστροφῆς οὐ γίνεται συλλογισμός· εἴρηται γὰρ ὅτι οὐκ ἀντιστρέφει ἡ τοιαύτη πρότασις." Τὰ χρήσιμα αὐτῷ ἐσόμενα πρὸς τὴν διδασκαλίαν τῶν ἐν δευτέρῳ σχήματι συλλογισμῶν εἰπὼν νῦν ἐπὶ τὰς συζυγίας αὐτὰς μετέρχεται, καὶ δείκνυσιν ὅτι οὐκ ἐνδέχεται ἐξ ἀμφοτέρων τῶν προτάσεων ἐνδεχομένων ἐν δευτέρῳ σχήματι συλλογισμὸν γενέσθαι. δεῖ γὰρ ἐν τούτῳ τῷ σχήματι ἀνομοιοσχήμονας εἶναι τὰς συλλογιστικὰς προτάσεις· ἐνδεχομένων δὲ ἀμφοτέρων οὐσῶν ἀδύνατον αὐτάς, ὅπως ἂν ληφθῶσιν, ἀνομοιοσχήμονας εἶναι, ἀεὶ τῆς ἀποφατικῆς μεταλαμβανομένης εἰς καταφατικήν. ὑποκείσθω γάρ, φησί, συζυγία ἐκ τῆς μείζονος ἀποφατικῆς τῆς δὲ ἐλάττονος καταφατικῆς· οἷον τὸ Α τῷ μὲν Β μηδενὶ ἐνδεχέσθω, τῷ δὲ Γ παντί. ταύτην φησὶν οὔτε δι’ ἀντιστροφῆς δεῖξαι δυνατὸν ἀνάγοντας εἰς τὸ πρῶτον σχῆμα2 οὔτε τῇ εἰς ἀδύνατον ἀπαγωγῇ οὔτε τῇ τῶν ὅρων παραθέσει. καὶ ὅτι μὲν δι’ ἀντιστροφῆς οὐ δυνατόν, δῆλον· δέδεικται γὰρ ὅτι ἡ ἀπόφασις τοῦ ἐνδεχομένου οὐκ ἀντιστρέφει πρὸς ἑαυτήν.
“而在此已被证明之后,设Α可能不属于任何Β,而可能属于所有Γ。于是通过换位并不会产生推论;因为已经说过,这样的命题并不换位。” 在说明了对于讲授第二格中的推论对自己有用的事柄之后,他现在转向这些结合本身,并证明在第二格中由两个前提皆为可能命题是不可能产生推论的。因为在这一格中,构成推论的前提必须在形式上相异[一肯一否];但当两者皆为可能命题时,无论它们怎样被采纳,都不可能是形式相异的,因为否定命题总是被转变为肯定命题。他说,设想由大前提为否定、小前提为肯定构成的结合;例如,设Α可能不属于任何Β,而可能属于所有Γ。他说,无论通过换位将其归约到第一格,还是通过归谬法,抑或通过列举词项,都不能证明这一点。而通过换位是不可能的,这很显然;因为已经证明,可能的否定命题不能与自身换位。
"Ἀλλ’ οὐδὲ διὰ τοῦ ἀδυνάτου· τεθέντος γὰρ τοῦ Β παντὶ τῷ Γ ἐνδέχεσθαι ὑπάρχειν οὐδὲν συμβαίνει ψεῦδος· ἐνδέχοιτο γὰρ ἂν τὸ Α τῷ Γ καὶ παντὶ καὶ μηδενὶ ὑπάρχειν." Δείξας μὴ δυνάμενον δι’ ἀντιστροφῆς ἐν δευτέρῳ σχήματι γενέσθαι συλλογισμὸν νῦν δείκνυσιν ὅτι οὐδὲ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ δυνατόν ἐστι συμπέρασμά τι συναγαγεῖν ἐν δευτέρῳ σχήματι. ἔστω γὰρ τὸ Α τῷ Β ἐνδέχεσθαι μηδενί, τῷ δὲ Γ ἐνδέχεσθαι παντί· ἴδωμεν οὖν εἰ δυνατὸν τῇ εἰς ἀδύνατον δείξει χρήσασθαι. ὑποκείσθω γὰρ συνάγειν ὅτι τὸ Β ἐνδέχεται μηδενὶ τῷ Γ ὑπάρχειν· τοῦτο γὰρ ἂν συνήγαγεν, εἴγε συνῆγεν. δεικνύωμεν οὖν τοῦτο, εἰ δυνατόν, τῇ δείξει τῇ διὰ τοῦ ἀδυνάτου. εἰ γὰρ ψεῦδος τὸ ‘ἐνδέχεται μηδενὶ τῶν Γ τὸ Β’, ἔσται τὸ ‘οὐκ ἐνδέχεται μηδενί’ ἀληθές, ὅπερ ταὐτόν ἐστι τῷ ‘ἀνάγκη τινί’. εἰ τοίνυν τὸ Α ἐνδέχεται μηδενὶ τῷ Β, τὸ δὲ Β ἀνάγκη τινὶ τῶν Γ, γίνεται τὸ πρῶτον σχῆμα ἐκ τῆς μείζονος ἐνδεχομένης ἀποφατικῆς τῆς δὲ ἐλάττονος ἀναγκαίας μερικῆς καταφατικῆς· συνάγει δὲ τὸ ὅτι τὸ Α οὐ παντὶ τῷ Γ ἐνδέχεται·3 ἦν δὲ καὶ παντὶ ἐνδεχομένως, καὶ οὐδὲν ἀδύνατον τὸ παντὶ ἐνδεχόμενον ἐνδέχεσθαι μὴ παντί. οὕτω μὲν οὖν οὐ δυνατὸν τῇ διὰ τοῦ ἀδυνάτου δείξει χρήσασθαι. ἰστέον δὲ ὅτι ὁ Ἀριστοτέλης τῇ ‘οὐκ ἐνδέχεται μηδενί’ ἰσοδυναμοῦσαν ἔλαβε τὴν ‘ἀνάγκη παντί, ὅπερ ἐπί τινων μὲν ὅρων ἀληθεύει, οὐκ ἐπὶ πάντων δέ· ἀλλ’ ἀεὶ τὸ ‘ἀνάγκη τινί’. ἀλλὰ ὁ Ἀριστοτέλης ἐκ περιουσίας ἐλέγξαι βουλόμενος τὸν λόγον τὸ ‘ἀνάγκη παντί’ ὑπέθετο δεικνὺς ὅτι, εἰ ταύτῃ ὑποτεθείσῃ οὐδὲν ἀδύνατον ἀκολουθεῖ, πολλῷ γε μᾶλλον τῇ ‘ἀνάγκη τινί’· ἀκολουθεῖ γὰρ τῷ καθόλου τὸ μερικόν. τεθέντος γάρ, φησί, τοῦ Β παντὶ τῷ Γ ἐνδέχεσθαι ὑπάρχειν, τουτέστιν ἀνάγκη παντὶ ὑπάρχειν, οὐδὲν ἀδύνατον συμβαίνει· εἰ γὰρ τὸ Α οὐδενὶ τῷ Β ἐνδέχεται, τὸ δὲ Β παντὶ τῷ Γ ἀνάγκη ὑπάρχειν, γίνεται τὸ πρῶτον σχῆμα καὶ συνάγεται ‘τὸ Α ἐνδέχεται μηδενὶ τῶν Γ’· ἦν δὲ καὶ παντὶ ἐνδεχομένως, καὶ οὐδὲν ἀδύνατον.
“但也绝不能通过不可能;因为当设定Β可能属于所有Γ时,不会导致任何虚假;因为Α可能既属于所有Γ,也可能不属于任何Γ。” 在证明了第二格中不能通过换位产生推论之后,他现在证明在第二格中也不能通过归谬法推导出任何结论。因为设Α可能不属于任何Β,而可能属于所有Γ;让我们来看是否能使用归谬论证。因为假设推导出Β可能不属于任何Γ;因为如果它确实推导出的话,它本会推导出这个。那么如果可能的话,让我们用归谬论证来证明这一点。因为如果“Β可能不属于任何Γ”是假的,“并非可能不属于任何一个”就将是真的,而这与“必然属于某个”是同一回事。因此,如果Α可能不属于任何Β,而Β必然属于某个Γ,第一格就由大前提为可能否定、小前提为必然特称肯定构成;而它推导出Α并非可能属于所有Γ;但它原先也是可能属于所有的,而可能属于所有的事物可能不属于所有,这绝非不可能。因此,这样就不能使用归谬论证。但应当知晓的是,亚里士多德采纳了与“并非可能不属于任何一个”等值的“必然属于所有”,这在某些词项上为真,但并非在所有词项上都真;而“必然属于某个”则始终为真。然而亚里士多德希望以充裕的论据来反驳这一论证,因而假设了“必然属于所有”,以表明如果设定了这个也不会随之产生任何不可能之物,那么对于“必然属于某个”就更加不会了;因为特称随全称而来。因为他说,“当设定Β可能属于所有Γ时”,也就是设定必然属于所有时,不会导致任何不可能;因为如果Α可能不属于任何Β,而Β必然属于所有Γ,第一格就形成了,并推导出“Α可能不属于任何Γ”;但它原先在可能性上也是属于所有的,这毫无不可能之处。
- 2.138συλλογισμὸν γὰρ ἐνταῦθα ἐκάλεσε τὸ συμπέρασμα
双重宾格结构(συλλογισμὸν ... ἐκάλεσε τὸ συμπέρασμα)。在动词 ἐκάλεσε(“称为”)后,带有定冠词的 τὸ συμπέρασμα 用作直接宾格(宾语),不带冠词的 συλλογισμὸν 用作述谓宾格(补足语)。
- 2.139ταύτην φησὶν οὔτε δι’ ἀντιστροφῆς δεῖξαι δυνατὸν ἀνάγοντας εἰς τὸ πρῶτον σχῆμα
非人称结构 δεῖξαι δυνατόν [ἐστι] 与指代前文 συζυγία 的宾格代词 ταύτην(作 δεῖξαι 的宾语)以及表示施事主语的宾格分词 ἀνάγοντας 相结合。句法结构为:“[将它]归约到第一格的人通过换位证明这一[结合]是不可能的”。
- 2.140συνάγει δὲ τὸ ὅτι τὸ Α οὐ παντὶ τῷ Γ ἐνδέχεται
动词 συνάγει(“推导出”)带有由中性单数宾格冠词 τὸ 引导的 ὅτι 从句(名词性从句)作为直接宾语。它表示推导出的命题内容,在后文中与 τὸ παντὶ ἐνδεχόμενον 相对比,以证明归谬中并未产生真正的矛盾。
