- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:212.20-214.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德(37a20)的论述,斐洛波诺斯结合“被运动者”与“物体”的具体实例,阐明与“可能属于所有”相对立的兼有“必然属于某个”与“必然不属于所有”两者。
" Εἰ οὖν τις ἀξιοίη, ἐπεὶ οὐκ ἐνδέχεται τὸ Γ τῷ Δ παντὶ ὑπάρχειν, ἐξ ἀνάγκης τινὶ μὴ ὑπάρχειν αὐτό,1 ψεῦδος ἂν λαμβάνοι· παντὶ γὰρ ὑπάρχει, ἀλλ’ ἐνίοις ἐξ ἀνάγκης ὑπάρχει, διὰ τοῦτό φαμεν οὐ παντὶ ἐνδέχεσθαι. ὥστε τῷ ἐνδέχεσθαι παντὶ ὑπάρχειν τό τε ἐξ ἀνάγκης τινὶ ὑπάρχειν ἀντίκειται καὶ τό ἐξ ἀνάγκης τινὶ μὴ ὑπάρχειν. ὁμοίως δὲ καὶ τῷ ἐνδέχεσθαι μηδενί." Ὃ λέγει τοιοῦτόν ἐστιν. ὥσπερ, φησίν, εἴ τις ἀξιώσειεν ἀντιστρέφειν πρὸς ἑαυτὴν τὴν καθόλου καταφατικὴν καὶ λέγοι οὕτως ‘ἐπεὶ τὸ Δ παντὶ τῷ Γ ἐνδέχεται ὑπάρχειν, καὶ τὸ Γ παντὶ τῷ Δ ἐνδέχεται ὑπάρχειν’, εἶτα τοῦτο ἐπιχειροίη κατασκευάζειν οὕτως ‘εἰ γὰρ ψεῦδος τὸ παντὶ τῷ Δ τὸ Γ ἐνδέχεσθαι ὑπάρχειν, ἀληθὲς ἄρα τὸ ‘οὐκ ἐνδέχεται παντὶ τῷ Δ τὸ Γ’, εἶτα ἀντὶ τούτου παραλάβοι τὸ ‘ἀνάγκη μὴ παντί’ μόνον, κακῶς ποιεῖ, διότι ἐνδέχεται ἐπί τινων ὅρων τὸ Γ τῷ Δ παντὶ ὑπάρχειν, οὕτως δὲ παντὶ ὑπάρχειν ὡς τισὶ μὲν ἐξ ἀνάγκης ὑπάρχειν, τισὶ δὲ ὑπαρχόντως,2 καὶ διὰ τοῦτο συμβαίνει, διὰ τὸ μὴ πᾶσιν ἐξ ἀνάγκης ὑπάρχειν, ἀληθεύειν τὸ ‘ἀνάγκη μὴ παντὶ τῷ Δ τὸ Γ’, διότι δὲ πάλιν καὶ τισὶν ἐξ ἀνάγκης ὑπάρχει, ἀληθεύειν τὸ ‘ἀνάγκη τινί’. οἷον ἔστω κινούμενον καὶ σῶμα· λέγω οὕτως· κινούμενον παντὶ σώματι ὑπάρχει, καὶ ἔστιν ἀληθὴς ὁ λόγος· δύναμαι ἐπὶ τούτων τῶν ὅρων ἀντιστρέψας εἰπεῖν καὶ ὅτι σῶμα παντὶ κινουμένῳ ὑπάρχει, ἀλλὰ τινὶ μὲν ἐξ ἀνάγκης, οἷον τῇ κυκλοφορίᾳ τοῦ οὐρανοῦ, τινὶ δὲ οὐκ ἐξ ἀνάγκης, οἷον τῇ βαδίσει· οὐδὲ γὰρ ἀεὶ συνυπάρχουσιν ἀλλήλοις σῶμα καὶ βάδισις· διόπερ οὐκ ἀναγκαία ἐστὶν ἡ συνύπαρξις αὐτῶν. ὥστε οὐ καλῶς τις λαμβάνει ὅτι, εἰ μὴ τὸ Γ τῷ Δ ἐνδέχεται παντί, ἀνάγκη μὴ παντὶ μόνως (δέδεικται γὰρ ὅτι δυνατὸν εὑρεῖν ὅρους τὸ ὑπάρχειν παντὶ τῷ Δ τὸ Γ συνάγοντας· εἰ δὲ παντὶ ὑπάρχει, ψεῦδος τὸ λέγειν ὅτι ἀνάγκη μὴ παντὶ μόνως), ἀλλ’ ὅτι καὶ ἀνάγκη τινί. ὥστε τῷ ἐνδέχεσθαι παντὶ δύο ἀντίκεινται προτάσεις, ἥ τε ‘ἀνάγκη μὴ παντί’ καὶ ἡ ‘ἀνάγκη τινί’, καὶ οὐ δεῖ τὴν ‘ἀνάγκη μὴ παντί’ μόνην παραλαμβάνειν ὡς ἀντικειμένην. ὡσαύτως δὲ καὶ τῇ ‘ἐνδέχεται μηδενί’ αἱ αὐταὶ δύο ἀντίκεινται. καὶ οὐ δεῖ τὴν ‘ἀνάγκη τινί’ μόνην παραλαμβάνειν τοὺς εἰς ἀδύνατόν τι βουλομένους ἀπαγαγεῖν καὶ τὸ ἀντιφατικῶς ἀντικείμενον τῷ ‘οὐκ ἐνδέχεται μηδενί’ εἰσάγειν τὸ ‘ἐνδέχεται μηδενί’. ἐπισημειωσώμεθα δὲ καὶ κατὰ τὴν λέξιν τὰ εἰρημένα. Εἰ οὖν τις ἀξιοίη, ἐπεὶ οὐκ ἐνδέχεται τὸ Γ τῷ Δ παντὶ ὑπάρχειν, ἐξ ἀνάγκης τινὶ μὴ ὑπάρχειν αὐτό, ψεῦδος ἂν λαμβάνοι. εἰ ὑποθεμένων ἡμῶν, φησί, τὸ Δ τῷ Γ ἐνδέχεσθαι παντὶ ἀντιστρέψας τις εἴποι καὶ τὸ Γ τῷ Δ ἐνδέχεσθαι παντί (εἰ γὰρ τοῦτο ψεῦδος, τὸ ‘οὐκ ἐνδέχεται παντί’ ἀληθές, ὅπερ ἐστὶ ταὐτὸν τῷ ‘ἀνάγκη μὴ παντί’ μόνῳ), ψεῦδος ἂν λέγοι ὁ τοιοῦτος. ὅτι δὲ ψεύδεται, τὴν αἰτίαν ἐπάγει· παντὶ γὰρ ὑπάρχει, φησί, τουτέστι δυνατὸν εὑρεῖν ὅρους τὸ παντὶ ὑπάρχειν τῷ Δ τὸ Γ συνάγοντας. οὐκοῦν οὐκ ἀληθὲς εἰπεῖν ὡς ἀνάγκη μὴ παντὶ μόνως. πόθεν δὲ ὅλως ἀληθεύει κατά τι τὸ ἀνάγκη μὴ παντί, εἴπερ δυνατὸν εὑρεῖν ὅρους τὸ ὑπάρχειν παντὶ συνάγοντας, τούτου τὴν αἰτίαν ἐπήγαγεν. ἀλλ’ ὅτι, φησίν, ἐνίοις ἐξ ἀνάγκης ὑπάρχει, διὰ τοῦτό φαμεν οὐ παντὶ ἐνδέχεσθαι. ἐφ’ ὧν, φησίν, ὅρων εὑρίσκομεν κατηγορούμενον παντὸς τοῦ Δ τὸ Γ,3 τισὶ μὲν τῶν ὑπὸ τὸ Δ ἀναγκαίως ὑπάρχει, τισὶ δὲ οὐκ ἀναγκαίως. ἐπειδὴ τοίνυν μὴ πᾶσιν ἀναγκαίως ὑπάρχει, διὰ τοῦτο ἀληθὲς τὸ λέγειν ὅτι ἀνάγκη μὴ παντί· [ὥστε] ἐπειδὴ 〈δὲ〉 καὶ τισὶν ἀναγκαίως ὑπάρχει, ἀληθεύσει καὶ τὸ ἀνάγκη τινί. ὥστε, φησί, τῷ ἐνδέχεσθαι παντὶ τὰ ἀντικείμενα, ἐπειδὴ τοῦτο ὑποθέσθαι ἐβούλοντο, δύο εἰσὶ τὸ ‘ἀνάγκη τινί’ καὶ ‘ἀνάγκη μὴ παντί’. ὁμοίως δὲ καὶ τῷ ἐνδέχεσθαι μηδενί.
“因此,若有人主张,既然Γ并非可能属于所有Δ,就必然不属于某个,那么他将采纳一个虚假之物;因为它属于所有,但对某些事物是必然地属于,正因此我们说并非对所有都可能。所以,与可能属于所有相对立的,既有必然属于某个,也有必然不属于某个。同样地,与可能不属于任何一个相对立的也是如此。” 他所说的是这样的。他说,正如若有人主张全称肯定[命题]与自身换位,并这样说:“既然Δ可能属于所有Γ,Γ也可能属于所有Δ”,然后试图这样确立这一点:“因为如果Γ可能属于所有Δ是假的,那么‘Γ并非可能属于所有Δ’就是真的”,接着只采用“必然不属于所有”来代替它,他就做错了,因为在某些词项上,Γ可能属于所有Δ,但这样属于所有是以必然属于某些、而事实性地属于某些的方式属于,由于不必然属于所有,因而导致“Γ必然不属于所有Δ”为真,又因为对某些事物是必然属于,因而“必然属于某个”也为真。例如,设为被运动者与物体;我这样说:被运动者属于一切物体,而这说法是真的;在这些词项上换位之后,我也能说物体属于一切被运动者,但对某些是必然的,如天体的圆周运动,而对某些则不是必然的,如步行;因为物体与步行并非总是相互共存;所以它们的共存不是必然的。因此,有人认为若Γ并非可能属于所有Δ,就仅仅是必然不属于所有,这是不恰当的(因为已经表明,能够找到推导出Γ属于所有Δ的词项;而如果它属于所有,说仅仅必然不属于所有就是假的),而是应当认为它也必然属于某个。所以,与可能属于所有相对立的有两道命题,即“必然不属于所有”与“必然属于某个”,而不应当仅仅把“必然不属于所有”作为对立项来采纳。同样地,与“可能不属于任何一个”相对立的也是相同的这两个。那些希望归谬于不可能并引入与“并非可能不属于任何一个”矛盾对立的“可能不属于任何一个”的人,也不应当仅仅采纳“必然属于某个”。让我们也依其文词对所说之事作一说明。“因此,若有人主张,既然Γ并非可能属于所有Δ,就必然不属于某个,那么他将采纳一个虚假之物。”他说,如果我们在假设了Δ可能属于所有Γ之后,有人换位并说Γ也可能属于所有Δ(因为如果这是假的,“并非可能属于所有”就是真的,而这与仅仅“必然不属于所有”是同一回事),这样的人将是在说假话。而关于他是在说假话,他[亚里士多德]引出了原因;因为“它属于所有”,他说,也就是能够找到推导出Γ属于所有Δ的词项。因此,说仅仅必然不属于所有并不是真的。但是,如果确实能够找到推导出属于所有的词项,那么“必然不属于所有”何以在某种程度上全然为真呢?对此他[亚里士多德]引出了原因。“但因为,”他说,“对某些事物是必然地属于,正因此我们说并非对所有都可能。”他说,在我们发现Γ被述说于所有Δ的那些词项上,它必然属于Δ之下的某些事物,而对某些事物则不是必然属于。因此,既然并非必然属于所有,正因此说必然不属于所有就是真的;而既然也必然属于某些事物,“必然属于某个”也将为真。所以,他说,与可能属于所有相对立的项——既然他们想假设这个——有两个,即“必然属于某个”和“必然不属于所有”。“同样地,与可能不属于任何一个相对立的也是如此。”
- 2.137Εἰ οὖν τις ἀξιοίη, ἐπεὶ οὐκ ἐνδέχεται τὸ Γ τῷ Δ παντὶ ὑπάρχειν, ἐξ ἀνάγκης τινὶ μὴ ὑπάρχειν αὐτό
由 ἐπεί 引导的因果从句(“既然Γ并非可能属于所有Δ”)嵌套在 ἀξιοίη(“主张”)所支配的不定式短语 ἐξ ἀνάγκης τινὶ μὴ ὑπάρχειν αὐτό(“它必然不属于某个”)之内。主句为 ψεῦδος ἂν λαμβάνοι(“他将采纳一个虚假之物”),整体构成带有 ἄν 的希求法条件句(潜势条件)。
- 2.137οὕτως δὲ παντὶ ὑπάρχειν ὡς τισὶ μὲν ἐξ ἀνάγκης ὑπάρχειν, τισὶ δὲ ὑπαρχόντως
οὕτως ... ὡς ... 构成表示样态或结果的相关结构,意为“这样属于所有,以至于(以这种方式):对某些是必然地属于,而对某些则是实然地(ὑπαρχόντως)属于”。ὑπαρχόντως 为逻辑术语,作为副词与必然(ἐξ ἀνάγκης)相对,表示断定性、事实性的属于。
- 2.137ἐφ’ ὧν, φησίν, ὅρων εὑρίσκομεν κατηγορούμενον παντὸς τοῦ Δ τὸ Γ
关系代词 ὧν 前置修饰名词 ὅρων,构成语序倒置(hyperbaton)。按常规语序相当于 ἐπὶ τούτων τῶν ὅρων, ἐφ’ ὧν εὑρίσκομεν...,意为“在我们发现Γ被述说于所有Δ的那些词项上”。
