← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§211.3-212.19

驳全称可能否定命题换位之归谬法

菲洛波庞斯注解了亚里士多德在37a14中对试图通过归谬法证明全称可能否定换位的驳斥,详细阐明了“并非可能不属于任何一个”同时包含“必然属于某个”和“必然不属于某个(并非必然属于所有)”两层含义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.136

" Τοῦτο δ’ ἀδύνατον· οὐ γάρ, εἰ μὴ ἐνδέχεται μηδενὶ τὸ Β τῶν Α, ἀνάγκη τινὶ ὑπάρχειν. τὸ γὰρ μὴ ἐνδέχεσθαι μηδενὶ διχῶς λέγεται, τὸ μὲν εἰ ἐξ ἀνάγκης τινὶ ὑπάρχει,1 τὸ δὲ εἰ ἐξ ἀνάγκης τινὶ μὴ ὑπάρχει· τὸ γὰρ ἐξ ἀνάγκης τινὶ τῶν Α μὴ ὑπάρχον οὐκ ἀληθὲς εἰπεῖν ὡς παντὶ ἐνδέχεται μὴ ὑπάρχειν, ὥσπερ οὐδὲ τὸ τινὶ ὑπάρχον ἐξ ἀνάγκης ὅτι παντὶ ἐνδέχεται ὑπάρχειν." Ἐκθέμενος ἀνωτέρω τὴν εἰς ἀδύνατον ἀπαγωγήν, ᾗ ἄν τις ἐχρήσατο πρὸς τὸ δεῖξαι τὴν καθόλου ἀποφατικὴν ἐνδεχομένην πρὸς ἑαυτὴν ἀντιστρέφουσαν, διὰ τούτων αὐτὴν τὴν δεῖξιν ἐλέγχει ὡς οὐκ οὖσαν ἀληθῆ ἀλλ’ ἀδύνατον. τί οὖν λέγει; οὐ δεῖ, φησίν, εἰ τῇ ‘ἀνάγκῃ τινί’ ὑποτεθείσῃ ἀδύνατόν τι ἠκολούθησε, τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ ‘ἐνδέχεται μηδενί’ λέγειν ἀληθὲς εἶναι2 καὶ διὰ τοῦτο ἀντιστρέφειν οἴεσθαι πρὸς ἑαυτὴν τὴν τοῦ ἐνδεχομένου ἀπόφασιν· ἡ γὰρ ‘οὐκ ἐνδέχεται μηδενί’, ἣν ὑπεθέμεθα, ἵνα δείξωμεν τὸ ἀδύνατον, οὐ μόνον τὴν ‘ἀνάγκη τινί’ περιέχει ἀλλὰ καὶ τὴν ‘ἀνάγκη μὴ παντί’, ὡς ἀνωτέρω δέδεικται. εἰ τοίνυν τῆς ‘οὐκ ἐνδέχεται μηδενί’ ἀμφότεραι αἱ μερικαὶ τοῦ ἀναγκαίου μέρη εἰσί (περιέχονται γὰρ ὑπ’ αὐτῆς), οὐ δεῖ τῷ ἑνὶ μόνῳ μέρει αὐτῆς δεῖξαι τὸ ἀδύνατον ἀκολουθοῦν τῷ ‘ἀνάγκη τινί’, ἀλλὰ καὶ τῷ ‘ἀνάγκη μὴ παντί’. δεῖ οὖν καὶ ταύτην ὑποθέσθαι καὶ δεῖξαι ἀδύνατόν τι ἀκολουθοῦν, ἵνα τῇ ὅλῃ προτάσει τῇ ‘οὐκ ἐνδέχεται μηδενί’, τουτέστι τοῖς μέρεσιν αὐτῆς πᾶσι, δείξαντες ἀκολουθοῦν τὸ ἀδύνατον τότε τὴν ἀντιφατικῶς αὐτῇ ἀντικειμένην εἰσαγάγωμεν τὴν ‘ἐνδέχεται μηδενί’· ὅλον γὰρ δεῖ δεῖξαι πρὸς ἑαυτὸ τὸ ἐνδεχόμενον ἀντιστρέφον, τουτέστι τὴν ὅλην πρότασιν πρὸς ὅλην ἑαυτὴν καὶ οὐ πρὸς τὸ ἥμισυ. ἀλλὰ μὴν τῇ ‘ἀνάγκη μὴ παντί’ ὑποτεθείσῃ οὐδὲν ἀδύνατον ἀκολουθεῖ· τὴν γὰρ ἀρχὴν οὐδὲ ἀντιστρέφει· δῆλον ἄρα ὅτι οὐκ ἔστι χρησαμένους τῇ εἰς ἀδύνατον ἀπαγωγῇ δεῖξαι3 τὴν καθόλου ἀποφατικὴν ἐνδεχομένην πρὸς ἑαυτὴν ἀντιστρέφουσαν. καὶ ἡ μὲν ἔννοια αὕτη. δεῖ δὲ σαφηνίσαι τὴν λέξιν. φησὶν οὖν ὅτι κακῶς ὑποθέμενοι τὸ ‘ἐξ ἀνάγκης τινί’ μόνον ἀντὶ τοῦ ‘οὐκ ἐνδέχεται μηδενί’ τούτῳ μόνῳ τὸ ἀδύνατον ἐδείξατε ἀκολουθοῦν· τὸ γὰρ ‘οὐκ ἐνδέχεται μηδενί’ δύο περιέχει, τὸ ‘ἀνάγκη τινί’ καὶ τὸ ‘ἀνάγκη μὴ παντί’. ἔδει οὖν ὑποθεμένους τὸ ‘ἀνάγκη τινί’ ὑποθέσθαι καὶ τὸ ‘ἀνάγκη μὴ παντί’. Τὸ γὰρ ἐξ ἀνάγκης, φησί, τινὶ τῶν Α μὴ ὑπάρχον οὐκ ἀληθὲς εἰπεῖν ὡς παντὶ ἐνδέχεται μὴ ὑπάρχειν, ὥσπερ οὐδὲ τὸ τινὶ ὑπάρχον ἐξ ἀνάγκης ὅτι παντὶ ἐνδέχεται ὑπάρχειν. ἐξ ἀναλογίας τινὸς δείκνυσιν ὅτι ἐν τῷ ‘οὐκ ἐνδέχεται μηδενί’ οὐ μόνον ἡ ‘ἀνάγκη τινί’ περιέχεται ἀλλὰ καὶ ἡ ‘ἀνάγκη μὴ παντί’. ὥσπερ γάρ, φησίν, ἡ ‘ἀνάγκη τινί’ οὐ περιέχεται ἐν ‘τῇ ἐνδέχεται παντί’, ἐπειδὴ ὃ ἐνδέχεται παντί, τοῦτο ἐνδέχεται μηδενί, καὶ ἐπειδὴ ἐν ταύτῃ οὐ περιέχεται, πᾶσα ἀνάγκη ἐν τῇ ἀντιφατικῶς αὐτῇ ἀντικειμένῃ περιέχεσθαι τῇ ‘οὐκ ἐνδέχεται παντί’, οὕτω δὴ καὶ ἡ ‘ἀνάγκη μὴ παντί’, ἐπειδὴ μὴ περιέχεται ἐν τῇ ‘ἐνδέχεται μηδενί’ (ὃ γὰρ ἐνδέχεται μηδενί, ἐνδέχεται παντί· ὃ δὲ ἐνδέχεται παντί, οὐκ ἀληθὲς εἰπεῖν ὡς ἀνάγκη μὴ παντί), εἰ τοίνυν μὴ περιέχεται ἐν τῇ ‘ἐνδέχεται μηδενί’ τὸ ‘ἀνάγκη μὴ παντί’, πᾶσα ἀνάγκη ἐν τῷ ‘οὐκ ἐνδέχεται μηδενί’ αὐτὸ περιέχεσθαι. δῆλον ἄρα ὅτι ἡ ‘οὐκ ἐνδέχεται μηδενί’ τὸ ‘ἀνάγκη τινί’ καὶ τὸ ‘ἀνάγκη μὴ παντί’ περιέχει. ἰστέον δὲ ὅτι ἀντὶ τοῦ εἰπεῖν, ὅτι οὐκ ἀληθὲς εἰπεῖν ὡς ἐνδέχεται μηδενὶ ὑπάρχειν, εἶπεν ὡς παντὶ ἐνδέχεται μὴ ὑπάρχειν. ἔστι δὲ ἓν καὶ ταὐτόν· εἰ γὰρ παντὶ ἐνδέχεται μὴ ὑπάρχειν, ἐνδέχεται μηδενὶ ὑπάρχειν.

“但这不可能;因为并非若Β并非可能不属于任何Α,就必然属于某个。因为‘并非可能不属于任何一个’有两种说法:一种是若必然属于某个,另一种是若必然不属于某个;因为对于必然不属于某个Α的事物,说它对所有都可能不属于并不是真的,正如对于必然属于某个的事物,[说它]可能属于所有也不是真的一样。” 他在上文陈述了有人可能用来表明全称可能否定与自身换位的归谬法之后,通过这些话驳斥了该证明本身,指出它不是真的,而是不可能的。那么他说了什么?他说,不能因为对假设的“必然属于某个”得出了某种不可能的结论,就说矛盾对立的“可能不属于任何一个”是真的,并因此认为可能的否定与自身换位。因为我们为了指明不可能而假设的“并非可能不属于任何一个”,不仅包含“必然属于某个”,而且正如上文所示,还包含“必然不属于所有”。因此,如果必然的两个特称命题都是“并非可能不属于任何一个”的部分(因为它们被它所包含),那么就不应当仅对它的一个部分即“必然属于某个”指明有不可能的结论随之而来,而是也应当对“必然不属于所有”指明。因此也必须假设这个,并指出某种不可能的结论随之而来,以便在我们指明对整个命题“并非可能不属于任何一个”——即对其所有的部分——都有不可能的结论随之而来之后,我们才引入与其矛盾对立的“可能不属于任何一个”;因为必须指明可能作为一个整体与自身换位,即整个命题与自身的全体换位,而不是与一半换位。然而,当假设了“必然不属于所有”时,没有任何不可能的结论随之而来;因为根本上它甚至不能换位;因此显然,使用归谬法的人不可能证明全称可能否定与自身换位。文意就是如此。但有必要澄清文词。于是他说,你们错误地只假设了“必然属于某个”来代替“并非可能不属于任何一个”,从而只对这一个指出了不可能的结论随之而来;因为“并非可能不属于任何一个”包含两件事,即“必然属于某个”和“必然不属于所有”。因此,你们在假设了“必然属于某个”之后,也本应当假设“必然不属于所有”。“因为对于必然不属于某个Α的事物,”他说,“说它对所有都可能不属于并不是真的,正如对于必然属于某个的事物,说它可能属于所有也不是真的一样。”他通过某种类比指明,在“并非可能不属于任何一个”中不仅包含“必然属于某个”,而且包含“必然不属于所有”。因为他说,正如“必然属于某个”不包含在“可能属于所有”中——既然凡可能属于所有的,也都可能不属于任何一个;而既然它不包含在其中,就完全必然包含在与其矛盾对立的“并非可能属于所有”中——同样,“必然不属于所有”既然不包含在“可能不属于任何一个”中(因为凡可能不属于任何一个的,也都可能属于所有;而对于可能属于所有的事物,说它必然不属于所有并不是真的);因此,如果“必然不属于所有”不包含在“可能不属于任何一个”中,就完全必然包含在“并非可能不属于任何一个”中。因此显然,“并非可能不属于任何一个”包含“必然属于某个”和“必然不属于所有”。应当知道的是,他没有说“说它可能不属于任何一个并不是真的”,而是说了“它对所有都可能不属于”。但这完全是同一回事;因为如果对所有都可能不属于,也就可能不属于任何一个。

语法注3 条
  1. 2.136τὸ μὲν εἰ ἐξ ἀνάγκης τινὶ ὑπάρχει, τὸ δὲ εἰ ἐξ ἀνάγκης τινὶ μὴ ὑπάρχει

    冠词 τὸ μέν / τὸ δέ 名词化了由连词 εἰ 引导的从句,表达“其一是在……的情况下,其二是在……的情况下”的双重区分。此处的 εἰ 不仅表示条件,还引出了界定具体内容的实质性分句。

  2. 2.136οὐ δεῖ, φησίν, εἰ τῇ ‘ἀνάγκῃ τινί’ ὑποτεθείσῃ ἀδύνατόν τι ἠκολούθησε, τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ ‘ἐνδέχεται μηδενί’ λέγειν ἀληθὲς εἶναι

    非人称动词 οὐ δεῖ 支配不定式 λέγειν(以及并列的 καὶ ... οἴεσθαι)。条件从句 εἰ ... ἠκολούθησε 充当插入语,从句内部的与格 τῇ ‘ἀνάγκῃ τινί’ ὑποτεθείσῃ 作为 ἠκολούθησε 的与格补足语。

  3. 2.136οὐκ ἔστι χρησαμένους τῇ εἰς ἀδύνατον ἀπαγωγῇ δεῖξαι

    在表示可能性的非人称动词 ἔστι 搭配不定式 δεῖξαι 的结构中,不定式的逻辑主语采用了宾格分词 χρησαμένους(“对于使用归谬法的人来说,证明……是不可能的”),而未采用与格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:211.3-212.19