- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:209.14-211.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德论证全称可能否定不能与自身换位之处(36b38–37a9)的注解。菲洛波庞依次解释了质的换位(相反与矛盾对立关系)、借助具体项(白与人、运动与人)进行的例证,以及通过归谬法进行的表面证明的架构。
" Οὐκοῦν ἐπεὶ ἀντιστρέφουσιν αἱ ἐν τῷ ἐνδέχεσθαι καταφάσεις ταῖς ἀποφάσεσι, καὶ αἱ ἐναντίαι καὶ αἱ ἀντικείμεναι." Ἐναντίας μέν φησι τήν τε πᾶς καὶ τὴν οὐδεὶς καὶ τὴν τὶς καὶ τὴν οὐ πᾶς, ἀντικειμένας δὲ τήν τε οὐδεὶς καὶ τὴν τὶς καὶ τὴν πᾶς καὶ τὴν οὐ πᾶς.1 ἀντιστρέφουσιν οὖν αὗται πρὸς ἀλλήλας, ἥ τε οὐδεὶς πρὸς τὴν πᾶς καὶ ἀνάπαλιν, καὶ ἡ τὶς πρὸς τὴν οὐ πᾶς. οὕτω μὲν αἱ ἐναντίαι. ἀλλὰ δὴ καὶ αἱ ἀντικείμεναι ἀντιστρέφουσι τοῦτον τὸν τρόπον, ἡ μὲν πᾶς πρὸς τὴν οὐ πᾶς, ἡ δὲ οὐδεὶς πρὸς τὴν τὶς. οὐκέτι δὲ καὶ τὸ ἀνάπαλιν ἡ τὶς πρὸς τὴν οὐδεὶς οὐδὲ ἡ οὐ πᾶς πρὸς τὴν πᾶς· εἴρηται γὰρ ἡμῖν ἤδη ἐν τῷ περὶ τούτων λόγῳ ὅτι τὰ μὲν καθόλου εἰσάγει τὰ μερικά, οὐκέτι δὲ καὶ τὰ μερικὰ τὰ καθόλου.
“因此,既然可能中的肯定与否定换位,那么相反的与对立的也[换位]。” 他所说的相反的是指“所有”与“没有”,以及“有的”与“并非所有”;而所说的对立的是指“没有”与“有的”,以及“所有”与“并非所有”。于是它们彼此换位:“没有”与“所有”以及反过来换位,“有的”与“并非所有”换位。相反的是如此。但对立的也以这种方式换位:“所有”与“并非所有”换位,“没有”与“有的”换位。但反过来“有的”与“没有”换位,或者“并非所有”与“所有”换位,则不再成立;因为我们在关于这些的论述中已经说过,全称引入特称,但特称不再引入全称。
"Ἔτι δὲ οὐδὲν κωλύει τὸ μὲν Α τῷ Β ἐνδέχεσθαι μηδενί, τὸ δὲ Β τινὶ τῶν Α ἐξ ἀνάγκης μὴ ὑπάρχειν· οἷον τὸ μὲν λευκὸν παντὶ ἀνθρώπῳ ἐνδέχεται μὴ ὑπάρχειν· καὶ γὰρ ὑπάρχει·2 ἄνθρωπον δὲ οὐκ ἀληθὲς εἰπεῖν ὡς ἐνδέχεται μηδενὶ λευκῷ· πολλοῖς γὰρ ἐξ ἀνάγκης οὐχ ὑπάρχει, τὸ δὲ ἀναγκαῖον οὐκ ἦν ἐνδεχόμενον." Οὗτος ὁ δεύτερος τῆς δείξεως τρόπος ὁ ἐπ’ αὐτῶν τῶν ὅρων δεικνὺς ἀδύνατον εἶναι ἀντιστρέφειν πρὸς ἑαυτὴν τὴν ἐνδεχομένην καθόλου ἀποφατικήν· ἔστι δέ, ὡς εἶπον, παραδειγματικὴ ἡ δεῖξις. οὐδὲ γάρ, φησίν, εἰ τὸ Α οὐδενὶ τῶν Β ἐνδέχεται, καὶ τὸ Β οὐδενὶ τῶν Α * * * * ἐνδέχοιτο ἄν· τοῦτο δὲ ἀδύνατον· τισὶ γὰρ ἐξ ἀνάγκης οὐχ ὑπάρχει. οἷον τοῦ Α ὄντος λευκοῦ τοῦ δὲ Β ἀνθρώπου τὸ μὲν λευκὸν οὐδενὶ ἀνθρώπῳ ἐνδέχεται, διότι καὶ παντὶ ἐνδέχεται (τοῦτο γὰρ σημαίνει τὸ καὶ γὰρ ὑπάρχει), ἄνθρωπος δὲ οὐκ ἀληθὲς εἰπεῖν ὡς οὐδενὶ λευκῷ ἐνδέχεται· εἰ γὰρ οὐδενὶ ἐνδέχεται, καὶ παντὶ ἐνδέχεται, ὅπερ ἀδύνατον· τισὶ γὰρ λευκοῖς ἐξ ἀνάγκης οὐχ ὑπάρχει, οἷον τῷ κύκνῳ καὶ τῇ χιόνι. ληπτέον δὲ κάλλιον τοὺς ὅρους λαμβάνοντας κίνησιν καὶ ἄνθρωπον· κίνησιν μὲν γὰρ ἐνδέχεται μηδενὶ ἀνθρώπῳ ὑπάρχειν, ἐπειδὴ καὶ παντί, ἄνθρωπον δὲ ἀδύνατον μηδεμιᾷ κινήσει ὑπάρχειν· εἰ γὰρ ἐνδέχεται μηδεμιᾷ κινήσει ἄνθρωπον, καὶ πάσῃ ἐνδέχεται ὑπάρχειν· τοῦτο δὲ ἀδύνατον· τινὶ γὰρ ἐξ ἀνάγκης οὐχ ὑπάρχει, οἷον τῇ κυκλοφορικῇ.
“此外,没有什么阻止Α可能不属于任何Β,而Β必然不属于某个Α;例如,白可能不属于任何一个人,因为白也确实属于;但说人可能不属于任何白的事物却不是真的;因为必然对许多白的事物不属于,而必然的事物并不是可能的。” 这是证明的第二种方式,它在项本身上指出全称可能否定不可能与自身换位;正如我所说的,这种证明是例证性的。他说,因为即使Α可能不属于任何Β,Β也不可能……属于任何Α;而这是不可能的;因为必然不属于某些。例如,当Α是白而Β是人时,白可能不属于任何一个人,因为也可能属于所有人(因为“因为也确实属于”指的就是这个意思);但说人可能不属于任何白的事物却不是真的;因为如果可能不属于任何一个,也就可能属于所有,而这是不可能的;因为必然不属于某些白的事物,例如天鹅和雪。但若取运动与人作为项来理解则更好;因为运动可能不属于任何一个人,既然它也可能属于所有人,但人却不可能不属于任何运动;因为如果人可能不属于任何运动,也就可能属于每一种运动;而这是不可能的;因为必然不属于某种运动,例如圆周运动。
"Ἀλλὰ μὴν οὐδ’ ἐκ τοῦ ἀδυνάτου δειχθήσεται ἀντιστρέφον, οἷον εἴ τις ἀξιώσειεν,3 ἐπεὶ ψεῦδος τὸ ἐνδέχεσθαι τὸ Β τῷ Α μηδενὶ ὑπάρχειν, ἀληθὲς τὸ μὴ ἐνδέχεσθαι μηδενί· φάσις γὰρ καὶ ἀπόφασις. εἰ δὲ τοῦτο ἀληθές, ἐξ ἀνάγκης τινὶ τῶν Α τὸ Β ὑπάρξει, ὥστε καὶ τὸ Α τινὶ τῶν Β." Δι’ ἧς ἄν τις ὑπενόησε δείξεως, λέγω δὲ τῆς εἰς τὸ ἀδύνατον, τὴν καθόλου ἀποφατικὴν ἐνδεχομένην πρότασιν δεῖξαι πρὸς ἑαυτὴν ἀντιστρέφουσαν, ταύτην αὐτὸς ἐκτίθεταί τε καὶ ἐξελέγχει. ἐκτίθεται οὖν τέως αὐτὴν τὴν εἰς τὸ ἀδύνατον ἀπαγωγὴν δοκοῦσαν δεικνύναι τὴν ἀποφατικὴν καθόλου ἐνδεχομένην πρὸς ἑαυτὴν ἀντιστρέφουσαν οὕτως. εἰ τὸ Α οὐδενὶ τῶν Β ἐνδέχεται, λέγω, φησίν, ὅτι καὶ τὸ Β οὐδενὶ τῶν Α ἐνδέχεται. εἰ γὰρ τοῦτο ψεῦδος, ἔσται τὸ ἀντιφατικῶς ἀντικείμενον ἀληθές, ὅτι οὐκ ἐνδέχεται μηδενὶ τῶν Α τὸ Β, ὅπερ ταὐτόν ἐστι τῷ ‘ἀνάγκη τινί’· ὃ γὰρ οὐκ ἐνδέχεται μηδενί, τοῦτο ἀνάγκη τινί. ἐπεὶ οὖν τὸ Β ἐξ ἀνάγκης τινὶ τῶν Α ὑπάρχει, ὡς ἡ ὑπόθεσις, καὶ τὸ Α ἄρα τινὶ τῶν Β ἐξ ἀνάγκης ὑπάρξει· ἀντιστρέφει γὰρ ἐν παντὶ τρόπῳ τὰ μερικὰ καταφατικὰ πρὸς ἑαυτά· ὑπέκειτο δὲ καὶ ἐνδέχεσθαι μηδενὶ τὸ Α τῶν Β· τὸ αὐτὸ ἄρα τῷ αὐτῷ καὶ ἐνδέχεται μηδενὶ καὶ ἀνάγκη τινί, ὅπερ ἀδύνατον. οὐκ ἄρα τὸ ‘ἀνάγκη τινί’ ἀληθές, τουτέστι τὸ ‘οὐκ ἐνδέχεται μηδενί’· εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς τὸ ‘ἐνδέχεται μηδενὶ τῶν Α τὸ Β’. οὕτω μὲν οὖν ἡ δοκοῦσα διὰ τοῦ ἀδυνάτου δεῖξις. πῶς οὖν καὶ ταύτην ἐλέγχει, ἴδωμεν.
“然而,通过归谬法也不能证明它换位,例如有人若主张:既然Β可能不属于任何Α是假的,那么并非可能不属于任何一个就是真的;因为有断言和否定。如果这是真的,Β就必然属于某个Α,从而Α也必然属于某个Β。” 有人本来可能据以设想的证明——我指的是归谬证明——用以表明全称可能否定前提与自身换位,他亲自将这种证明陈述出来并加以驳斥。于是他首先将这种看似证明否定全称可能与自身换位的归谬证明本身陈述如下:如果Α可能不属于任何Β,彼[亚里士多德]说,我说Β也可能不属于任何Α。因为如果这是假的,矛盾对立的命题就将是真的,即Β并非可能不属于任何Α,这与“必然属于某个”是同一回事;因为凡并非可能不属于任何一个的,就必然属于某个。那么,既然如假设所言Β必然属于某个Α,Α也就必然属于某个Β;因为在任何模态中,特称肯定都与自身换位;但之前也预设了Α可能不属于任何Β;因此同一事物对于同一事物既可能不属于任何一个,又必然属于某个,而这是不可能的。因而“必然属于某个”不是真的,即“并非可能不属于任何一个”不是真的;而如果这是假的,“Β可能不属于任何Α”就是真的。表面上的归谬证明就是如此。那么,让我们看看他是如何连这也加以驳斥的。
- 2.133ἀντικειμένας δὲ τήν τε οὐδεὶς καὶ τὴν τὶς καὶ τὴν πᾶς καὶ τὴν οὐ πᾶς
宾格 τήν τε οὐδεὶς καὶ τὴν τὶς … 作 φησί 的宾语。菲洛波庞在此阐明,这里的“对立命题”(ἀντικείμεναι)具体指矛盾对立命题组(全称否定与特称肯定,全称肯定与特称否定)。
- 2.134καὶ γὰρ ὑπάρχει
亚里士多德原文中的原因从句。针对前面的“白可能不属于任何一个人”,根据双向可能性的定义(既可能属于也可能不属于)指出“既然它确实属于,因而也就可能不属于”。菲洛波庞将其解释为意指“也可能属于所有人”(καὶ παντὶ ἐνδέχεται)。
- 2.135οἷον εἴ τις ἀξιώσειεν
οἷον εἴ τις ἀξιώσειεν 引入一个例证性条件句,具体阐明前面的 οὐδ’ ἐκ τοῦ ἀδυνάτου δειχθήσεται。祈愿式 ἀξιώσειεν 引导间接引语结构,后接宾格加不定式(省略了 εἶναι):ἐπεὶ ψεῦδος τὸ ἐνδέχεσθαι … ἀληθὲς [εἶναι] τὸ μὴ ἐνδέχεσθαι …。
