← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§20.12-21.20

特称命题与不定命题的定义及表述分析

注疏亚里士多德《前分析篇》24a18–19关于特称命题与不定命题的定义。基于对立关系解释了特称否定为何有两种表述方式,进而论证了在不定命题的例子中附加在项上的冠词并不具有全称量项的效力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7

" Ἐν μέρει δὲ τὸ τινὶ ἢ μὴ τινὶ ἢ μὴ παντὶ ὑπάρχειν." Τί δήποτε τὴν μὲν μερικὴν καταφατικὴν μιᾷ φωνῇ ἐσήμανε, τὴν δὲ μερικὴν ἀποφατικὴν δύο φωναῖς, τῷ τε μὴ τινὶ καὶ τῷ μὴ παντί; λέγομεν οὖν πρὸς τοῦτο ὅτι ἡ μερικὴ ἀποφατική, ὡς καὶ ἐν τῷ Περὶ ἑρμηνείας εἴρηται, δύο προτάσεσι μάχεται, τῇ τε τὶς καὶ τῇ πᾶς,1 ἀλλὰ τῇ μὲν τὶς ὡς αὐτὸ τοῦτο τὸ μερικὸν ἀναιροῦσα ὅπερ κατέφησεν ἡ ἰδία αὐτῆς κατάφασις, τῇ δὲ πᾶς μάχεται ὡς ἀντιφατικῶς αὐτῇ ἀντικειμένη, καὶ ὀνόματα μὲν δύο, πρᾶγμα δὲ ἕν.

“特称的则是属于某些,或不属于某些,或不属于一切。” 究竟为什么他用单一的话语表示特称肯定,却用两句话语——即‘不属于某些’和‘不属于一切’——表示特称否定呢?因此对此我们说,特称否定正如在《解释篇》中所说的那样,与两个命题相抗争,即与‘某个’命题和‘每个’命题:与‘某个’命题相抗争,是因为它取消了它自身固有的肯定所肯定的正是这个特称事物;而与‘每个’命题相抗争,则是因为它与它矛盾对立;名称虽有两个,事情却是一个。

§1.8

"Ἀδιόριστον δὲ τὸ ὑπάρχειν ἢ μὴ ὑπάρχειν ἄνευ τοῦ καθόλου ἢ κατὰ μέρος, οἷον τὸ τῶν ἐναντίων εἶναι τὴν αὐτὴν ἐπιστήμην ἢ τὸ τὴν ἡδονὴν μὴ εἶναι ἀγαθόν." Παραδοὺς ἡμῖν περὶ τῆς καθόλου προσδιωρισμένης καὶ τῆς μερικῆς προσδιωρισμένης νῦν παραδείγματα λέγει τῆς ἀπροσδιορίστου προτάσεως τὸ τῶν ἐναντίων εἶναι τὴν αὐτὴν ἐπιστήμην· αὕτη γὰρ ἀπροσδιόριστός ἐστι πρότασις· οὐ γὰρ πρόσκειται εἴτε πάντων τῶν ἐναντίων ἢ τινῶν, καὶ εἴτε οὐδεμία ἡδονὴ ἀγαθὸν ἢ οὐ πᾶσα, ἀλλ’ ἀπροσδιόριστον ἔχει τὴν προφοράν. ἠπόρησαν δέ τινες πῶς ἀπροσδιορίστων προτάσεων ὑποδείγματα θεῖναι βουληθεὶς εἶπε τῶν ἐναντίων μίαν εἶναι τὴν ἐπιστήμην ἢ τὴν ἡδονὴν μὴ εἶναι ἀγαθὸν μετὰ τῶν ἄρθρων τοὺς ὅρους θείς· δοκοῦσι γὰρ τὰ ἄρθρα ἰσοδυναμεῖν τοῖς καθόλου προσδιορισμοῖς, καὶ οὕτως ἐν τῷ Περὶ ἑρμηνείας ἐδόκει λέγεσθαι. φημὶ οὖν ὅτι οὐ παντάπασι τὰ ἄρθρα τοῖς προσδιορισμοῖς τὴν αὐτὴν ἔχουσι δύναμιν· τοῦτο γὰρ οὐκ ἔστιν ἀληθές, ἐπεί τοί γε, εἰ τοῦτο ἦν, ὁπηνίκα τις εἴπῃ ὅτι ὁ Σωκράτης φιλόσοφός ἐστι, τοῦτο λέγει, ὅτι πᾶς Σωκράτης φιλόσοφός ἐστιν. εἰ τοίνυν τοῖς καθ’ ἕκαστα ὅροις δυνατὸν τὰ ἄρθρα προσάπτειν, τοὺς δὲ προσδιορισμοὺς ἀδύνατον, οὐκ ἄρα ἀληθὲς δύνασθαι ταὐτὸν τοῖς προσδιορισμοῖς τὰ ἄρθρα. ἀλλ’ ἐπὶ μὲν τῶν καθ’ ἕκαστα ὅρων οὐδὲν ἄλλο σημαίνουσιν ἢ ἀναφορὰν καὶ τὸν προεγνωσμένον ἡμῖν φέρε Σωκράτην ἢ ὁντιναοῦν· ἐπὶ δὲ τῶν καθόλου ὅρων ἔοικεν, ὡς καὶ ἐν τοῖς εἰς τὸ Περὶ ἑρμηνείας ὁ ἡμέτερος εἶπε διδάσκαλος, αὐτὴν τὴν φύσιν καὶ τὴν ἰδέαν τοῦ ἀνθρώπου δηλοῦν2 ἢ οὑτινοσοῦν. ὅταν γὰρ λέγωμεν ‘ὁ ἄνθρωπος ζῷον’, τί ἄλλο φαμὲν ἢ ὅτι αὐτῇ τῇ ἀνθρωπείᾳ φύσει ὑπάρχει τὸ εἶναι ζῴῳ; ὅταν μέντοι ‘πᾶς ἄνθρωπος ζῷον’, τὰ ὑπὸ τὸ εἶδος δηλοῦμεν ἄτομα. ὥστε ἀπροσδιόριστος μὲν ἡ λέγουσα ‘ὁ ἄνθρωπος ζῷον’ καὶ ‘ἄνθρωπος ζῷον’ ἐκτὸς τοῦ ἄρθρου, ἀλλ’ ἡ μὲν αὐτὸ τὸ καθόλου εἶδος ζῷον εἶναί φησιν ἡ μετὰ τοῦ ἄρθρου, ἡ δὲ μέρος τι τῶν ὑπὸ τὸ εἶδος. ἀμέλει ὅτι μὲν ὁ ἄνθρωπος λευκός ἐστιν ἢ γραμματικός, οὐκ ἀληθές· ἐκτὸς δὲ τοῦ ἄρθρου ‘ἔστιν ἄνθρωπος λευκός, ἔστιν ἄνθρωπος γραμματικός’ ἀληθές. ὥστε κἂν μετὰ τοῦ ἄρθρου εἶπε τὸ τῶν ἐναντίων καὶ τὸ τὴν ἡδονήν, ἀπροσδιορίστοις ἐχρήσατο ταῖς προτάσεσιν.

“不定的则是无全称或特称[规定]地属于或不属于,例如相反者的知识是同一的,或者快乐不是善。” 在向我们传授了关于带量项的全称命题和带量项的特称命题之后,他现在举出不定命题的例子:‘相反者的知识是同一的’;因为这是不定命题;因为并未附加指明是‘所有相反者的’还是‘某些相反者的’,以及是‘没有任何快乐是善’还是‘并非所有快乐是善’,而是具有不定的表述。但有些人感到困惑:既然想要举出不定命题的范例,他为何带有冠词地置定各项,说‘相反者的知识是一’或‘快乐不是善’?因为冠词似乎与全称量项等值,在《解释篇》中似乎也是这么说的。因此我说,冠词绝不与量项具有完全相同的效力;因为这并不是真的,因为事实上,如果真是这样,每当有人说‘该苏格拉底是哲学家’时,他说的就是‘每个苏格拉底都是哲学家’。因此,如果可能将冠词附加于个别项上,而不可能附加量项,那么冠词与量项具有相同效力就不是真的。相反,在个别项的情形中,冠词所指的无非是所指关联以及比方说我们早已知晓的苏格拉底或无论何人;而在全称项的情形中,正如我们的老师在关于《解释篇》的讲义中所说,它似乎表示人或无论何物的本性本身和形式。因为当我们说‘人是动物’[带冠词]时,除了说作为动物属于人类本性本身之外,我们还说了什么呢?然而当我们说‘每个人都是动物’时,我们所指的是该种之下的各个个体。因此,说‘人是动物’[带冠词]与不带冠词的‘人是动物’都是不定的,但带冠词的命题声称普遍的种本身是动物,而不带冠词的命题则声称该种之下的某一部分[是动物]。确实,说‘人是白的’[带冠词]或‘是懂语法的’并不是真的;但不带冠词的‘有人是白的,有人是懂语法的’则是真的。因此,即使他带有冠词地说‘相反者的’和‘快乐’,他所使用的仍然是不定命题。

语法注2 条
  1. 1.7τῇ τε τὶς καὶ τῇ πᾶς

    阴性定冠词 τῇ 承接前面的 προτάσεσι(“命题”),而 τὶς 与 πᾶς 则作为各自的量项被用以指代由其表征的整个命题(即“‘某个’命题”与“‘每个’命题”)。

  2. 1.8ἐπὶ δὲ τῶν καθόλου ὅρων ἔοικεν, ὡς καὶ ἐν τοῖς εἰς τὸ Περὶ ἑρμηνείας ὁ ἡμέτερος εἶπε διδάσκαλος, αὐτὴν τὴν φύσιν καὶ τὴν ἰδέαν τοῦ ἀνθρώπου δηλοῦν

    动词 ἔοικεν 作无人称用法,支配不定式 δηλοῦν,而后者的逻辑主语承接前文的主语中性复数名词 τὰ ἄρθρα(“冠词”),字面结构即“在全称项的情形中,[冠词]似乎表示……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:20.12-21.20