← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§207.31-209.13

必然混合与全称可能否定不可换位的证明

斐洛波诺斯说明在第二格中可能前提与必然前提的混合规则与实然前提相同,继而阐述亚里士多德在此设立的预备性引理,即全称可能否定不能进行单纯换位,概述其三种证明方式(前提本身的论证、通过项的例证、驳斥错误的归谬证明),并详细展开了第一种论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.131

" Τὸν αὐτὸν δὲ τρόπον καὶ ὅταν ἡ μὲν ἐξ ἀνάγκης ἡ δὲ ἐνδέχεσθαι λαμβάνηται τῶν προτάσεων· ὅσα γὰρ ἐπὶ τοῦ ὑπάρχοντος καὶ ἐνδεχομένου εἴρηται, ταῦτα καὶ ἐπὶ τούτων ῥηθήσεται." δεῖ δὲ καὶ ἐν τούτοις λαμβάνειν τὸ ἐν τοῖς συμπεράσμασιν ἐνδεχόμενον ὥσπερ καὶ ἐν τοῖς πρότερον. Τὰ συμπεράσματα, φησί, τὰ συναγόμενα ἐν δευτέρῳ σχήματι ἐπὶ τῆς μίξεως τοῦ ἐνδεχομένου πρὸς τὸ ὑπάρχον καὶ τὸ ἀναγκαῖον ἐνδεχόμενα ὄντα τοιούτου ἐνδεχομένου δεῖ λαμβάνειν ὄντα, οἵου ἦν καὶ τὸ ἐν πρώτῳ σχήματι1 ἐπὶ τῆς μίξεως τοῦ ἐνδεχομένου πρὸς τοὺς αὐτοὺς δύο τρόπους, δηλονότι τῶν συζυγιῶν ὁμοίως ἐχουσῶν ἐκείναις τῶν ἐνταῦθα. οἷον ἐπὶ τῆς μίξεως τοῦ ἐνδεχομένου καὶ τοῦ ὑπάρχοντος, τῆς μείζονος οὔσης ἀποφατικῆς ὑπαρχούσης τῆς δὲ ἐλάττονος ἐνδεχομένης καταφατικῆς, ὥσπερ καὶ ἐπὶ τοῦ πρώτου σχήματος τοῦ οὐδενὶ ἐξ ἀνάγκης δεῖ λαμβάνειν τὸ συναγόμενον, ὅπερ ἐστὶ τὸ ἥμισυ τοῦ ἐνδεχομένου· ἐπὶ δὲ τῆς μίξεως τοῦ ἐνδεχομένου καὶ τοῦ ἀναγκαίου, ὁμοίως ἐχούσης πάλιν τῆς συζυγίας, τὸ ‘ἐνδέχεται μηδενί’ τὸ τοῦ μὴ ὑπάρχοντος κατηγορούμενον. καὶ ἐπὶ τῶν ἄλλων συζυγιῶν, ὥσπερ εἶχον αἱ τοῦ πρώτου σχήματος κατὰ τὰ συμπεράσματα, οὕτως ἔχουσι καὶ αἱ ἐν δευτέρῳ.

“当诸前提中一个被取为必然的,另一个被取为可能的时,也是以同样的方式;因为凡是在实然和可能的情形中所说的,在这些情形中也同样会被说到。”在这些情形中也应当像在先前的情形中那样理解结论中的可能。 他说,在第二格中可能前提与实然及必然前提的混合中推导出的结论,既然是可能的,就应当被理解为与第一格中可能前提与同样两种模态混合时的可能结论具有同样的性质,显而易见是在此处的组合与彼处的组合类似的情况下。例如在可能与实然的混合中,当大前提是实然否定而小前提是可能肯定时,正像在第一格中一样,应当将所推导出的结论理解为必然不属于任何一个,这正是可能的一半;而在可能与必然的混合中,组合再次类似时,〔应当将其理解为〕被述及并不属于的事物的“可能不属于任何一个”。而在其余组合中,正如第一格的组合在结论方面的情况一样,第二格的组合也是如此。

§2.132

"Πρῶτον οὖν δεικτέον ὅτι οὐκ ἀντιστρέφει τὸ ἐν τῷ ἐνδέχεσθαι στερητικόν, οἷον εἰ τὸ Α ἐνδέχεται μηδενὶ τῷ Β, οὐκ ἀνάγκη καὶ τὸ Β ἐνδέχεσθαι μηδενὶ τῷ Α." Ἐνταῦθα δείκνυσι τὴν καθόλου ἀποφατικὴν ἐνδεχομένην μὴ ἀντιστρέφουσαν πρὸς ἑαυτήν. δείκνυσι δὲ αὖ διὰ τριῶν ἐπιχειρημάτων, πρῶτον μὲν ἐπ’ αὐτῶν τῶν προτάσεων διὰ τῶν καθόλου λόγων γυμνάζων τὸν λόγον, ὅτι2 τοῦτο ἀδύνατον εἶναι, ἔπειτα διὰ τῆς τῶν ὅρων παραθέσεως (παραδειγματικὴ δὲ ἡ τοιαύτη πίστις) καὶ τρίτον, ὅτι οὐδ’ ὡς ἄν τις ὑπολάβοι, οὐδὲ διὰ τῆς τοῦ ἀδυνάτου δείξεως δυνατὸν πιστώσασθαι ὅτι πρὸς ἑαυτὴν ἀντιστρέφει ἡ τοῦ ἐνδεχομένου καθόλου ἀποφατική. πρῶτον οὖν δι’ αὐτῶν τῶν προτάσεων δείκνυσιν οὕτως. οὐκ ἐπειδὴ τὸ Α, φησίν, ἐνδέχεται μηδενὶ τῶν Β, δυνατὸν ἀντιστρέψαντα εἰπεῖν ὅτι καὶ τὸ Β ἐνδέχεται μηδενὶ τῶν Α. εἰ γὰρ δυνατόν, ὑποκείσθω ἀντιστρέφειν καὶ τὸ Α μηδενὶ τῶν Β ἐνδέχεσθαι καὶ τὸ Β μηδενὶ ἐνδέχεσθαι τῶν Α. εἰ τοίνυν μηδενὶ τῶν Α τὸ Β ἐνδέχεται, καὶ παντὶ ἄρα ἐνδέχεται· δέδεικται γὰρ πρὸ τούτου ὅτι πᾶσαι αἱ τοῦ ἐνδεχομένου προτάσεις πρὸς ἑαυτὰς ἀντιστρέφουσι, λέγω δὴ αἱ ἀποφάσεις πρὸς τὰς καταφάσεις καὶ ἔμπαλιν· ἐνταῦθα δὲ περὶ τῆς ἐν ὅροις, τουτέστι τῆς ἁπλῆς ἀντιστροφῆς, ἡμῖν ὁ λόγος. εἰ τοίνυν μηδενὶ τῶν Α ἐνδέχεται τὸ Β ὑπάρχειν, καὶ παντὶ ἄρα ἐνδέχεται· πάλιν εἰ τὸ Α οὐδενὶ τῶν Β ἐνδέχεται (τοῦτο γὰρ ὑπόκειται ἐξ ἀρχῆς), διὰ τὴν αὐτὴν αἰτίαν ἣν εἴπομεν καὶ παντὶ τῷ Β τὸ Α ἐνδέχεται· ὥστε συνάγεται ἐκ τούτου, ἐπεὶ τῷ Β παντὶ τὸ Α ἐνδέχεται, καὶ τῷ Α παντὶ τὸ Β ἐνδέχεσθαι. ἡ ἄρα καθόλου καταφατικὴ ἐνδεχομένη ἀντιστρέφει πρὸς ἑαυτήν, ὅπερ ἀδύνατον· ἐν οὐδενὶ γὰρ τρόπῳ ἡ καθόλου καταφατικὴ ἀντιστρέφει πρὸς ἑαυτήν. ὥστε ἐνταῦθα μὲν τῇ δι’ ἀδυνάτου δείξει μὴ δυναμένην ἀντιστρέφειν πρὸς ἑαυτὴν τὴν καθόλου ἀποφατικὴν δείκνυσιν. ἐν δὲ τῇ τρίτῃ δείξει οὐχ ἁπλῶς διὰ τοῦ ἀδυνάτου τοῦτο δείκνυσιν, ἀλλὰ τὴν δι’ ἀδυνάτου δεῖξιν, δι’ ἧς ἄν τις ὑπέλαβε δεικνύναι τὴν καθόλου ἀποφατικὴν ἐνδεχομένην τοῖς ὅροις ἀντιστρέφειν πρὸς ἑαυτήν, ψευδῆ οὖσαν ἐλέγχει.3

“因此首先必须指出,可能中的否定前提并不换位;例如,如果Α可能不属于任何Β,并不必然Β也可能不属于任何Α。” 在这里,他指出全称可能否定并不与自身换位。他又通过三个论证来指出这一点:首先是在前提本身上通过全称论述来展开论证,指出这是不可能的;其次是通过项的并列(这种确证是例证性的);第三,即使像有人可能设想的那样,甚至通过归谬证明,也不可能确证全称可能否定与自身换位。因此首先通过前提本身,他是这样指出的。他说,并非因为Α可能不属于任何Β,就能够换位说Β也可能不属于任何Α。因为如果可能,就假设它换位,且Α可能不属于任何Β而Β也可能不属于任何Α。那么,如果Β可能不属于任何Α,它也就可能属于所有Α;因为在此之前已经指出,可能的所有前提都与自身相互换位——我指的是否定与肯定以及相反;但在这里我们的论述是关于项上的换位,即单纯换位。那么,如果Β可能不属于任何Α,它也就可能属于所有Α;反之,如果Α可能不属于任何Β(因为这是最初预设的),由于我们所说的同样原因,Α也就可能属于所有Β;因此由此得出,既然Α可能属于所有Β,Β也就可能属于所有Α。这样一来,全称可能肯定就与自身换位了,而这是不可能的;因为在任何模态中,全称肯定都不与自身换位。因此在这里,他通过归谬证明指出了全称否定不能与自身换位。而在第三个证明中,他并非单纯通过归谬法指出这一点,而是驳斥了那种归谬证明是虚假的——即有人本来可能设想通过它来证明全称可能否定在项上与自身换位的归谬证明。

语法注3 条
  1. 2.131τοιούτου ἐνδεχομένου δεῖ λαμβάνειν ὄντα, οἵου ἦν καὶ τὸ ἐν πρώτῳ σχήματι

    ὄντα 是主节不定式 λαμβάνειν 的受词即结论(τὰ συμπεράσματα)的述语分词(中性复数宾格),τοιούτου ἐνδεχομένου 作表示性质的属格修饰 ὄντα。关系代词 οἵου 因与先行词 τοιούτου 呼应而呈属格,从句中省略了 ἐνδεχόμενον,意为“正如第一格中的那种可能一样”。

  2. 2.132οὐκ ἐπειδὴ τὸ Α, φησίν, ἐνδέχεται μηδενὶ τῶν Β, δυνατὸν ἀντιστρέψαντα εἰπεῖν ὅτι

    句首的否定词 οὐκ 虽位于表示原因的连词 ἐπειδή 之前,但在句意上是否定主句谓语 δυνατὸν [ἐστι](“并非因为Α可能不属于任何Β,就能够……”)。分词 ἀντιστρέψαντα 是与不定式 εἰπεῖν 的无定泛指宾格主语一致的宾格分词。

  3. 2.132τὴν δι’ ἀδυνάτου δεῖξιν, δι’ ἧς ἄν τις ὑπέλαβε δεικνύναι τὴν καθόλου ἀποφατικὴν ἐνδεχομένην τοῖς ὅροις ἀντιστρέφειν πρὸς ἑαυτήν, ψευδῆ οὖσαν ἐλέγχει

    主动词 ἐλέγχει 的直接受词是隔置的 τὴν δι’ ἀδυνάτου δεῖξιν,分词短语 ψευδῆ οὖσαν 作其宾语补足语(“驳斥了归谬证明是虚假的”)。中间插入的关系从句 δι’ ἧς ἄν τις ὑπέλαβε δεικνύναι... 修饰 δεῖξιν,其内部包含带宾格不定式结构 δεικνύναι τὴν καθόλου ἀποφατικὴν ... ἀντιστρέφειν,形成了多层嵌套的复杂句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:207.31-209.13