- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:206.4-207.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯解释了亚里士多德改变第二格中可能推论讲授顺序的原因,阐明了双可能前提组合皆不能得出推论(36b26),而在与实然前提混合时,仅当全称否定前提为实然前提时才能产生推论(36b29)。
" Ἐν δὲ τῷ δευτέρῳ σχήματι, ὅταν μὲν ἐνδέχεσθαι λαμβάνωνται ἀμφότεραι αἱ προτάσεις, οὐδεὶς ἔσται συλλογισμός, οὔτε κατηγορικῶν οὔτε στερητικῶν τιθεμένων, οὔτε καθόλου οὔτε κατὰ μέρος." Παραδοὺς ὁ φιλόσοφος τοῦ τε ὑπάρχοντος καὶ τοῦ ἀναγκαίου ἰδίᾳ ἑκάστου ἐπὶ τῶν τριῶν σχημάτων τοὺς ἁπλοῦς συλλογισμούς, ἐφεξῆς τούτων ἐξέθετο τὴν μῖξιν ἐπί τε πρώτου καὶ δευτέρου καὶ τρίτου σχήματος· εἶτα μετὰ τοῦτο παραδέδωκε τοῦ ἐνδεχομένου αὐτοῦ καθ’ αὑτοῦ ἐν πρώτῳ σχήματι τοὺς ἁπλοῦς συλλογισμούς. καὶ δέον εὐθέως τὰ λοιπὰ δύο σχήματα τῶν ἁπλῶν συζυγιῶν τοῦ ἐνδεχομένου παραδοῦναι,1 ὥσπερ ἐποίησε καὶ ἐπὶ τῶν ἄλλων, εἶθ’ οὕτως ἐπὶ τὴν μῖξιν τραπῆναι τοῦ ἐνδεχομένου πρὸς τοὺς ἄλλους δύο τρόπους, οὐχ οὕτως ὁ φιλόσοφος ποιεῖ, ἀλλὰ μετὰ τὸ παραδοῦναι τοῦ ἐνδεχομένου ἐν πρώτῳ σχήματι τὰς ἁπλᾶς συζυγίας εὐθέως ἐτράπη ἐπὶ τὴν μῖξιν αὐτοῦ τὴν πρὸς τὸ ὑπάρχον καὶ ἀναγκαῖον ἐν πρώτῳ σχήματι· εἶτα λοιπὸν νῦν ἐπὶ τὸ δεύτερον σχῆμα μεταβέβηκεν. τοῦτο δὲ πεποίηκεν, ἐπειδὴ πᾶσαι αἱ ἐν δευτέρῳ σχήματι τοῦ ἐνδεχομένου συζυγίαι ἀσυλλόγιστοί εἰσι. καὶ διὰ τοῦτο ὥσπερ εἴωθεν, οὕτω καὶ νῦν ποιεῖ προτέρας τὰς συλλογιστικὰς παραδούς, λέγω δὴ τὰς ἐν πρώτῳ σχήματι ἁπλᾶς τε καὶ μικτάς, εἶτα οὕτως μεταβὰς ἐπὶ τὸ δεύτερον σχῆμα καὶ δεικνὺς ὡς πᾶσαι ἀσυλλόγιστοί εἰσιν αἱ ἁπλαῖ τοῦ ἐνδεχομένου ἐν τούτῳ προτάσεις. πρὶν δὲ ταύτας ἐκθέσθαι προλαμβάνει τι λημμάτιον, δεικνὺς ὅτι οὐκ ἀντιστρέφει πρὸς ἑαυτὴν τοῦ ἐνδεχομένου ἡ ἀπόφασις ὥσπερ ἐπὶ τῶν ἄλλων τρόπων, ἀλλ’ οὐδὲ πρὸς ἄλλην τινά. μεμνήμεθα γάρ, ἡνίκα παρεδίδου τὰς ἀντιστροφὰς τῶν ὑπαρχουσῶν καὶ ἀναγκαίων προτάσεων, ὅτι ὁμοίως ἑαυτοῖς οἱ δύο τρόποι οὗτοι ἀντιστρέφουσιν, ὅτε ἔλεγεν ὅτι αἱ τοῦ ἐνδεχομένου προτάσεις κατὰ μὲν τὰς καταφατικὰς ὁμοίως καὶ αὐταὶ ἀντιστρέφουσι, κατὰ δὲ τὴν καθόλου ἀποφατικὴν οὐκέτι· οὐ γὰρ πρὸς ἑαυτὴν ἀντιστρέφει ἡ τοῦ ἐνδεχομένου καθόλου ἀπόφασις· “τοῦτο δὲ ἔσται φανερόν, ἡνίκα περὶ τοῦ ἐνδεχομένου λέγωμεν”. ὃ οὖν ἐκεῖ ἐπηγγείλατο, νῦν ἀποδίδωσι. τί οὖν φησιν ἀρχόμενος ὁ φιλόσοφος; ἐν τῷ δευτέρῳ σχήματι ἀμφοτέρων τῶν προτάσεων ἐνδεχομένων οὐσῶν, εἴτε καθόλου ὦσι εἴτε μερικαὶ εἴτε ἀπροσδιόριστοι, καὶ αὗται εἴτε καταφατικαὶ εἴτε ἀποφατικαὶ εἴτε ἀνομοιοσχήμονες, οὐδαμῶς γίνεται συλλογισμός. καὶ ἡ αἰτία δήλη· ἐπειδὴ γὰρ ἐν δευτέρῳ σχήματι ἀνομοιοσχήμονες θέλουσιν εἶναι αἱ συλλογιστικαὶ προτάσεις, ἐάν τε ὁμοιοσχήμονας αὐτὰς λάβωμεν, δι’ αὐτὸ τοῦτο ἀσυλλόγιστοι ἔσονται, ἐάν τε ἀνομοιοσχήμονας, ἐπειδὴ δυνατὸν τὴν ἀποφατικὴν εἰς καταφατικὴν μεταλαβεῖν καὶ πάλιν διὰ τοῦτο γίνονται ὁμοιοσχήμονες. διὰ τοῦτο ὅλως οὐ γίνονται ἐν δευτέρῳ σχήματι ἐξ ἀμφοτέρων ἐνδεχομένων τῶν προτάσεων συλλογισμοί.
“但是在第二格中,当两前提都被取为可能时,无论设定的是肯定前提还是否定前提,无论全称还是特称,都绝不会有推论。” 这位哲学家在三个格中分别阐明了实然前提和必然前提各自的单纯推论之后,紧接着陈述了它们在第一、第二和第三格中的混合;随后,他阐明了可能前提本身在第一格中的单纯推论。尽管本应当像在其他模态的情形中所做的那样,立即阐明可能前提单纯组合的其余两个格,然后再转向可能模态与其他两种模态的混合,然而这位哲学家并没有这样做,而是在阐明了可能前提在第一格中的单纯组合之后,立即转向了它在第一格中与实然和必然的混合;随后,如今终于转入第二格。他之所以这样做,是因为第二格中可能前提的所有组合都是不能得出推论的。正因如此,正如他一贯的做法一样,他现在也是先阐明能得出推论的组合——我指的是第一格中单纯的以及混合的组合——然后以这种方式转入第二格,并指出这一格中可能前提的单纯前提全都是不能得出推论的。但在阐明这些之前,他先预设了一个小引理,指出可能前提的否定并不像在其他模态的情形中那样与自身换位,也不与任何其他前提换位。因为我们记得,当他阐明实然前提和必然前提的换位时,指出这两种模态彼此同样地换位,当时他说可能前提在肯定方面它们也同样地换位,但在全称否定方面则不再如此;因为可能前提的全称否定不与自身换位:“而这在我们论述可能模态时将是清楚的”。因此,他在那里所承诺的,如今兑现了。那么这位哲学家在开篇时说了什么呢?在第二格中,当两前提都是可能前提时,无论它们是全称、特称还是不定前提,无论它们是肯定、否定还是不同形式的前提,都绝不可能产生推论。原因很显然:因为在第二格中能得出推论的前提必须具有不同的形式,如果我们把它们取为相同形式的,正是因此它们将不能得出推论;而即使取为不同形式的,〔它们也将不能得出推论,〕由于可以将否定转换为肯定,并因此它们再次变成相同形式的。正因如此,在第二格中由两前提皆为可能前提的情况完全不能产生推论。
"Ὅταν δὲ ἡ μὲν ὑπάρχειν ἡ δὲ ἐνδέχεσθαι σημαίνῃ, τῆς μὲν καταφατικῆς ὑπάρχειν σημαινούσης οὐδέποτε ἔσται, τῆς δὲ στερητικῆς τῆς καθόλου ἀεί." Προοιμιασάμενος καὶ πρὸ τῆς δείξεως προαναφωνήσας, ὅτι αἱ ἐξ ἀμφοτέρων ἐνδεχομένων ἐν δευτέρῳ σχήματι πᾶσαι ἀσυλλόγιστοί εἰσι, νῦν φησι περὶ τῶν ἐχουσῶν τὴν μίαν ἐνδεχομένην τὴν δὲ ἑτέραν ὑπάρχουσαν. καὶ συντόμως διαιρεῖ τὰς συλλογιστικάς τε καὶ τὰς ἀσυλλογίστους ταύτῃ. ὅσαι, φησί, τὴν καταφατικὴν πρότασιν ὑπάρχουσαν ἔχουσιν, αὗται πᾶσαι ἀσυλλόγιστοί εἰσι· κἂν γὰρ ἀποφατικὴ ᾖ ἡ ἐνδεχομένη, διὰ τὸ πάλιν μεταλαμβάνεσθαι τὴν ἀποφατικὴν τοῦ ἐνδεχομένου εἰς τὴν καταφατικὴν καὶ πάλιν ὁμοιοσχήμονας γίνεσθαι τὰς προτάσεις ἀσυλλόγιστοι αἱ τοιαῦται συζυγίαι. ὅσαι δὲ ἀποφατικὴν τὴν ὑπάρχουσαν ἔχουσι, τῆς ἐνδεχομένης ὡς ἔτυχεν ἐχούσης, εἴτε ἀποφατικῶς εἴτε καταφατικῶς, πάντως γίνεται συλλογιστικὴ ἡ συζυγία· μένει γὰρ ἡ συζυγία τηνικαῦτα ἀνομοιοσχήμονας ἔχουσα τὰς προτάσεις διὰ τὸ μήτε τὴν ἀποφατικὴν ὑπάρχουσαν μεταληφθῆναι δύνασθαι εἰς τὴν καταφατικὴν μήτε τὴν ἐνδεχομένην καταφατικὴν εἰς τὴν ἀποφατικὴν κατὰ τὰ Ἀριστοτέλει δοκοῦντα, κἂν ἀποφατικὴ ᾖ ἡ ἐνδεχομένη, δύνασθαι ταύτην εἰς καταφατικὴν μεταληφθῆναι καὶ ποιεῖν ἀνομοιοσχήμονα τὴν συζυγίαν.2 δεῖ δὲ τὴν ἀποφατικὴν ὑπάρχουσαν καθόλου εἶναι διὰ τὸ ἀντιστρέφειν πρὸς ἑαυτήν· εἰ γὰρ μερικὴ εἴη, οὐ πάντως ποιεῖ συλλογισμόν, ὡς μαθησόμεθα ἐν τῷ τόπῳ.
“但是当一个前提表示实然,另一个前提表示可能时,如果肯定前提表示实然,就绝不会有推论,但如果全称否定前提表示实然,就总是会有推论。” 在作了导论并在证明之前预先宣告第二格中由两个可能前提构成的组合全都是不能得出推论的之后,他现在论述那些具有一个可能前提和一个实然前提的组合。他简要地按这种方式划分了能得出推论的和不能得出推论的组合。他说,凡是以肯定前提为实然前提的,所有这些都是不能得出推论的;因为即使可能前提是否定的,由于可能前提的否定再次被转换为肯定,从而前提再次变成相同形式的,因此这类组合是不能得出推论的。相反,凡是以否定前提为实然前提的,无论可能前提怎样,无论是否定还是肯定,该组合都必定能得出推论;因为此时该组合保持前提具有不同的形式,这是因为根据亚里士多德的观点,既不能将实然否定转换为肯定,也不能将可能肯定转换为否定,而且即使可能前提是否定的,它也能够转换为肯定并使组合具有不同的形式。但是实然否定必须是全称的,这是因为它与自身换位;因为如果是特称的,正如我们将在该处学到的那样,它并不必然产生推论。
- 2.129καὶ δέον εὐθέως τὰ λοιπὰ δύο σχήματα τῶν ἁπλῶν συζυγιῶν τοῦ ἐνδεχομένου παραδοῦναι
δέον 是无人称动词 δεῖ 的中性宾格分词,构成宾格绝对结构,表让步含义“尽管应当阐明……”。后文的 οὐχ οὕτως ὁ φιλόσοφος ποιεῖ(这位哲学家并没有这样做)构成主句,形成鲜明对照。
- 2.130διὰ τὸ μήτε τὴν ἀποφατικὴν ὑπάρχουσαν μεταληφθῆναι δύνασθαι εἰς τὴν καταφατικὴν μήτε τὴν ἐνδεχομένην καταφατικὴν εἰς τὴν ἀποφατικὴν κατὰ τὰ Ἀριστοτέλει δοκοῦντα, κἂν ἀποφατικὴ ᾖ ἡ ἐνδεχομένη, δύνασθαι ταύτην εἰς καταφατικὴν μεταληφθῆναι καὶ ποιεῖν ἀνομοιοσχήμονα τὴν συζυγίαν
由带冠词不定式 διὰ τὸ ... δύνασθαι 引导的复合原因状语结构。μήτε ... μήτε ... 并列了两个原由:“实然否定不能转换为肯定,可能肯定也不能转换为否定”;在让步条件从句 κἂν ἀποφατικὴ ᾖ ἡ ἐνδεχομένη 之后,第二个不定式 δύνασθαι 在同一个 διὰ τὸ 的统辖下作为补充原因并列出现。
