← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§204.17-206.3

实然否定与必然否定同可能前提混合的差异

斐洛波诺斯讨论了实然否定前提与可能前提的混合以及必然否定前提与可能前提的混合在结论上的差异,解释了亚里士多德为何称前者的结论为可能的,阐述了泰奥弗拉斯托斯等人在此处主张可能结论的归谬论证,并说明了推论如何通过诸格得以完全化。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.127

" Πλὴν κατὰ μὲν τὸ ὑπάρχειν τιθεμένης τῆς στερητικῆς προτάσεως τοῦ ἐνδέχεσθαι ἦν ὁ συλλογισμός, κατὰ δὲ τὸ ἀναγκαῖον τῆς στερητικῆς καὶ τοῦ ἐνδέχεσθαι καὶ τοῦ μὴ ὑπάρχειν." Αὕτη, φησίν, ἡ διαφορὰ τῶν δύο τούτων μίξεων, ὅτι ἐπὶ μὲν τῆς μίξεως τοῦ ὑπάρχοντος καὶ τοῦ ἐνδεχομένου ἐπὶ τῶν ἀνομοιοσχημόνων προτάσεων, ἐὰν ἡ μείζων ᾖ ὑπάρχουσα, δηλονότι ἀποφατικὴ οὖσα, ἡ δὲ ἐλάττων καταφατικὴ ἐνδεχομένη, τὸ συμπέρασμα ἐνδεχόμενον συνήγετο, ἐπὶ δὲ τῆς μίξεως τοῦ ἐνδεχομένου καὶ τοῦ ἀναγκαίου ὁμοίως πάλιν ἐχουσῶν τῶν προτάσεων, τῆς μείζονος ἀναγκαίας ἀποφατικῆς τῆς δὲ ἐλάττονος καταφατικῆς ἐνδεχομένης, τοῦ μὴ ὑπάρχειν συνήγετο 〈τὸ〉 συμπέρασμα καὶ τοῦ μὴ ἐνδέχεσθαι ὑπάρχειν, τοῦ κατὰ τοῦ ὑπάρχοντος δηλονότι κατηγορουμένου.1 ταῦτα μὲν οὕτω λέγεται παρ’ αὐτοῦ. ἐπιστῆσαι δὲ χρή, πῶς φησιν ‘ἐνδεχόμενον ἦν τὸ συμπέρασμα’ ἐπὶ τῆς μίξεως τοῦ ὑπάρχοντος καὶ τοῦ ἐνδεχομένου, ἡνίκα ἡ μείζων ἀποφατικὴ ἦν ὑπάρχουσα, ἡ δὲ ἐλάττων καταφατικὴ ἐνδεχομένη, καίτοι ἀνωτέρω ἔλεγεν ὅτι ἐπὶ τῆς τοιαύτης μίξεως κατὰ ταύτην τὴν συζυγίαν οὐ συνάγεται τὸ ἐνδεχόμενον ἀλλὰ τὸ μηδενὶ ἐξ ἀνάγκης. λέγομεν οὖν, ὅπερ κἀκεῖ εἰρήκαμεν, ὅτι τὸ οὐδενὶ ἐξ ἀνάγκης περιεκτικόν ἐστι καὶ τοῦ ἐνδεχομένου καὶ τοῦ ἀναγκαίου. ἐπειδὴ οὖν τὸ οὐδενὶ ἐξ ἀνάγκης κατά τί ἐστιν ἐνδεχόμενον, εἰ καὶ μὴ τὸ κατὰ τὸν διορισμόν, διὰ τοῦτό φησιν ὅτι τοῦ ἐνδεχομένου ἐστὶ τὸ συμπέρασμα. συνήγετο δὲ τὸ ὑπάρχον ἐπὶ τῆς εἰρημένης συζυγίας τῆς μίξεως τοῦ ἐνδεχομένου καὶ ἀναγκαίου, ἐπειδὴ κεχρημένος ἐπὶ ταύτης τῇ εἰς ἀδύνατον ἀπαγωγῇ, δι’ ἧς ἐβούλετο δεῖξαι ὑπάρχον συναγόμενον τὸ συμπέρασμα, μετέπεσεν εἰς τὴν μῖξιν τοῦ ὑπάρχοντος καὶ τοῦ ἀναγκαίου, ἐν ᾗ ἐβούλετο τῇ μείζονι τῶν προτάσεων ἀκολουθεῖν τὸ συμπέρασμα καὶ ἐκ ταύτης δεῖξαί τι ἀδύνατον συναγόμενον τὸ ‘τὸ Β τῷ Γ καὶ ἀνάγκη μηδενὶ καὶ ἐνδέχεται παντί’, ὅπερ ἀδύνατον. ἐπεὶ εἰ μὴ τῇ μείζονι ἀκολουθήσοι τὸ συμπέρασμα ἀλλὰ τῇ χείρονι,2 οὐδὲν ἀδύνατον ἠκολούθει· συνήγετο γὰρ τὸ Β τῷ Γ καὶ ὑπάρχειν μὴ παντὶ καὶ ἐνδέχεσθαι παντί, καὶ οὐδὲν ἀδύνατον. οἱ μέντοι περὶ Θεόφραστον καὶ ἐπὶ ταύτης τῆς συζυγίας ἐνδεχόμενον λέγουσιν εἶναι τὸ συμπέρασμα, ἵνα καὶ ἐνταῦθα τῇ χείρονι τῶν προτάσεων ἕπηται τὸ συμπέρασμα. καὶ τοῦτο δεικνύουσι τῇ εἰς ἀδύνατον ἀπαγωγῇ οὕτως. ἔστωσαν γὰρ αἱ προτάσεις οὕτως ὡς εἴπομεν· λέγω ὅτι συνάγουσι ‘τὸ Α τῷ Γ ἐνδέχεται μηδενί’. εἰ γὰρ τοῦτο ψεῦδος, ἔσται ἀληθὲς τὸ ‘οὐκ ἐνδέχεται μηδενί’, ὅπερ ταὐτόν ἐστι τῷ ‘ἀνάγκη τινί’· ἐπεὶ οὖν ἀντιστρέφει ἡ μερικὴ καταφατική, καὶ τὸ Γ ἄρα τινὶ τῶν Α ἐξ ἀνάγκης ὑπάρχει. εἰ τοίνυν τὸ μὲν Β κεῖται ἐνδέχεσθαι παντὶ τῷ Γ, τὸ δὲ Γ τινὶ τῶν Α ἐξ ἀνάγκης ὑπάρχειν ὑπόκειται, τὸ ἄρα Β τινὶ ἐνδέχεται τῶν Α. ἐπεὶ τοίνυν ὑπέκειτο ἐξ ἀρχῆς τὸ Α τῷ Β ἐξ ἀνάγκης μηδενί, καὶ τὸ Β ἄρα τῷ Α ἐξ ἀνάγκης οὐδενί· ὑπέκειτο δὲ καὶ ἐνδέχεσθαι τινί, ὅπερ ἀδύνατον. τὸ ἀδύνατον ἠκολούθησε διὰ τὸ ὑποθέσθαι ἡμᾶς τὸ Α τῷ Γ οὐκ ἐνδέχεσθαι μηδενί, ὅπερ ἐστὶ ταὐτὸν τῷ ‘ἀνάγκη τινί’· ψεῦδος ἄρα τοῦτο, ἀληθὲς δὲ τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ ‘ἐνδέχεται μηδενί’. τοῦτο ἄρα ἐστὶ τὸ συναγόμενον. ἔστι δὲ καὶ ἄλλως δεῖξαι τὸ ἀδύνατον· εἰ γὰρ τὸ Α τῷ Β ἐξ ἀνάγκης μηδενί, καὶ τὸ Β τῷ Α ἐξ ἀνάγκης οὐδενί· τὸ δὲ Α τῷ Γ ἀνάγκη τινί· τὸ ἄρα Β τῷ Γ ἀνάγκη μὴ παντί· ἦν δὲ καὶ ‘ἐνδέχεται παντί’, ὅπερ ἀδύνατον.

“只是当否定前提按照实然前提设定时,推论是关于可能性的;而当否定前提按照必然前提设定时,推论既是关于可能性的,也是关于不属于的。” 他说,这两种混合的区别在于:在实然前提与可能前提的混合中,在异形前提[否定与肯定]的情况下,如果大前提是实然的——显然是否定的——而小前提是肯定可能的,得出的结论是可能的;而在可能前提与必然前提的混合中,当前提再次处于类似状态,大前提是必然否定的而小前提是肯定可能的时候,得出的结论是不属于的,并且是不可能属于的——显然是指关于实然前提被述说的那种[不可能属于]。他是这样论述这些的。但是应当注意,在实然前提与可能前提的混合中,当大前提是否定实然的而小前提是肯定可能的时候,他怎么能说“结论是可能的”呢?尽管他在上面曾说过,在这样的混合中,按照这个组合,得出的不是可能的,而是“对任何都不必然〔属于〕”。因此我们说,正如我们在那里也说过的那样,“对任何都不必然〔属于〕”既包含了可能的也包含了必然的。既然“对任何都不必然〔属于〕”在某种意义上是可能的,即使不是根据规定的[真正]可能的,正是因此他说结论是关于可能性的。而在可能前提与必然前提的混合的所言组合中之所以得出实然结论,是因为他在这个组合中使用了归谬法,他希望通过归谬法证明结论作为实然结论被得出,于是便转入到实然前提与必然前提的混合中,在那种混合中他希望结论追随诸前提中的大前提,并由此证明得出某个不可能的结果,即“B对C既必然全不,又可能全属”,这是不可能的。因为如果结论不追随大前提而是追随较弱的前提,就不会产生不可能的结果;因为得出的将是“B对C既并非全属,又可能全属”,这并没有什么不可能。然而泰奥弗拉斯托斯一派主张在这个组合中结论也是可能的,以便在这里结论也追随诸前提中较弱的那一个。他们通过归谬法这样来证明这一点。因为设前提正如我们所说的那样;我断言它们得出“A可能不属于任何C”。因为如果这是假的,“并非可能全不”将是真的,这等同于“必然属于某些”;因此,既然特称肯定前提可换位,那么C也必然属于某些A。如果B被设定为可能属于全C,而C被假定为必然属于某些A,那么B可能属于某些A。因此,既然最初假定了A必然不属于任何B,那么B也必然不属于任何A;但它也被假定为可能属于某些,这是不可能的。这个不可能的结果之所以产生,是因为我们假定了A并非可能不属于任何C,这等同于“必然属于某些”;因此这是假的,而矛盾对立的“可能不属于任何”是真的。因此这就是所能得出的结论。也可以用另一种方式来证明这个不可能的结果:因为如果A必然不属于任何B,那么B也必然不属于任何A;而A必然属于某些C;因此B必然并非属于所有的C;但先前也曾有“可能全属”,这是不可能的。

§2.128

"Δῆλον δὲ καὶ ὅτι πάντες ἀτελεῖς οἱ συλλογισμοὶ καὶ ὅτι τελειοῦνται διὰ τῶν προειρημένων σχημάτων." Οὐ πάντες ἁπλῶς ἀτελεῖς, ἀλλ’ ὅσοι ἔχουσι τὴν ἐλάττονα ἐνδεχομένην. τελειοῦνται δὲ πάντες τῇ εἰς τὸ πρῶτον σχῆμα ἀναγωγῇ ἢ τῶν ἁπλῶν συλλογισμῶν ἢ τῶν μικτῶν·3 διὰ τοῦτο γὰρ εἶπε σχημάτων καὶ οὐ ‘σχήματος’.

“同样显然的是,所有推论都是不完全的,并且它们通过前述的格得以完全化。” 并非毫无条件地所有推论都是不完全的,而是凡以可能前提为小前提的推论都是不完全的。而所有的推论都是通过被归约为单纯推论的第一格或混合推论的第一格而得以完全化的;因为正是为此缘故,他说了“诸格”而不是“格”。

语法注3 条
  1. 2.127τοῦ κατὰ τοῦ ὑπάρχοντος δηλονότι κατηγορουμένου

    名词化的现在时被动分词单数属格 τοῦ κατηγορουμένου 与前项 τοῦ μὴ ἐνδέχεσθαι ὑπάρχειν(不可能属于)构成同位语,界定了这种不可能性是指“就实然前提所述说的那种[不可能属于]”,即等同于对实然属于的否定。

  2. 2.127εἰ μὴ τῇ μείζονι ἀκολουθήσοι τὸ συμπέρασμα ἀλλὰ τῇ χείρονι

    条件从句中的未来时希求法 ἀκολουθήσοι 表达了从过去亚里士多德论证视阈出发的假设(过去将来的间接陈述)。它与主句的未完成过去时直陈式 ἠκολούθει 结合,构成了反事实式的论述脉络:假若结论不随大前提,便不会产生荒谬的后果。

  3. 2.128ἢ τῶν ἁπλῶν συλλογισμῶν ἢ τῶν μικτῶν

    属格短语 ἢ τῶν ἁπλῶν συλλογισμῶν ἢ τῶν μικτῶν 依附于介词短语 τῇ εἰς τὸ πρῶτον σχῆμα ἀναγωγῇ(通过归约至第一格)中的 τὸ πρῶτον σχῆμα,意为“单纯推论的[第一格]或混合推论的[第一格]”,以此解释了亚里士多德为何使用复数“诸格”(σχημάτων)而非单数“格”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:204.17-206.3