← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§202.23-204.16

第一格余下不可推论组合与模态混合总结

菲洛波庞通过词项举例确认了第一格中大前提为特称而小前提为全称的组合,以及两前提均为特称或无定前提的组合皆为不可推论的,并进而对可能前提与实然前提及必然前提的混合进行了总体上的异同总结。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.123

" Ὅταν δὲ ἀναγκαῖον ᾖ τὸ καθόλου, τὸ δ’ ἐν μέρει ἐνδεχόμενον, στερητικοῦ μὲν ὄντος τοῦ καθόλου τοῦ μὲν ὑπάρχειν ζῷον, λευκόν, κόραξ καὶ τὰ ἑξῆς." Ἀμείβει διὰ τούτων τὴν τάξιν τῶν τρόπων τῇ μὲν ἐλάττονι διδοὺς τὸ ἀναγκαῖον τῇ δὲ μείζονι τὸ ἐνδεχόμενον. αὗται οὖν πᾶσαι, ὅπως ἂν ἔχωσι κατὰ τὸ ποιόν, πᾶσαί εἰσιν ἀσυλλόγιστοι· συνάγουσι γὰρ πᾶσαι καὶ τὸ παντὶ καὶ τὸ οὐδενὶ ἐξ ἀνάγκης, ὡς διὰ τῶν ὅρων αὐτὸς ἐκτίθεται.

“然而,当全称前提是必然的而特称前提是可能的,如果全称前提是否定的,对于属于而言[词项是]动物、白、渡鸦,等等。” 通过这些话,他调换了诸样式的次序,将必然性赋予小前提,而将可能性赋予大前提。因此,无论它们在质上处于何种状态,所有这些组合都是不可推论的;因为正如他自己通过词项所指出的那样,它们都必然地既得出“属于全”又得出“全不属于”。

§2.124

"Οὐδ’ ὅταν ἀδιόριστοι ληφθῶσιν αἱ προτάσεις ἢ ἀμφότεραι κατὰ μέρος, οὐδὲ οὕτως ἔσται συλλογισμός. ὅροι δὲ κοινοὶ τοῦ μὲν ὑπάρχειν ζῷον, λευκόν, ἄνθρωπος, τοῦ δὲ μὴ ὑπάρχειν ζῷον, λευκόν, ἄψυχον." Αὗται περιλείπονται ἐν πρώτῳ σχήματι συζυγίαι, αἵτινες πᾶσαι ἀσυλλόγιστοί εἰσιν· αἵ τε γὰρ ἐξ ἀμφοτέρων μερικῶν ἀσυλλόγιστοι τῆς μείζονος οὐκ ἐχούσης τὸ καθόλου καὶ αἱ ἐξ ἀπροσδιορίστων ἀμφοτέρων, διότι κατὰ τὸν Ἀριστοτέλην ταῖς μερικαῖς ἰσοδυναμοῦσιν αἱ ἀπροσδιόριστοι. εὐπορεῖ δὲ κοινῶν ὅρων ἐπὶ πάντων συναγόντων καὶ τὸ παντὶ καὶ τὸ οὐδενί· ζῷον λευκῷ ὑπαρχέτω ἢ τινὶ ἐξ ἀνάγκης ἢ ἐνδεχομένως, λευκὸν ἀνθρώπῳ ὑπαρχέτω ἢ τινὶ ἐξ ἀνάγκης ἢ ἐνδεχομένως, καὶ συνάγεται ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. καὶ πάλιν ὁμοίως ἐχουσῶν τῶν προτάσεων ζῷον οὐδενὶ ἀψύχῳ ἐξ ἀνάγκης.

“当诸前提被取为无定前提时,或者两者都是特称前提时,即使如此也不会产生推论。对于属于而言的共同词项是动物、白、人;对于不属于而言是动物、白、无生物。” 这些是第一格中遗留下来的组合,它们全都是不可推论的;因为由两个特称前提构成的组合由于大前提不具有全称性而是不可推论的,由两个无定前提构成的组合亦然,因为根据亚里士多德,无定前提等同于特称前提。他轻易地找到了在所有情况下既能得出“属于全”又能得出“全不属于”的共同词项:设动物必然或可能属于某些白,白必然或可能属于某些人,于是必然得出动物属于全人类。再次,当诸前提处于类似状态时,动物必然不属于任何无生物。

§2.125

"Καὶ γὰρ τὸ ζῷον τινὶ λευκῷ καὶ τὸ λευκὸν τινὶ ἀψύχῳ καὶ ἀναγκαῖον ὑπάρχειν καὶ οὐκ ἐνδέχεται ὑπάρχειν. καὶ ἐπὶ τοῦ ἐνδέχεσθαι ὁμοίως, ὥστε πρὸς πάντα χρήσιμοι οἱ ὅροι." Βούλεται διὰ τούτων δεῖξαι ὅπως οἱ εἰρημένοι ὅροι εὐοδοῦσιν ἐπὶ πασῶν ὁμοῦ ὧν ἐξέθετο συζυγιῶν, τῶν τε μερικῶν καὶ τῶν ἀπροσδιορίστων. καὶ τοῦτο † δείκνυσι διότι φησὶ δυνατὸν εἰπεῖν 〈τὸ ζῷον〉 τινὶ λευκῷ ἐξ ἀνάγκης ὑπάρχειν, οἷον τῷ ἐν κύκνῳ ἢ τῷ ἐν Σκύθῃ·1 ὥστε δῆλον διὰ τούτων ὅτι δυνατὸν λαβεῖν τὴν μείζονα πρότασιν ἀναγκαίαν καταφατικήν. ὅτι δὲ καὶ ἀποφατικήν, δῆλον· λέγομεν γὰρ τὸ ζῷον μὴ παντὶ λευκῷ ἐξ ἀνάγκης ὑπάρχειν, οἷον τῷ ἐν χιόνι. οὕτω μὲν οὖν δέδεικται ὅτι δυνατὸν τὴν μείζονα πρότασιν μερικὴν οὖσαν λαβεῖν ἀναγκαίαν καταφατικήν τε καὶ ἀποφατικήν. ὡσαύτως δὲ καὶ τὴν ἐλάττονα δείξομεν· λέγομεν γὰρ τὸ λευκὸν τινὶ ἀνθρώπῳ, οἷον τῷ Σκύθῃ, ἢ ἀψύχῳ ἐξ ἀνάγκης ὑπάρχειν, οἷον χιόνι, καὶ ἐξ ἀνάγκης μὴ παντὶ * * * ἀψύχῳ ὑπάρχειν· οὐδὲ γὰρ τῇ ἐβένῳ. οὕτω μὲν οὖν ἀμφοτέρας ἀναγκαίας ἔστι λαβεῖν καταφατικάς τε καὶ ἀποφατικάς. ὡσαύτως δὲ καὶ ἐνδεχομένας δυνατὸν λαβεῖν· ζῷον γὰρ τινὶ λευκῷ ἐνδέχεται, οἷον τῷ ἐν Σωκράτει, καὶ οὐ παντὶ ἐνδέχεται· οὐδὲ γὰρ τῷ ἐν ψιμυθίῳ. καὶ πάλιν τὸ λευκὸν τινὶ ἀψύχῳ ἐνδέχεται, οἷον λίθῳ, καὶ τινὶ οὐκ ἐνδέχεται (οὐδὲ γὰρ ἐβένῳ) ἢ ἀνθρώπῳ ἐνδέχεται τινὶ καὶ οὐκ ἐνδέχεται, Σωκράτει τε καὶ Αἰθίοπι. ὥστε ὅπως ἂν ληφθῶσιν αἱ προτάσεις αὗται, ἀσυλλόγιστοί εἰσι. Καὶ οὐκ ἐνδέχεται ὑπάρχειν ἀντὶ τοῦ ‘οὐκ ἀνάγκη ὑπάρχειν’.2

“因为动物属于某些白以及白属于某些无生物,既必然属于,也不可能属于。在可能的情况下亦同样如此,因此这些词项对所有情况都是有用的。” 他希望通过这些话指明,所陈述的词项如何同时在他所列出的所有组合中——既包括特称组合也包括无定组合——成功适用。他证明了这一点,因为他说可以说动物必然属于某些白,例如天鹅中的白或斯基泰人中的白;因此通过这些显然可以把大前提取为必然肯定前提。而它也可以取为否定前提,同样是显然的;因为我们说动物并非必然属于所有的白,例如雪中的白。这样便已证明,当大前提是特称前提时,可以将其取为必然肯定前提和必然否定前提。同样地,我们也将在小前提上证明这一点;因为我们说白必然属于某些人,例如斯基泰人,或者属于[某些]无生物,例如雪,并且必然不属于所有的无生物;因为[它]甚至不属于乌木。这样便可以把两个前提都取为必然肯定前提和必然否定前提。同样也可以将它们取为可能前提;因为动物可能属于某些白,例如苏格拉底中的白,并且并非可能属于所有的白;因为[它]甚至不可能属于铅白中的白。再次,白可能属于某些无生物,例如石头,并且不可能属于某些无生物(因为甚至不可能属于乌木);或者对于人而言,它可能属于某些人并且不可能属于〔某些人〕,如在苏格拉底和埃塞俄比亚人那里。因此,无论这些前提如何被选取,它们都是不可推论的。而“不可能属于”代表“并非必然属于”。

§2.126

"Φανερὸν οὖν ἐκ τῶν εἰρημένων ὅτι ὁμοίως ἐχόντων τῶν ὅρων ἔν τε τῷ ὑπάρχειν καὶ ἐν τοῖς ἀναγκαίοις3 γίνεται τε καὶ οὐ γίνεται συλλογισμός." Τοῦτο συμπέρασμά ἐστι κοινὸν τῶν προειρημένων μίξεων τοῦ ἐνδεχομένου, λέγω πρὸς τὸ ὑπάρχον καὶ τὸ ἀναγκαῖον. παραδίδωσι δὲ ἐκ τῶν εἰρημένων συμπεράνας τί τὸ κοινὸν ἀμφοτέραις ταύταις ταῖς μίξεσι πρὸς ἀλλήλας καὶ τί τὸ διάφορον. κοινὸν οὖν φησιν αὐταῖς ὅτι ὁμοίως ἐπ’ ἀμφοτέρων ἐχουσῶν τῶν προτάσεων κατά τε τὸ ποιὸν καὶ τὸ ποσὸν καὶ τὸν τρόπον ἢ συλλογιστικαί εἰσιν ἢ ἀσυλλόγιστοι. καὶ τὰ αὐτὰ συνήγετο συμπεράσματα ὁμοίως ἐχουσῶν τῶν συζυγιῶν· ἢ γὰρ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου ἢ ἄλλου τινός. εἰπὼν οὖν τὴν κοινωνίαν ἐπάγει καὶ τὴν διαφοράν.

“因此由上述可见,当词项在实然前提中和在必然前提中处于类似状态时,推论既产生也不产生。” 这是关于先前所述可能性的诸混合的共同结论,我是指与实然前提的混合以及与必然前提的混合。他根据上述内容做出结论,传授了这两种混合彼此之间的共同之处是什么以及不同之处是什么。因此他说,对于它们而言共同的是,当两者的前提在质、量和样式上处于类似状态时,它们要么是可推论的,要么是不可推论的。并且当诸组合处于类似状态时,得出的结论也是相同的;因为[它们得出的]要么是根据规定的可能性的结论,要么是某种其他的结论。因此,在陈述了共同性之后,他也引出了相异性。

语法注3 条
  1. 2.125τῷ ἐν κύκνῳ ἢ τῷ ἐν Σκύθῃ

    中性单数与格定冠词 τῷ 承接前文的 λευκῷ,构成省略结构,意为“天鹅中的[白]”或“天鹅中[具有白性者]”。后文的 τῷ ἐν χιόνι 与 τῷ ἐν ψιμυθίῳ 亦同此结构。

  2. 2.125Καὶ οὐκ ἐνδέχεται ὑπάρχειν ἀντὶ τοῦ ‘οὐκ ἀνάγκη ὑπάρχειν’

    这是菲洛波诺斯对引文中的 καὶ οὐκ ἐνδέχεται ὑπάρχειν 所作的语义疏解。他澄清亚里士多德的原文字句并非字面意义上的“不可能属于(=必然不属于)”,而是用以代指“并非必然属于”,表达与必然属于相对立的否定模态。

  3. 2.126ὁμοίως ἐχόντων τῶν ὅρων ἔν τε τῷ ὑπάρχειν καὶ ἐν τοῖς ἀναγκαίοις

    独立属格结构。介词短语 ἔν τε τῷ ὑπάρχειν καὶ ἐν τοῖς ἀναγκαίοις 指明与可能前提相结合的另外两类前提(即实然前提和必然前提),构成表示条件的从属成分(“当词项……处于类似状态时”),修饰主句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:202.23-204.16