- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:201.9-202.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《前分析篇》36a39–36b3,菲洛波庞解释了得出可能结论的特称混合推论的证明,并通过反例词项论证了大前提为特称而小前提为全称的组合是不可推论的。
" Ὅταν δὲ τὸ ἐν μέρει καταφατικὸν ἀναγκαῖον ᾖ τὸ ἐν τῷ στερητικῷ συλλογισμῷ, οἷον τὸ Β Γ, ἢ τὸ καθόλου τὸ ἐν τῷ κατηγορικῷ, οἷον τὸ Α Β, οὐκ ἔσται τοῦ ὑπάρχειν συλλογισμός. ἀπόδειξις δ’ ἡ αὐτὴ ἣ καὶ ἐπὶ τῶν προτέρων." Εἰρηκὼς τῶν μερικῶν τὰς τὸ ὑπάρχειν συναγούσας συζυγίας νῦν περὶ τῶν τὸ ἐνδεχόμενον συναγουσῶν διαλέγεται. τί οὖν φησιν; ὅτι ὁπηνίκα ἐπὶ τῶν ἀποφατικῶν συλλογισμῶν ἡ ἐλάττων πρότασις καταφατικὴ οὖσα ἀναγκαία ᾖ, τῆς μείζονος δηλονότι ἐνδεχομένης οὔσης καθόλου ἀποφατικῆς, οὐχ ὑπάρχον ἀλλ’ ἐνδεχόμενον συνάγεται τὸ συμπέρασμα, δείκνυται δὲ καθάπερ καὶ ἡ καθόλου συζυγία [καὶ] ἡ ὁμοίως αὐτῇ ἔχουσα τῇ ἐπ’ εὐθείας δείξει διὰ μόνου τοῦ κατὰ παντὸς καὶ τοῦ κατὰ μηδενός. ἐπεὶ γὰρ τὸ Α τῷ Β ἐνδέχεται μηδενί, πάντων ἄρα τῶν μερῶν αὐτοῦ ἐνδεχομένως κεχώρισται· ἓν δὲ τῶν μερῶν τοῦ Β τι τῶν Γ ἐστί· τὸ ἄρα Α τινὶ τῶν Γ ἐνδεχομένως οὐχ ὑπάρχει. ὁμοίως, φησί, καὶ ἐπὶ τοῦ κατηγορικοῦ συλλογισμοῦ, τουτέστι τοῦ ἐξ ἀμφοτέρων καταφατικῶν τῶν προτάσεων, ἐὰν ἡ καθολικὴ πρότασις ἀναγκαία ᾖ, τουτέστιν ἡ μείζων, οὐχ ὑπάρχον πάλιν ἀλλ’ ἐνδεχόμενόν ἐστι τὸ συμπέρασμα. τοῦτο δὲ διὰ τοῦ ἀδυνάτου δείκνυται ὥσπερ καὶ ἐπὶ τῆς καθόλου συζυγίας τῆς ὁμοίως αὐτῇ ἐχούσης. ἔστω γὰρ τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης, τὸ δὲ Β τινὶ τῶν Γ ἐνδεχομένως· συνάγεται, φησίν, ὅτι τὸ Α τινὶ τῶν Γ ἐνδέχεται. εἰ γὰρ τοῦτο ψεῦδος, ἔσται τὸ ἀντιφατικῶς ἀντικείμενον ἀληθὲς τὸ ‘οὐκ ἐνδέχεται τινί’, ὅπερ ταὐτόν ἐστι τῷ ‘ἀνάγκῃ μηδενί’· ἐπεὶ οὖν τὸ Α τῷ μὲν Γ ἐξ ἀνάγκης οὐδενὶ τῷ δὲ Β παντὶ ὑπάρχει, γίνεται τὸ δεύτερον σχῆμα ἐξ ἀμφοτέρων ἀναγκαίων, τῆς μείζονος ἀποφατικῆς, καὶ συνάγεται τὸ Β ἐξ ἀνάγκης οὐδενὶ τῷ Γ· ἦν δὲ καὶ ἐνδεχομένως τινί, ὅπερ ἀδύνατον. τὸ ἀδύνατον ἠκολούθησε διὰ τὸ ὑποθέσθαι ὅτι τὸ Α τῷ Γ οὐκ ἐνδέχεται τινί· οὐκοῦν ψεῦδος τοῦτο, ἀληθὲς δὲ τὸ ‘ἐνδέχεται τινί’, ὅπερ ἔδει δεῖξαι. φανερὸν δὲ ὅτι καὶ ἐνταῦθα δυνατὸν λέγειν ὅτι τὸ ἥμισυ τοῦ ἐνδεχομένου συνάγεται.1
“然而,当否定推论中的特称肯定前提是必然的,如ΒΓ,或肯定推论中的全称前提是[必然的],如ΑΒ,将不会有关于属于的推论。而证明与先前诸情况中的相同。” 在论述了得出实然结论的特称组合之后,他现在讨论得出可能结论的组合。那么他说的是什么?即每当在否定推论中小前提作为肯定前提是必然的——显然大前提是全称否定可能的——结论得出的不是实然的而是可能的,并且正像与它具有类似状态的全称组合那样,仅通过关于“全属于”和“全不属于”的直接证明予以展示。因为既然Α可能不属于任何Β,因而它便可能与Β的所有部分相分离;而Β的部分之一是某个Γ;因此Α可能不属于某个Γ。他说,同样地,在肯定推论中,也就是由两个肯定前提构成的推论中,如果全称前提是必然的,即大前提[是必然的],结论同样不是实然的而是可能的。而这是通过归谬法予以证明的,正如在与其状态相似的全称组合中那样。因为设Α必然属于全Β,而Β可能属于某个Γ;他说,结论得出Α可能属于某个Γ。因为如果这是假的,其矛盾对立命题“不可能属于某个”就将是真的,而这等同于“必然全不属于”。既然Α必然不属于任何Γ,而属于全Β,便构成了由两个必然前提组成的第二格,其中大前提是否定的,从而得出Β必然不属于任何Γ;但先前也曾设定它可能属于某个,这是不可能的。这一不可能的结果是由于我们假设了Α不可能属于某个Γ而导致的;因此这是假的,而“可能属于某个”是真的,这正是所需要证明的。显然,在此处也可以说得出的是可能的一半。
"Ἐὰν δὲ τὸ μὲν καθόλου τεθῇ πρὸς τὸ ἔλαττον ἄκρον ἢ καταφατικὸν ἢ στερητικὸν ἢ ἐνδεχόμενον, τὸ δ’ ἐν μέρει ἀναγκαῖον πρὸς τῷ μείζονι ἄκρῳ, οὐκ ἔσται συλλογισμός. ὅροι δὲ τοῦ μὲν ὑπάρχειν ἐξ ἀνάγκης ζῷον, λευκόν, ἄνθρωπος, τοῦ δὲ μὴ ἐνδέχεσθαι ζῷον, λευκόν, ἱμάτιον." Ἐκθέμενος τὰς συζυγίας τὰς ἐκ τῆς ἑτέρας καθόλου τῆς δὲ ἑτέρας μερικῆς τὰς ἐχούσας τὴν μείζονα καθόλου καὶ δείξας, ποῖαι μὲν ἐν ταύταις συλλογιστικαί, ποῖαι δὲ ἀσυλλόγιστοι, νῦν τὰς ἐναντίως ἐχούσας κατὰ τὸ ποσὸν ἐκτίθεται, λέγω δὴ τὴν μὲν μείζονα μερικὴν τὴν δὲ ἐλάττονα καθόλου. καὶ πάσας φησὶ ταύτας ἀσυλλογίστους εἶναι· ἀπώλεσε γὰρ ἡ μείζων τὸ ἴδιον τοῦ πρώτου σχήματος, λέγω δὴ τὸ καθόλου. τὸ δὲ ἢ ἐνδεχόμενον ἀντὶ τοῦ ‘καὶ ἐνδεχόμενον’·2 πρώτας γὰρ ἐξέθετο ἀσυλλογίστους τὰς ἐχούσας τὴν ἐλάττονα ἐνδεχομένην. συνάγουσιν οὖν αὗται καὶ τὸ παντὶ καὶ τὸ μηδενί· τὸ γὰρ ζῷον ἀνθρώπῳ μὲν παντὶ ἐξ ἀνάγκης, ἱματίῳ δὲ οὐδενί. εἰλήφθωσαν δὲ πάλιν κάλλιον οἱ ὅροι· ζῷον τινὶ λευκῷ ἐξ ἀνάγκης, λευκὸν ἐνδέχεται μηδενὶ ἵππῳ ἢ παντί, καὶ ζῷον ἐξ ἀνάγκης παντὶ ἵππῳ. τοῦ δὲ μηδενί, εἰ ἀντὶ τοῦ ἵππου λάβωμεν ἱμάτιον· ζῷον τινὶ λευκῷ ἐξ ἀνάγκης, λευκὸν ἐνδέχεται μηδενὶ ἢ παντὶ ἱματίῳ, καὶ ζῷον ἐξ ἀνάγκης οὐδενὶ ἱματίῳ.
“然而,如果全称前提关联于小端概念,或者作为肯定,或者作为否定,或者作为可能,而特称必然前提关联于大端概念,将不会产生推论。对于必然属于而言,词项是动物、白、人;对于不可能而言,是动物、白、衣服。” 在列出了由一全称另一特称组成且大前提为全称的诸组合,并指明了其中哪些是可推论的、哪些是不可推论的之后,他现在列出在量上处于相反状态的诸组合,我是指大前提为特称而小前提为全称的组合。并且他说所有这些都是不可推论的;因为大前提失去了第一格的固有特征,我是指全称性。而“或者作为可能”代表“并且作为可能”;因为他首先列为不可推论的,是小前提为可能前提的那些组合。因此这些组合既能推出“属于全”,也能推出“全不属于”;因为动物必然属于全人类,而不属于任何衣服。不过,让我们再次以更好的方式选取词项:动物必然属于某些白,白可能不属于任何马或属于全马,而动物必然属于全马。对于“全不属于”,如果我们用衣服代替马:动物必然属于某些白,白可能不属于任何衣服或属于全衣服,而动物必然不属于任何衣服。
- 2.121τὸ ἥμισυ τοῦ ἐνδεχομένου συνάγεται
在亚里士多德逻辑中,当“可能”指双向可能(既非必然亦非不可能,肯定与否定皆可能)时,仅推导出肯定或否定单侧命题的结果被称为得出“可能的一半”。
- 2.122τὸ δὲ ἢ ἐνδεχόμενον ἀντὶ τοῦ ‘καὶ ἐνδεχόμενον’
关于连词 ἤ(或)的句法解释。菲洛波诺斯指出亚里士多德原文中的 ἤ 在此处并非表示选择性的析取,而是相当于累加性的 καί(并且),将“可能”这一模态与前面提到的肯定或否定之质并列起来。
