← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§199.19-201.8

必然否定小前提的不成推论与特称推论的归谬法

菲洛波诺斯注解《前分析篇》36a27–36a32,阐明当小前提为必然否定时推论不成立的原因并列举反例项,进而讨论特称推论中当大前提为必然否定且小前提为可能肯定时如何通过归谬法得出实然否定的结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.118

" Ὅταν δὲ μὴ ἐνδέχεσθαι, οὐκ ἔσται." Εἰκότως· εἰ γὰρ ἀναγκαία ἀποφατικὴ γένηται ἡ ἐλάττων, ἀπόλλυσι τὸ ἴδιον τοῦ πρώτου σχήματος μὴ ἔχουσα τὴν ἐλάττονα καταφατικήν·1 οὐκέτι γὰρ μεταλαβεῖν τὴν ἀποφατικὴν ἀναγκαίαν δυνατὸν εἰς τὴν καταφατικήν.

“然而当它不[表示]可能时,将不会[产生推论]。” 理所当然;因为如果小前提成为必然否定的,由于小前提不是肯定的,便失去了第一格的固有特征;因为不再可能将必然否定前提转变为肯定前提。

§2.119

"Οὐδ’ ὅταν ἄμφω μὲν τεθῇ στερητικά, μὴ ᾖ δὲ ἐνδεχόμενον τὸ πρὸς τὸ ἔλαττον. ὅροι δὲ οἱ αὐτοί, τοῦ μὲν ὑπάρχειν λευκόν, ζῷον, χιών, τοῦ δὲ μὴ ὑπάρχειν λευκόν, ζῷον, πίττα." Ἀμφοτέρων, φησί, τῶν προτάσεων ἀποφατικῶν λαμβανομένων, ἐὰν μὲν ἡ ἐλάττων ἐνδεχομένη ᾖ, διὰ τὴν αὐτὴν πάλιν αἰτίαν συλλογιστικὴ γίνεται ἡ συζυγία· μεταλαμβάνεται γὰρ πάλιν ἡ ἀποφατικὴ εἰς τὴν καταφατικήν· ἐὰν δὲ ἀναγκαία ᾖ ἡ ἐλάττων, οὐκέτι. ἐκτίθεται δὲ ὅρους συνάγοντας καὶ τὸ παντὶ καὶ τὸ οὐδενί, οὕσπερ παρέθετο καὶ ἐπὶ τῆς μίξεως τοῦ ὑπάρχοντος καὶ τοῦ ἐνδεχομένου· λευκὸν γὰρ χιόνι μὲν ἐξ ἀνάγκης πάσῃ, πίττῃ δὲ οὐδεμιᾷ. ληψόμεθα δὲ ἡμεῖς ὅρους κἀπὶ τούτων κρείττονας, οὕσπερ καὶ ἐν ἐκείνοις εἰλήφαμεν, τοῦ μὲν παντί· λευκὸν ἐνδέχεται μηδενὶ ἵππῳ, ἵππος οὐδενὶ κύκνῳ ἐξ ἀνάγκης, καὶ λευκὸν ἐξ ἀνάγκης παντὶ κύκνῳ· τοῦ δὲ μηδενί, εἰ ἀντὶ κύκνου κόρακα λάβωμεν· λευκὸν γὰρ ἐνδέχεται μηδενὶ ἵππῳ, ἵππος οὐδενὶ κόρακι ἐξ ἀνάγκης, καὶ λευκὸν ἐξ ἀνάγκης οὐδενὶ κόρακι.

“当两个前提都设为否定,而关联小项的前提不是可能的前提时,也不会产生推论。词项是相同的:对于属于而言是白、动物、雪;对于不属于而言是白、动物、沥青。” 他说,在两个前提都取否定时,如果小前提是可能的,由于同样的原因该组合再次成为可推论的;因为否定前提再次转变为肯定前提;但如果小前提是必然的,则不再能推论。他举出了能推出“属于全”和“全不属于”的词项,这些也是他在实然与可能的混合中所引用的:因为白必然属于全雪,而不属于任何沥青。但我们在此类情况中也将采用更好的词项,正如我们在那些地方所采用的那样:对于“属于全”而言——白可能不属于任何马,马必然不属于任何天鹅,而白必然属于全天鹅;对于“全不属于”而言,如果我们用乌鸦代替天鹅——因为白可能不属于任何马,马必然不属于任何乌鸦,而白必然不属于任何乌鸦。

§2.120

"Τὸν αὐτὸν δὲ τρόπον ἕξει καὶ ἐπὶ τῶν ἐν μέρει συλλογισμῶν· ὅταν μὲν γὰρ ᾖ τὸ στερητικὸν ἀναγκαῖον, καὶ τὸ συμπέρασμα ἔσται τοῦ μὴ ὑπάρχειν." Πληρώσας τὸν τῶν ἐξ ἀμφοτέρων τῶν προτάσεων καθόλου λόγον ἀκολούθως μέτεισιν ἐπὶ τὰς ἐχούσας τὴν ἑτέραν μερικήν. καὶ συντόμως εἰπεῖν, ὅπως ἂν εἶχον αἱ καθόλου, οὕτως ἔχουσι καὶ αὗται κατά τε τὰ συμπεράσματα καὶ τοὺς τρόπους τῶν δείξεων, καὶ μόνῳ τῷ καθόλου καὶ τῷ μερικῷ διαλλάττουσιν. ἐκτίθεται δὲ τὰς ἀνομοιοσχήμονας συζυγίας πρώτας, ἐφ’ ὧν καὶ ἡ διαφορὰ τῶν συμπερασμάτων ἐγίνετο (αἱ μὲν γὰρ τὸ ἐνδεχόμενον συνῆγον, αἱ δὲ τὸ ὑπάρχον), ἵνα κατὰ συνέχειαν πληρώσῃ τὸν περὶ τῶν ἀνομοιοσχημόνων λόγον. πρώτας δὲ ἐκτίθεται τὰς τὸ ὑπάρχον συναγούσας, καὶ φησὶν ὅτι, ὅταν μὲν ᾖ τὸ στερητικὸν ἀναγκαῖον, τουτέστιν ὅταν ἡ μείζων ἀναγκαία ᾖ ἀποφατικὴ καθόλου· ἀνομοιοσχημόνων γὰρ οὐσῶν τῶν προτάσεων ἐν πρώτῳ σχήματι ἀνάγκη τὴν ἀποφατικὴν μείζονα εἶναι·2 πάλιν τῆς ἑτέρας οὔσης μερικῆς τῆς δὲ ἑτέρας καθόλου τὴν καθόλου ἀνάγκη μείζονα εἶναι· ὥστε τοῦτό φησιν, ὅτι ἐπὶ τῶν ἀνομοιοσχημόνων συζυγιῶν καὶ ἐχουσῶν τὴν ἑτέραν μερικήν, ὅταν ἡ μείζων ἀναγκαία ᾖ, δηλονότι ἀποφατικὴ οὖσα καὶ καθόλου, ἡ δὲ ἐλάττων ἐνδεχομένη μερικὴ οὖσα καταφατική, τὸ συμπέρασμα ὑπάρχον ἔσται καὶ οὐ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον, ὡς δέδεικται καὶ ἐπὶ τῶν καθόλου συζυγιῶν. ἔστω γὰρ τὸ μὲν Α ἐξ ἀνάγκης μηδενὶ τῷ Β ὑπάρχον, τὸ δὲ Β τινὶ τῷ Γ ἐνδεχέσθω ὑπάρχειν· λέγω, φησίν, ὅτι τὸ Α τινὶ τῷ Γ οὐχ ὑπάρχει. εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ ‘ὑπάρχει παντί’· ἐπεὶ οὖν τὸ Α τῷ Β ἐξ ἀνάγκης οὐδενί, καὶ τὸ Β τῷ Α ἐξ ἀνάγκης οὐδενί· ἀντιστρέφει γάρ· εἰ τοίνυν τὸ Β τῷ Α ἐξ ἀνάγκης οὐδενί, τὸ δὲ Α τῷ Γ ὑπάρχει παντί, ὡς ἡ ὑπόθεσις, γίνεται ἄρα τὸ πρῶτον σχῆμα τῆς μίξεως τοῦ ὑπάρχοντος καὶ ἀναγκαίου· ἐπὶ δὲ τῆς τοιαύτης μίξεως κατὰ Ἀριστοτέλην τῇ μείζονι τῶν προτάσεων ἠκολούθησε τὸ συμπέρασμα· τὸ ἄρα Β οὐδενὶ τῷ Γ ἐξ ἀνάγκης ὑπάρχει· ὑπέκειτο δὲ καὶ τινὶ ἐνδέχεσθαι ὑπάρχειν, ὅπερ ἀδύνατον. τὸ ἀδύνατον ἠκολούθησε διὰ τὸ ὑποθέσθαι ἡμᾶς τὸ Α τῷ Γ παντὶ ὑπάρχειν· ψεῦδος ἄρα τοῦτο· οὐκοῦν ἀληθὲς τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ μὴ παντὶ ὑπάρχειν,3 ὅπερ δεῖξαι προὔκειτο. ὁμοίως δέ, κἂν τὴν ἐλάττονα ἐνδεχομένην μερικὴν ἀποφατικὴν ὑποθώμεθα, ἵνα ὁμοιοσχήμων γένηται ἡ συζυγία ἐξ ἀμφοτέρων ἀποφατικῶν, τὸ αὐτὸ πάλιν γίνεται συμπέρασμα, ἐπειδὴ καὶ ἡ αὐτὴ πάλιν συζυγία μεταλαμβανομένης τῆς ἀποφατικῆς εἰς τὴν καταφατικήν.

“在特称推论的情形中情况也将是相同的;因为每当否定前提是必然的时,结论也将是不属于的结论。” 在完成了两个前提皆为全称的论述之后,他顺理成章地转向有一前提为特称的情形。简而言之,全称诸前提具有怎样的状态,这些前提在结论和证明方式上也具有同样的状态,仅在全称与特称上有所不同。他首先举出不同质的诸组合,在这些组合中结论的差异也曾产生(因为有些得出可能结论,有些得出实然结论),以便连贯地完成关于不同质组合的论述。他首先举出得出实然结论的组合,并说,每当否定前提是必然的时,也就是说,每当大前提是必然全称否定时;因为在第一格中诸前提质不同时,否定前提必须是大前提;再次,在一为特称另一为全称时,全称前提必须是大前提;因此他的意思是:在不同质且有一前提为特称的组合中,每当大前提是必然的(显然是全称否定),而小前提是特称肯定可能时,结论将是实然的,而非按照定义而言的可能,正如在全称诸组合中所证明的那样。因为设Α必然不属于任何Β,而Β可能属于某些Γ;“我说,”他说,“Α不属于某些Γ。”因为如果这是假的,其矛盾对立命题“属于全”就是真的。既然Α必然不属于任何Β,Β也必然不属于任何Α;因为它是可以换位的;既然如此,如果Β必然不属于任何Α,而如假设那样Α属于全Γ,便构成了实然与必然混合的第一格;而在这样的混合中,按照亚里士多德,结论随大前提;因此Β必然不属于任何Γ。但先前也曾假设它可能属于某些,这是不可能的。这一不可能的结果是由于我们假设了Α属于全Γ而产生的;因此这是假的;从而其矛盾对立命题“不属于全”[=不属于某些]是真的,而这正是原本要证明的。同样地,即使我们假设小前提为特称否定可能,以使该组合由两个否定前提构成同质组合,由于在否定前提转变为肯定前提之后再次构成相同的组合,因此再次得出相同的结论。

语法注3 条
  1. 2.118μὴ ἔχουσα τὴν ἐλάττονα καταφατικήν

    分词 ἔχουσα 为阴性单数,与省略的主语 ἡ συζυγία(组合)一致。它与否定词 μή 连用,作状语表示原因或条件(“由于/通过不具有肯定小前提”)。

  2. 2.120ἀνομοιοσχημόνων γὰρ οὐσῶν τῶν προτάσεων ἐν πρώτῳ σχήματι ἀνάγκη τὴν ἀποφατικὴν μείζονα εἶναι· πάλιν τῆς ἑτέρας οὔσης μερικῆς τῆς δὲ ἑτέρας καθόλου τὴν καθόλου ἀνάγκη μείζονα εἶναι

    两个独立属格结构(ἀνομοιοσχημόνων... οὐσῶν 与 τῆς ἑτέρας οὔσης...)分别作为非人称句 ἀνάγκη +宾格不定式(τὴν ἀποφατικὴν μείζονα εἶναι 及 τὴν καθόλου... μείζονα εἶναι)的条件/前提,构成了表述第一格关于前提分配规则的平行骨架。

  3. 2.120τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ μὴ παντὶ ὑπάρχειν

    带冠词不定式短语 τὸ μὴ παντὶ ὑπάρχειν(“不属于全”)与“属于全”的“矛盾对立命题”(τὸ ἀντιφατικῶς ἀντικείμενον)同位。在推论逻辑上这等价于“不属于某些”(τινὶ οὐχ ὑπάρχει),从而完成了对前述特称否定结论的归谬反证。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:199.19-201.8