← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§18.22-20.11

命题的划分与构成性种差的辨析

斐洛波诺斯基于选言连词不适用于定义的原则,论证了全称、特称、肯定与否定等项是命题的分割性划分而非构造型种差,并辨析了命题的最种式种差如何与波菲利关于种差的定义相调和。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6

" Οὗτος δὲ ἢ καθόλου ἢ ἐν μέρει ἢ ἀδιόριστος." Οὐδέποτε γὰρ ἐν ὁρισμῷ διαζευκτικὸς παραλαμβάνεται σύνδεσμος· τὰ γὰρ ἐν τῷ ὁρισμῷ παραλαμβανόμενα παντὶ τῷ ὁριστῷ πάντα ὑπάρχει· παντὶ γὰρ ἀνθρώπῳ καὶ τὸ ζῷον καὶ τὸ λογικὸν καὶ τὸ θνητὸν καὶ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν· οὐ πάσῃ δὲ προτάσει τὸ καταφατικὸν καὶ ἀποφατικὸν ἢ τὸ καθόλου καὶ ἐν μέρει καὶ ἀδιόριστον. διαίρεσις ἄρα τοῦτό ἐστι προτάσεως καὶ οὐ συστατικαὶ διαφοραί, εἰ μὴ ὡς ἕν, ὅπερ εἶπον, ληφθείη. ἀλλ’ οὐδὲ ἅμα παραλαμβάνεσθαι δύναται, διότι, ὡς ἤδη εἶπον, ἕκαστον τῶν ἐν τῷ ὁρισμῷ παραλαμβανομένων ἑκάστῳ τῶν ὑπὸ τὸ ὁριστὸν εἴτε εἰδῶν, εἰ γένος εἴη τὸ ὁριστόν, εἴτε ἀτόμων, εἴπερ εἶδος εἴη εἰδικώτατον, ὑπάρχειν ὀφείλει. οἷον ζῷόν ἐστιν οὐσία ἔμψυχος αἰσθητική, καὶ παντὶ ζῴῳ ὑπάρχει τὸ εἶναι οὐσίαν καὶ ἔμψυχον καὶ αἰσθητικόν· ὁμοίως καὶ ὁ τοῦ ἀνθρώπου ὁρισμὸς παντὶ τῶν ὑπὸ τὸν ἄνθρωπον ἀτόμων καὶ τῶν ἐν τῷ ὁρισμῷ ἕκαστον, ὡς ἔφθην εἰπών. ἐπὶ δὲ τῆς καταφάσεως καὶ ἀποφάσεως τῶν ὑπὸ τὴν πρότασιν οὐκέτι τοῦτο συμβαίνει· εἰ γὰρ ὑφ’ ἓν λάβωμεν τὸ καταφατικὸν καὶ ἀποφατικόν, ἐπ’ οὐδενὸς ἁρμόσει, οὔτε ἐπὶ τῆς καταφάσεώς φημι οὔτε ἐπὶ τῆς ἀποφάσεως· ὁμοίως δὲ οὐδὲ τὸ καθόλου καὶ ἐν μέρει καὶ ἀδιόριστον. ὥστε διαιρετικῶς τοῦτο ἀκουστέον, ἵνα ὁ μὲν ὅρος τῆς προτάσεως εἴη λόγος τινὸς κατά τίνος, διαίρεσις δὲ αὐτῆς ταύτης κατὰ μὲν τὸ ποιὸν κατάφασις ἢ ἀπόφασις, κατὰ δὲ τὸ ποσὸν καθόλου ἢ ἐν μέρει ἢ ἀδιόριστος. τούτου δὲ οὕτως ἔχοντος οὐκέτι χώραν ἡ ἀπορία ἕξει ἡ λέγουσα τὰς διαφορὰς τὰς ἐν τῷ ὁρισμῷ παραληφθείσας, τὸ καταφατικόν φημι καὶ τὸ ἀποφατικὸν καὶ τῶν ἑξῆς ἕκαστον, ἐπ’ ἔλαττον εἶναι τοῦ ὁριστοῦ· οὐδὲ γὰρ εἰς τὸν ὁρισμὸν αὐτῆς τῆς προτάσεως παρελήφθησαν, ἀλλ’ εἰσὶν αὐτῆς διαιρετικαί. μόνη δὲ παρείληπται ἡ τὶ κατά τινος, ἥτις ἐξισάζει τῇ προτάσει· πάσῃ γὰρ προτάσει καὶ μόνῃ τοῦτο ὑπάρχει. εἰ δὲ λέγοι τις ὅτι ἀλλ’ ἔδει, ὥσπερ ἐπὶ τῶν ἄλλων ὁρισμῶν, εἰ καὶ εἰδικώταται διαφοραὶ παραλαμβάνονται, ἀλλ’ οὖν καὶ κοιναί εἰσιν, ὡς ἐπὶ τοῦ ἀνθρώπου τὸ λογικὸν καὶ τὸ θνητόν, οὕτως καὶ ἐπὶ τοῦ ὁρισμοῦ τῆς προτάσεως καὶ κοινοτέρας τινὰς εἶναι διαφοράς, ἴστω ὅτι ἐπὶ μὲν τῶν ἄλλων εἰδῶν τῶν ὑπὸ τὰ γένη ἦσάν τινες κοιναὶ πλειόνων εἰδῶν διαφοραί, ὡς τὸ λογικὸν ἀνθρώπου καὶ ἀγγέλου, ἐνταῦθα δὲ οὐκ ἐχορήγησεν ἡμῖν τὸ τοιοῦτον ἡ φύσις· εὐθὺς γὰρ μετὰ τὸ γένος, τὸν λόγον, τὰ εἴδη εἰσὶ μηδενὶ μέσῳ κοινοτέρῳ διειργόμενα εἰ μὴ μόναις ταῖς εἰδικωτάταις διαφοραῖς, αἷς ἕκαστον τῶν ὑπὸ τὸν λόγον εἰδῶν χαρακτηρίζεται. ἀλλὰ πάλιν ἡμῖν ὁ περὶ τῆς διαφορᾶς προσίσταται ὁρισμός, εἴπερ ἐστὶ “τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορούμενον”· οὐδὲ γὰρ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει κατηγορεῖται τὸ τὶ κατά τινος, εἴπερ ἐξισάζει τῷ ὁριστῷ. φημὶ οὖν καὶ πρὸς τοῦτο ὅτι πρῶτον μὲν ἡ αὐτή ἐστιν ἀπορία καὶ ἐπὶ τῶν ἄλλων εἰδικωτάτων διαφορῶν, οἷον τοῦ νοῦ καὶ ἐπιστήμης δεκτικοῦ ἐπὶ ἀνθρώπου, τοῦ ὑπὸ μιᾶς γραμμῆς περιέχεσθαι ἐπὶ τοῦ κύκλου. ἄλλως τε ἐνταῦθα οὐδὲ τοῦτο ἕπεται· ἡ γὰρ πρότασις ὑπάλληλόν ἐστι γένος διαιρούμενον εἰς εἴδη τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν· ἑκάστῃ δὲ τούτων προσαρμόζει τὸ τὶ κατά τινος. ὥστε ἐνταῦθα μὲν κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει κατηγορεῖται τὸ τὶ κατά τινος· τὸ μέντοι νοῦ καὶ ἐπιστήμης δεκτικόν, εἰ μόνου ἐστὶν ἀνθρώπου εἰδικωτάτη διαφορά, οὐ κατὰ διαφερόντων τῷ εἴδει ἀλλὰ κατὰ διαφερόντων τῷ ἀριθμῷ κατηγορεῖται· ὁμοίως καὶ ἐπὶ τοῦ κύκλου τὸ ὑπὸ μιᾶς γραμμῆς περιέχεσθαι. μήποτε οὖν κάλλιόν ἐστιν οὕτως ὁρίζεσθαι τὴν διαφοράν, ὅτι τὸ κατὰ πλειόνων καὶ διαφερόντων ἢ τῷ εἴδει ἢ τῷ ἀριθμῷ ἐν τῷ ὁποῖον τί ἐστι κατηγορούμενον. εἰ δὲ καὶ οὗτος ὁ ὅρος μὴ ἐφαρμόσει ταῖς εἰδικωτάταις διαφοραῖς, ἀλλ’ οὖν οἱ ἄλλοι ὅροι ἐφαρμόσουσι, “διαφορά ἐστιν ᾗ περιττεύει τὸ εἶδος τοῦ γένους”.1 Τινὸς κατά τινος. τινὰ τῶν ἀντιγράφων καὶ τινὸς ἀπό τινος ἔχει. ἀλλ’ ἄμεινον τὸ πρῶτον μόνον. εἰ δέ τις εἴποι ‘ἀλλὰ μόνης τῆς καταφάσεως ὁ ὁρισμὸς εὑρίσκεται· δοκεῖ γὰρ τὸ κατά τινος μὴ ἁρμόζειν τῇ ἀποφάσει· αὕτη γὰρ διὰ τὸ διαιρεῖν μᾶλλον ἂν καλοῖτο τινὸς ἀπό τινος’, ἐροῦμεν ὅτι τὸ τινὸς αὐτὸν μόνον τὸν κατηγορούμενον ὅρον δηλοῖ, τὸ δὲ κατά τινος τὸν ὑποκείμενον.2 εἰ οὖν καὶ ἡ ἀπόφασις ἐκ τούτων συνέστηκε, δῆλον ὡς καὶ περὶ ταύτης ἂν εἴη διειληφώς· λέγομεν γάρ τι κατά τινος ὑπάρχειν ἢ μὴ ὑπάρχειν.

“而这[言辞]或者是全称的,或者是特称的,或者是不定的。” 因为选言连词绝不能被纳入定义中;因为纳入定义中的诸项全都属于被定义者的每一个事例;因为对于每一个人,动物、理性的、必死的,以及接受理智和知识的能力都属于他;但肯定与否定,或者全称、特称与不定,并不属于每一个命题。因此,正如我所说,除非被当作一个整体来取,否则这是命题的分割,而不是构成性种差。但它们甚至也不能同时被采用,因为正如我已经说过的,纳入定义中的每一项,如果被定义者是属,就必须属于被定义者之下的每一个种;如果被定义者是最种式的种,就必须属于每一个个体。例如,动物是有魂的、有感觉的实体,对于每一个动物,作为实体、有魂的和有感觉的都属于它;同样,正如我前面所说,人的定义以及定义中的每一项,也都属于人底下的每一个个体。但是在命题之下的肯定和否定中,这就不再发生;因为如果我们把肯定和否定当作单一的事物来取,它将不适合任何事物,我的意思是既不适合肯定,也不适合否定;同样,全称、特称和不定也不适合。因此,这必须以分割的方式理解,以便使命题的定义是‘关于某物的某物的言辞’,而这本身的分割则是就质而言为肯定或否定,就量而言为全称、特称或不定。如果是这样,那么声称纳入定义中的种差——我指肯定的和否定的,以及接下来的每一项——比被定义者外延更窄的难问就不复存在了;因为它们并未被纳入命题本身的定义中,而是它的分割性种差。而唯独‘关于某物的某物’被采纳了,它与命题外延相等;因为对于每一个命题且仅对于命题,这属性是属于它的。但是,如果有人说,正如在其他定义中那样,即使采用了最种式的种差,但也依然存在共同的种差,如在人中的理性和必死,所以在命题的定义中也应当存在某些更共同的种差,那么就让他知道:在属之下的其他种的情形中,确实存在几个种所共有的某些种差,如理性属于人和天使,但在这里自然并未向我们提供这样的东西;因为在言辞这一属之后紧接着就是各个种,除了通过用以表征言辞之下的各个种的最种式种差之外,它们不被任何居间的更共同之物所隔开。但是关于种差的定义又摆在我们面前,如果它确实是“在性质范畴内对种上有区别的多数事物进行述说的”;因为如果‘关于某物的某物’与被定义者外延相等,它就不是对种上有区别的多数事物进行述说的。因此,对此我也说:首先,在其他最种式的种差上也有同样的难问,例如在人中的接受理智和知识的能力,在圆中的被单一条线所包围。此外,在这里甚至连这个难问也不会随之产生;因为命题是被分割为肯定和否定这两个种的从属属;而对它们中的每一个,‘关于某物的某物’都是切合的。因此在这里,‘关于某物的某物’是对种上有区别的多数事物进行述说的;然而,接受理智和知识的能力如果是仅属于人的最种式种差,它所述说的就不是种上有区别的事物,而是数量上有区别的事物;在圆中的被单一条线所包围也是如此。那么,难道将种差定义为“在性质范畴内对在种上或数量上有区别的多数事物进行述说的”,不是更好吗?即使这一界说也不适合最种式的种差,但无论如何其他界说也适合,即“种差是种赖以超出属的东西”。 ‘关于某物的某物’。有些抄本也有‘从某物中分出的某物’。但仅取前者更为妥当。如果有人说‘但这只是肯定命题的定义;因为“关于某物”似乎不适合否定;因为否定由于其分割作用,更应当被称为“从某物中分出的某物”’,我们将回答说,‘某物’仅指谓项本身,而‘关于某物’则指主项。因此,既然否定也是由这些项组成的,显然他也已将否定涵盖在内;因为我们说是某物关于某物存在或不存在。

语法注2 条
  1. 1.6διαφορά ἐστιν ᾗ περιττεύει τὸ εἶδος τοῦ γένους

    关系代词与格 ᾗ 表示手段、方式或基准(“赖以……”或“在……方面”)。动词 περιττεύει 后接属格 τοῦ γένους,意为“超出属”或“多于属”(这是《导论》中关于种差的经典界说之一)。

  2. 1.6τὸ τινὸς αὐτὸν μόνον τὸν κατηγορούμενον ὅρον δηλοῖ, τὸ δὲ κατά τινος τὸν ὑποκείμενον

    短语 τὸ τινός 与 τὸ κατά τινος 均由中性单数冠词 τὸ 实词化,作主语。αὐτὸν μόνον τὸν κατηγορούμενον ὅρον 是 δηλοῖ 的直接宾语(宾格),后半句承前省略了动词 δηλοῖ,以 τὸν ὑποκείμενον [ὅρον] 为宾语,明确对应了命题中的两个项(谓项与主项)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:18.22-20.11