← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§197.26-199.18

必然与可能前提组合下否定可能结论的推导

评注亚里士多德《前分析篇》36a15–36a25。斐洛庞奴斯解释道:由否定必然大前提与肯定可能小前提的组合也可得出否定可能的结论(36a15);反之,当大前提为否定可能而小前提为肯定必然时,通过完全三段论可得出定义意义上的否定可能结论(36a17–24);若小前提为否定,则通过否定可能命题的对当换质位可化归为先前的推论形式(36a25)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.114

" Φανερὸν δὲ ὅτι καὶ τοῦ ἐνδέχεσθαι μὴ ὑπάρχειν γίνεται συλλογισμός, εἴπερ καὶ τοῦ μὴ ὑπάρχειν." Δείξας ἐπὶ τῆς εἰρημένης συζυγίας ὁ φιλόσοφος, ὅτι τοῦ ὑπάρχειν μηδενὶ συνάγεται τὸ συμπέρασμα, ἐπισημαίνεται νῦν ὅτι, εἰ καὶ τὸ ὑπάρχειν μηδενὶ συνάγεται, πρόδηλον ὅτι καὶ τὸ ἐνδέχεσθαι μηδενί, ἀλλ’ ἐνδεχόμενον οὐ τὸ κατὰ τὸν διορισμὸν ἀλλὰ τὸ ἁπλῶς ἐνδεχόμενον τὸ κατηγορούμενον καὶ κατὰ τοῦ ὑπάρχοντος.

“然而显然,如果确实能得出不属于的推论,那么也能得出可能不属于的推论。” 哲学家在证明了在所述组合中得出“不属于任何”的结论之后,现在指出,即使得出了“不属于任何”,显然也能得出“可能不属于任何”,但这不是按照定义而言的可能,而是也述说实然的单凭字面意义的可能。

§2.115

"Πάλιν ἔστω ἡ καταφατικὴ πρότασις ἀναγκαία, καὶ τὸ μὲν Α ἐνδεχέσθω μηδενὶ τῷ Β ὑπάρχειν, τὸ δὲ Β παντὶ τῷ Γ ὑπαρχέτω ἐξ ἀνάγκης. ὁ μὲν οὖν συλλογισμὸς ἔσται τέλειος, ἀλλ’ οὐ τοῦ μὴ ὑπάρχειν ἀλλὰ τοῦ ἐνδέχεσθαι μὴ ὑπάρχειν." Ὑποθέμενος τὴν μείζονα πρότασιν ἀναγκαίαν ἀποφατικὴν καὶ δείξας ὑπάρχον ἀποφατικὸν συναγόμενον τὸ συμπέρασμα τρέπει νῦν τὴν τάξιν τῶν προτάσεων, καὶ ὑποτίθεται τὴν μείζονα πρότασιν ἐνδεχομένην ἀποφατικὴν τὴν δὲ ἐλάττονα ἀναγκαίαν καταφατικήν, καὶ φησὶν ἐνδεχόμενον ἀποφατικὸν καθόλου συνάγεσθαι τὸ συμπέρασμα τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου καὶ οὐ τοῦ κατὰ τοῦ ὑπάρχοντος κατηγορουμένου.1 τοῦτο δὲ δείκνυται οὐ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ ἀλλὰ τῇ ἐπ’ εὐθείας δείξει διὰ μόνου τοῦ κατὰ μηδενός· διὸ καὶ τέλειός ἐστιν ὁ συλλογισμός. ἐπεὶ γὰρ τὸ Α οὐδενὶ τῶν Β ἐνδέχεται, πάντων ἄρα τῶν μερῶν αὐτοῦ κεχώρισται ἐνδεχομένως· ἓν δὲ τῶν μερῶν τοῦ Β τὸ Γ ἐστί· παντὶ γὰρ τῷ Γ τὸ Β ἐξ ἀνάγκης ὑπάρχει· τὸ ἄρα Α οὐδενὶ τῶν Γ ἐνδέχεται ὑπάρχειν.

“再次,设肯定前提是必然的,且设Α可能不属于任何Β,而Β必然属于全Γ。那么推论将是完全的,但不是不属于的推论,而是可能不属于的推论。” 在假设了大前提是否定必然的并证明了得出实然否定的结论之后,他现在倒转了诸前提的顺序,假设大前提是否定可能的,而小前提是肯定必然的,并且说得出的是全称否定可能的结论,这是按照定义而言的可能,而不是述说实然的可能。而这一点不是通过归谬法证明的,而是仅通过“全不〔属于〕”的直接证明来表明的;因此该推论也是完全的。因为既然Α可能不属于任何Β,于是它便可能与它的所有部分分离;而Γ是Β的部分之一;因为Β必然属于全Γ;因此Α可能不属于任何Γ。

§2.116

"Ἡ τε γὰρ πρότασις οὕτως ἐλήφθη ἡ ἀπὸ τοῦ μείζονος ἄκρου, καὶ εἰς τὸ ἀδύνατον οὐκ ἔστιν ἀπαγαγεῖν. εἰ γὰρ ὑποτεθείη τὸ Α τῷ Γ μηδενὶ ὑπάρχειν,2 κεῖται δὲ καὶ τὸ Α τῷ Β ἐνδέχεσθαι μηδενὶ ὑπάρχειν, οὐδὲν συμβαίνει διὰ τούτων ἀδύνατον." Τὴν αἰτίαν ἐπάγει δι’ ἣν ἡ προειρημένη συζυγία ἐνδεχόμενον συνάγει συμπέρασμα καὶ οὐχ ὑπάρχον, καὶ φησὶν ὅτι πρῶτον μὲν τοῦτο δῆλον ἐκ τοῦ κατὰ παντὸς καὶ κατὰ μηδενός· τοῦτο γάρ ἐστι τὸ ἥ τε γὰρ πρότασις οὕτως ἐλήφθη ἡ ἀπὸ τοῦ μείζονος ἄκρου· δεύτερον δὲ ὅτι οὐκ ἐνδέχεται ἡμᾶς ὥσπερ ἐπὶ τῆς ἀνάπαλιν ταύτῃ ἐχούσης συζυγίας τῇ εἰς ἀδύνατον ἀπαγωγῇ χρωμένους δεῖξαι τὸ μηδενὶ ὑπάρχειν συναγόμενον. ὑποκείσθω γὰρ τὸ μὲν Α μηδενὶ τῶν Β ἐνδεχομένως, τὸ δὲ Β παντὶ τῷ Γ ἀναγκαίως· λέγω ὅτι οὐ δυνατὸν δεῖξαι τῇ εἰς ἄτοπον ἀπαγωγῇ τὸ Α μηδενὶ ὑπάρχον τῶν Γ. ὑποκείσθω γὰρ τὸ ἀντικείμενον ἀντιφατικῶς τῷ ὑπάρχειν μηδενί, ἵνα, ἐὰν τούτῳ ἀκολουθήσῃ τὸ ἀδύνατον, εἴπωμεν τὸ μηδενὶ ὑπάρχειν εἶναι τὸ συναγόμενον. ἐπεὶ οὖν τὸ Β τῷ Γ ἀνάγκη παντὶ ὑπάρχειν, καὶ τὸ Γ τῷ Β τινὶ ἐξ ἀνάγκης ὑπάρξει· εἰ τοίνυν τὸ Α παντὶ ὑπάρχει τῷ Γ, ὡς ἡ ὑπόθεσις, τὸ δὲ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης, γίνεται τὸ πρῶτον σχῆμα τῆς μίξεως τοῦ ὑπάρχοντος καὶ τοῦ ἀναγκαίου· τὸ ἄρα Α τινὶ τῷ Β ὑπάρξει. ὑπέκειτο δὲ καὶ οὐδενὶ ἐνδέχεσθαι, ὅπερ οὐκ ἀδύνατον· οὐκ ἄρα οὐδὲ διὰ τοῦ ἀδυνάτου δείκνυται τὸ ὑπάρχειν μηδενὶ συναγόμενον.

“因为来自大项的前提就是这样取得的,并且不可能归于不可能。因为如果假设Α不属于任何Γ,且又设定Α可能不属于任何Β,通过这些并不会产生任何不可能的结果。” 他补充说明了前述组合推导出可能结论而非实然结论的原因,并且说,首先这根据“全属于”与“全不属于”是显而易见的;因为这就是“因为来自大项的前提就是这样取得的”的意思;其次,我们不可能像在相反配对的组合中那样,通过使用归谬法来证明得出“不属于任何”。因为设Α可能不属于任何Β,而Β必然属于全Γ;“我说不可能通过归谬法证明Α实然地不属于任何Γ。”因为设与“不属于任何”矛盾对立的命题,以便如果由之随之产生不可能的结论,我们就可以说得出的是“不属于任何”。因此,既然Β必然属于全Γ,Γ也必然属于某些Β;既然如此,如果如假设那样Α[实然地]属于全Γ,而Γ必然属于某些Β,便构成了实然与必然混合的第一格;因此Α将属于某些Β。但先前也曾假设它可能不属于任何,这并不是不可能的;因此也不能通过不可能证明得出“不属于任何”。

§2.117

"Ἐὰν δὲ πρὸς τῷ ἐλάττονι ἄκρῳ τεθῇ τὸ στερητικόν, ὅταν μὲν ἐνδέχεσθαι σημαίνῃ, συλλογισμὸς ἔσται διὰ τῆς ἀντιστροφῆς3 καθάπερ ἐν τοῖς πρότερον." Ὑποθέμενος ἐν ταῖς προλαβούσαις συζυγίαις τὴν μείζονα ἀποφατικὴν τὴν δὲ ἐλάττονα καταφατικὴν νῦν τὸ ἀνάπαλιν ὑποτίθεται, καὶ φησὶν ὅτι, ἐὰν ἡ ἐλάττων ἀποφατικὴ ᾖ, ὅταν μὲν ἐνδεχομένη ᾖ, τῆς μείζονος δηλονότι ἀναγκαίας οὔσης καὶ ἀδιαφορούσης κατὰ τὸ ποιόν, γίνεται συλλογισμὸς μεταλαμβανομένης τῆς ἐνδεχομένης ἀποφατικῆς εἰς τὴν καταφατικήν, τὰ δὲ συμπεράσματα τοιαῦτα ἔσται, οἷα καὶ πρότερον ἦσαν ἐν ταῖς ὁμοίαις συζυγίαις. τῆς γὰρ ἐλάττονος ἐνδεχομένης οὔσης ἀποφατικῆς τῆς δὲ μείζονος ἀναγκαίας ἢ ἀποφατικῆς ἢ καταφατικῆς, μεταληφθείσης τῆς ἐνδεχομένης ἀποφατικῆς εἰς τὴν καταφατικὴν αἱ αὐταὶ δῆλον ὅτι συζυγίαι πάλιν γίνονται, ὥστε καὶ τὰ αὐτὰ συμπεράσματα καὶ οἱ αὐτοὶ τρόποι τῶν δείξεων ταῖς προτέραις, λέγω δὴ ταῖς ἐχούσαις τὴν μείζονα ἀναγκαίαν ἢ καταφατικὴν ἢ ἀποφατικὴν τὴν δὲ ἐλάττονα ἐνδεχομένην καταφατικήν.

“但如果否定前提置于小项,当它表示可能时,将如同在先前的诸情况中那样通过换质位产生推论。” 在先前的诸组合中假设了大前提是否定而小前提是肯定之后,他现在假设了相反的情况,并且说,如果小前提是否定的,当它是可能的时——大前提显然是必然的且在质上无差别——通过否定可能前提转变为肯定前提便产生推论,而诸结论将与先前在类似的诸组合中一样。因为在小前提是否定可能而大前提是必然的(无论是否定还是肯定)时,在否定可能前提转变为肯定前提之后,显然再次构成相同的组合,以致得出与先前相同的结论和相同的证明方式——我是指那些具有必然大前提(肯定或否定)和肯定可能小前提的组合。

语法注3 条
  1. 2.115τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου καὶ οὐ τοῦ κατὰ τοῦ ὑπάρχοντος κατηγορουμένου

    属格短语 τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου 是前文 ἐνδεχόμενον ἀποφατικὸν καθόλου(全称否定可能结论)的同格或说明性属格。此处对比了严格依照定义的双向可能(既非必然亦非不可能)与亦可述说实然的广义单向可能。

  2. 2.116εἰ γὰρ ὑποτεθείη τὸ Α τῷ Γ μηδενὶ ὑπάρχειν

    在亚里士多德的原文字句中(36a22),为了检验能否得出实然结论“不属于任何Γ”,运用了归谬法。斐洛庞奴斯在评注中明确指出,实际假定的是实然否定“不属于任何”的所谓矛盾对立命题(严格而言是反对对立命题),即肯定命题“Α[实然地]属于全Γ”(τὸ Α παντὶ ὑπάρχει τῷ Γ),并借此表明推导过程并未产生真正的不可能结果。

  3. 2.117διὰ τῆς ἀντιστροφῆς

    此处的 ἀντιστροφή 并非指交换主项与谓项的通常换位(conversion),而是指可能命题特有的“由可能否定向可能肯定的质的转换”(相补换质位:从“可能不属于”转为“可能属于”),斐洛庞奴斯在后文明确用 μεταλαμβανομένης τῆς ἐνδεχομένης ἀποφατικῆς εἰς τὴν καταφατικήν 进行了界定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:197.26-199.18