← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§196.4-197.25

必然否定与可能肯定的第一格混合三段论

本节探讨大前提为必然全称否定、小前提为可能全称肯定的第一格混合三段论(36a7),注记了其结论为实然全称否定命题、其归谬法证明的结构,以及在不同假设下产生不可能推论的根本原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.113

" Εἰ δὲ μὴ ὁμοιοσχήμονες εἶεν αἱ προτάσεις, ἔστω πρῶτον ἡ στερητικὴ ἀναγκαία, καὶ τὸ μὲν Α μηδενὶ ἐνδεχέσθω τῷ Β ἐξ ἀνάγκης,1 τὸ δὲ Β παντὶ τῷ Γ ἐνδεχέσθω· ἀνάγκη δὴ τὸ Α μηδενὶ τῷ Γ ὑπάρχειν. κείσθω γὰρ ὑπάρχειν ἢ παντὶ ἢ τινί· τῷ δὲ Β ὑπέκειτο μηδενὶ ἐνδέχεσθαι. ἐπεὶ οὖν ἀντιστρέφει τὸ στερητικόν, οὐδὲ τὸ Β τῷ Α οὐδενὶ ἐνδέχεται· τὸ δὲ Α τῷ Γ ἢ παντὶ ἢ τινὶ κεῖται ὑπάρχειν· ὥστε οὐδενὶ ἢ οὐ παντὶ τῷ Γ τὸ Β ἐνδέχοιτ’ ἂν ὑπάρχειν· ὑπέκειτο δὲ παντὶ ἐξ ἀρχῆς." Διαλεχθεὶς περὶ τῶν ἐξ ἀμφοτέρων καθόλου καταφατικῶν νῦν περὶ τῶν ἀνομοιοσχημόνων διαλέγεται συζυγιῶν, καὶ ὥσπερ ἐπὶ τῶν ὁμοιοσχημόνων πρότερον ὑπετίθετο τὴν ἐκ τῆς μείζονος ἀναγκαίας, οὕτως καὶ ἐπὶ τῶν ἀνομοιοσχημόνων ποιεῖ. φησὶν οὖν ὅτι, ἐὰν ἡ μείζων ἀναγκαία ᾖ ἀποφατικὴ καθόλου, ἡ δὲ ἐλάττων καθόλου καταφατικὴ ἐνδεχομένη, τὸ συμπέρασμα γίνεται καθόλου ἀποφατικὸν ὑπάρχον. ἔστω γὰρ τὸ Α οὐδενὶ ἐξ ἀνάγκης τῷ Β, τὸ δὲ Β παντὶ ἐνδεχέσθω τῷ Γ· λέγω, φησίν, ὅτι τὸ Α οὐδενὶ ὑπάρχει τῷ Γ. εἰ γὰρ τοῦτο ψεῦδος, ἔσται τὸ ἀντιφατικῶς ἀντικείμενον ἀληθὲς τὸ ‘ὑπάρχει τινί’ ἢ τὸ ἐναντίον τῷ οὐδενὶ τὸ ‘ὑπάρχει παντί’. ἐπεὶ οὖν τὸ μὲν Α ἐξ ἀνάγκης οὐδενὶ τῷ Β, οὐδὲ τὸ Β οὐδενὶ τῷ Α ἐξ ἀνάγκης ὑπάρχει· ἀλλὰ μὴν καὶ τὸ Α παντὶ ἢ τινὶ τῷ Γ ὑπάρχει μόνον· καὶ συνάγεται τὸ Β τῷ Γ ἢ οὐδενὶ ἢ οὐ παντὶ ἐξ ἀνάγκης· ὑπέκειτο δὲ καὶ παντὶ ἐνδέχεσθαι, ὅπερ ἀδύνατον. δεῖ δὲ εἰδέναι ὅτι τὸ ἀδύνατον ἠκολούθησεν ἐνταῦθα διὰ τὸ βούλεσθαι τὸν Ἀριστοτέλην2 ἐπὶ τῆς μίξεως τοῦ ἀναγκαίου καὶ τοῦ ὑπάρχοντος τῇ μείζονι προτάσει ἀκολουθεῖν τὸ συμπέρασμα· ἐπεὶ ἐὰν τῇ χείρονι ἀκολουθεῖν ὑποθώμεθα, ὡς δέδεικται ἀνωτέρω, οὐχ ἕψεταί τι ἀδύνατον. ἔσται γὰρ τὸ Β τῷ Γ ἢ οὐδενὶ ὑπάρχον ἢ οὐ παντί· ὑπέκειτο δὲ καὶ παντὶ ἐνδέχεσθαι· καὶ οὐδὲν ἀδύνατον· κἂν γὰρ οὐδενὶ ὑπάρχῃ τῶν Γ τὸ Β, δυνάμεθα λέγειν ὅτι ἐνδεχομένως πᾶσιν ὑπάρχει· ὁμοίως κἂν τισὶν ὑπάρχῃ τισὶ δὲ μή, δύναται ἐνδεχομένως πᾶσιν ὑπάρχειν. οὕτω μὲν οὖν οὐκ ἀκολουθεῖ ἀδύνατον. ὁ δὲ Ἀριστοτέλης ἀκολουθῶν ταῖς ἰδίαις ὑποθέσεσι, λέγω δὴ τῷ τῇ μείζονι τῶν προτάσεων ἕπεσθαι τὸ συμπέρασμα, εἰκότως συνάγει τὸ ἀδύνατον. ἰστέον δὲ ὅτι οὐ μόνον, ἐὰν τὸ Α τῷ Γ ὑπάρχειν παντὶ 〈ἢ τινὶ〉 ὑποθώμεθα, ἀδύνατον ἀκολουθεῖ, ἀλλὰ καὶ ἐὰν τὸ αὐτὸ τῷ αὐτῷ ἐξ ἀνάγκης παντὶ ἢ τινὶ ὑποτεθῇ, οὐδὲν ἧττον ἕψεται τὸ ἀδύνατον. ἔστω γὰρ τῶν αὐτῶν ὄντων ὅρων τὸ Α τῷ Γ ἀνάγκη παντὶ ἢ τινὶ ὑπάρχειν· ἐπεὶ οὖν τὸ Α τῷ Β ἀνάγκη μηδενὶ ὑπόκειται, καὶ τὸ Β τῷ Α ἐξ ἀνάγκης οὐδενὶ ὑπάρχει· τὸ δὲ Α τῷ Γ ἀνάγκη παντὶ ἢ τινὶ ὑπετέθη· γίνεται τὸ πρῶτον σχῆμα, καὶ συνάγεται ‘τὸ Β τῷ Γ ἀνάγκη μηδενὶ ἢ μὴ παντί’· ὑπέκειτο δὲ καὶ ‘ἐνδέχεται παντί’, ὅπερ ἀδύνατον. ἔτι δὲ κἂν ὑποτεθῇ τὸ ‘ἐνδέχεται παντὶ τῷ Γ τὸ Α ὑπάρχειν’, καὶ οὕτως τὸ ἀδύνατον ἀκολουθήσει. ὑποκείσθω γὰρ τὸ Α παντὶ τῷ Γ ἐνδέχεσθαι· ἐπεὶ οὖν ὑπέκειτο καὶ τὸ Β παντὶ τῷ Γ ἐνδέχεσθαι, καὶ τὸ Γ ἄρα τινὶ τῷ Β ἐνδέχεται ὑπάρχειν· ἀντιστρέφει γὰρ οὕτως. εἰ τοίνυν τὸ μὲν Α παντὶ τῷ Γ ἐνδέχεται, τὸ δὲ Γ τινὶ τῷ Β ἐνδέχεται, καὶ τὸ Α ἄρα τινὶ τῷ Β ἐνδέχοιτ’ ἂν ὑπάρχειν· γίνεται γὰρ τὸ πρῶτον σχῆμα. ὑπέκειτο δὲ καὶ ἐξ ἀνάγκης μηδενὶ τῷ Β τὸ Α, ὅπερ ἀδύνατον. εἰ τοίνυν καὶ τούτοις ὑποτεθεῖσι τὸ ἀδύνατον ἠκολούθησεν, ἔσται τὰ ἀντικείμενα αὐτοῖς ἀληθῆ, καὶ συμβήσεται μὴ μόνον τὸ ὑπάρχειν μηδενὶ συνάγεσθαι ἀλλὰ καὶ τὸ ‘οὐκ ἀνάγκη παντί’ ἢ ‘οὐκ ἀνάγκη τινί’ καὶ τὸ ‘οὐκ ἐνδέχεται παντί’. τί οὖν φαμεν πρὸς ταῦτα; ὅπερ καὶ ἄλλοτε ἐν τοῖς ἔμπροσθεν εἴπομεν, ὅτι τὸ ἀδύνατον τούτοις πᾶσιν ἠκολούθησεν οὐ διὰ τοὺς τρόπους ἀλλὰ διὰ τὸ ποιόν, ἐπειδὴ τῷ ‘ὑπάρχει οὐδενί’ ὑποτεθέντι τὸ ἀντικείμενόν ἐστι τὸ καταφατικὸν3 ἢ ἀντιφατικῶς τὸ μερικὸν ἢ ἐναντίως τὸ καθόλου. ἐν πάσαις οὖν ταῖς ὑποθέσεσι τὸ αὐτὸ καταφατικὸν ληφθὲν εἰκότως τὸ αὐτὸ συνήγαγεν ἀδύνατον.

“如果诸前提形式不同,首先设否定前提是必然的,且设Α必然不可能属于任何Β,而Β可能属于全Γ;于是Α必然不属于任何Γ。因为设它属于全部或属于某些;但先前曾假设它不可能属于任何Β。因此,既然否定前提换位,Β也不可能属于任何Α;而Α被设定属于全Γ或某些Γ;以致Β将不可能属于任何Γ或并非可能属于全Γ;但最初曾假设它〔可能〕属于全。” 在论述了由两个全称肯定前提构成的组合之后,现在他论述不同形式的组合,正如在形式相同的组合中他先前把大前提为必然前提的组合置于前一样,他在不同形式的组合中也这样做。因此他说,如果大前提是全称否定必然命题,而小前提是全称肯定可能命题,结论就成为全称否定的实然命题。他说:“因为设Α必然不属于任何Β,而Β可能属于全Γ;我说Α不属于任何Γ。”因为如果这是假的,矛盾对立命题“属于某些”,或者与“无”相反对的“属于全部”,就将是真的。因此,既然Α必然不属于任何Β,Β也必然不属于任何Α;但而且Α仅是实然地属于全Γ或某些Γ;于是推导出Β必然不属于任何Γ或不属于全Γ;但先前也曾假设它可能属于全,这是不可能的。然而应当知道,此处不可能的结论之所以随之而来,是因为亚里士多德在必然与实然的混合中,主张结论随大前提;因为如果我们假设结论随较劣的前提,如上文所证明的那样,就不会随之产生任何不可能的结论。因为Β将是实然地不属于任何Γ或不属于全Γ;但先前也曾假设它可能属于全;并没有任何不可能之处;因为即使Β不属于任何Γ,我们也能说它可能属于全;同样,即使它属于某些而不属于另一些,它也能够可能属于全。因此,这样就不会随之产生不可能的结论。但亚里士多德遵循他自己的假设——我是指结论随前提中的大前提——理所当然地推导出不可能的结论。而且应当知晓,不仅当我们假设Α属于全[或某些]Γ时不可能随之而来,而且即便假设同一个词项必然属于同一个词项的全部或某些,不可能也同样会随之而来。因为在词项相同的情况下,设Α必然属于全Γ或某些Γ;因此,既然假设了Α必然不属于任何Β,Β也必然不属于任何Α;而Α被假设必然属于全Γ或某些Γ;构成第一格,并推导出“Β必然不属于任何Γ或不属于全Γ”;但先前也曾假设“可能属于全”,这是不可能的。此外,即便假设“Α可能属于全Γ”,这样也同样会随之产生不可能的结论。因为设Α可能属于全Γ;因此,既然先前也曾假设Β可能属于全Γ,于是Γ也可能属于某些Β;因为它是这样换位的。既然如此,如果Α可能属于全Γ,而Γ可能属于某些Β,于是Α也将可能属于某些Β;因为构成了第一格。但先前也曾假设Α必然不属于任何Β,这是不可能的。既然如此,如果连在假设了这些命题时不可能也随之而来,与其对立的命题就将是真的,并且不仅会推导出“不属于任何”,而且还会推导出“并非必然属于全”或“并非必然属于某些”,以及“并非可能属于全”。那么,对此我们怎么说呢?正如我们在前文别处也曾说过的:不可能跟随所有这些假设而来,不是由于模态,而是由于质,因为对于被设定的“不属于任何”,其对立命题是肯定命题,要么是矛盾对立的特称命题,要么是相反对立的全称命题。因此,在所有的假设中既然取了同一个肯定命题,理所当然地推导出了同一个不可能的结论。

语法注3 条
  1. 2.113τὸ μὲν Α μηδενὶ ἐνδεχέσθω τῷ Β ἐξ ἀνάγκης

    短语“设Α必然不可能属于任何Β”在模态语境中等同于“必然不属于任何Β”(ἀνάγκη μηδενὶ ὑπάρχειν)。动词ἐνδέχεσθαι在此并非主张肯定的可能,而是与否定量词μηδενί及模态短语ἐξ ἀνάγκης相结合,构成必然否定命题。

  2. 2.113δεῖ δὲ εἰδέναι ὅτι τὸ ἀδύνατον ἠκολούθησεν ἐνταῦθα διὰ τὸ βούλεσθαι τὸν Ἀριστοτέλην

    在引出性短语δεῖ εἰδέναι ὅτι之后,主干为“τὸ ἀδύνατον ἠκολούθησεν”(不可能的结论随之而来),由介词διά接冠词不定式τὸ βούλεσθαι τὸν Ἀριστοτέλην表示原因。其中τὸν Ἀριστοτέλην是不定式βούλεσθαι的宾格主语,而该不定式又支配一个宾格不定式从句τῇ μείζονι προτάσει ἀκολουθεῖν τὸ συμπέρασμα(结论随大前提)。

  3. 2.113ἐπειδὴ τῷ ‘ὑπάρχει οὐδενί’ ὑποτεθέντι τὸ ἀντικείμενόν ἐστι τὸ καταφατικὸν

    与格分词短语τῷ ‘ὑπάρχει οὐδενί’ ὑποτεθέντι作为关系与格,由名词τὸ ἀντικείμενον(对立者)支配。整个句式结构为:主语τὸ ἀντικείμενον(对立者)通过系动词ἐστι与表语τὸ καταφατικόν(肯定者)连接,意即“对于被设定的‘不属于任何’而言,其对立者是肯定命题”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:196.4-197.25